Panathenaicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.

οἶμαι δʼ ἤδη καθορᾶν ὅθεν ἐπλανήθην· τοῖς γὰρ ὀνειδίζουσιν ἡμῶν τῇ πόλει τὰς Μηλίων καὶ τὰς τῶν τοιούτων πολιχνίων συμφορὰς ἀντέλεγον, οὐχ ὡς οὐχ ἡμαρτημένων τούτων, ἀλλʼ ἐπιδεικνύων τοὺς ἀγαπωμένους ὑπʼ αὐτῶν πολὺ πλείους πόλεις καὶ μείζους ἡμῶν ἀναστάτους πεποιηκότας, ἐν οἷς καὶ περὶ τῆς ἀρετῆς τῆς Ἀγαμέμνονος καὶ Μενελάου καὶ Νέστορος διελέχθην, ψεῦδος μὲν οὐδὲν λέγων, πλείω δʼ ἴσως τῶν μετρίων.

τοῦτο δʼ ἐποίουν ὑπολαβὼν οὐδενὸς ἔλαττον ἁμάρτημα τοῦτο δόξειν εἶναι τῶν τολμησάντων ἀναστάτους ποιῆσαι τὰς πόλεις τὰς γεννησάσας καὶ θρεψάσας τοιούτους ἄνδρας, περὶ ὧν καὶ νῦν ἔχοι τις ἂν πολλοῖς καὶ καλοῖς χρήσασθαι λόγοις. ἀλλὰ γὰρ ἴσως ἀνόητόν ἐστι περὶ μίαν πρᾶξιν διατρίβειν, ὥσπερ ἀπορίας οὔσης τί ἂν ἔχοι τις εἰπεῖν περὶ τῆς ὠμότητος καὶ χαλεπότητος τῆς Λακεδαιμονίων, ἀλλʼ οὐ πολλῆς ἀφθονίας ὑπαρχούσης.

οἷς οὐκ ἐξήρκεσε περὶ τὰς πόλεις ταύτας καὶ τοὺς ἄνδρας τοὺς τοιούτους ἐξαμαρτεῖν, ἀλλὰ καὶ περὶ τοὺς ἐκ τῶν αὐτῶν ὁρμηθέντας καὶ κοινὴν τὴν στρατείαν ποιησαμένους καὶ τῶν αὐτῶν κινδύνων μετασχόντας, λέγω δὲ περὶ Ἀργείων καὶ Μεσσηνίων. καὶ γὰρ τούτους ἐπεθύμησαν ταῖς αὐταῖς συμφοραῖς περιβαλεῖν αἷσπερ ἐκείνους· καὶ Μεσσηνίους μὲν πολιορκοῦντες οὐ πρότερον ἐπαύσαντο, πρὶν ἐξέβαλον ἐκ τῆς χώρας, Ἀργείοις δʼ ὑπὲρ τῶν αὐτῶν τούτων ἔτι καὶ νῦν πολεμοῦσιν. ἃ τοίνυν περὶ Πλαταιᾶς ἔπραξαν,

ἄτοπος ἂν εἴην, εἰ ταῦτʼ εἰρηκὼς ἐκείνων μὴ μνησθείην· ὧν ἐν τῇ χώρᾳ στρατοπεδευσάμενοι μεθʼ ἡμῶν καὶ τῶν ἄλλων συμμάχων, καὶ παραταξάμενοι τοῖς πολεμίοις, καὶ θυσάμενοι τοῖς θεοῖς τοῖς ὑπʼ ἐκείνων ἱδρυμένοις,

οὐ μόνον ἠλευθερώσαμεν τῶν Ἑλλήνων τοὺς μεθʼ ἡμῶν ὄντας ἀλλὰ καὶ τοὺς ἀναγκασθέντας γενέσθαι μετʼ ἐκείνων, καὶ ταῦτʼ ἐπράξαμεν Πλαταιέας λαβόντες μόνους Βοιωτῶν συναγωνιστάς· οὓς οὐ πολὺν χρόνον διαλιπόντες Λακεδαιμόνιοι, χαριζόμενοι Θηβαίοις, ἐκπολιορκήσαντες ἅπαντας ἀπέκτειναν πλὴν τῶν ἀποδρᾶναι δυνηθέντων.

περὶ οὓς ἡ πόλις ἡμῶν οὐδὲν ὁμοία γέγονεν ἐκείνοις·

οἱ μὲν γὰρ περὶ τε τοὺς εὐεργέτας τῆς Ἑλλάδος καὶ τοὺς συγγενεῖς τοὺς αὑτῶν τὰ τοιαῦτʼ ἐξαμαρτάνειν ἐτόλμησαν, οἱ δʼ ἡμέτεροι Μεσσηνίων μὲν τοὺς διασωθέντας εἰς Ναύπακτον κατῴκισαν, Πλαταιέων δὲ τοὺς περιγενομένους πολίτας ἐποιήσαντο καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἁπάντων μετέδοσαν. ὥστʼ εἰ μηδὲν εἴχομεν ἄλλο περὶ τοῖν πολέοιν εἰπεῖν, ἐκ τούτων ῥᾴδιον εἶναι καταμαθεῖν τὸν τρόπον ἑκατέρας αὐτῶν, καὶ ποτέρα πλείους πόλεις καὶ μείζους ἀναστάτους πεποίηκεν.

αἰσθάνομαι δὲ πάθος μοι συμβαῖνον ἐναντίον τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· τότε μὲν γὰρ εἰς ἄγνοιαν καὶ πλάνον καὶ λήθην ἐνέπεσον, νῦν δʼ οἶδα σαφῶς ἐμαυτὸν οὐκ ἐμμένοντα τῇ πραότητι τῇ περὶ τὸν λόγον, ἣν εἶχον ὅτʼ ἠρχόμην γράφειν αὐτόν, ἀλλὰ λέγειν τʼ ἐπιχειροῦντα περὶ ὧν οὐκ ᾤμην ἐρεῖν, θρασύτερόν τε διακείμενον ἢ κατʼ ἐμαυτόν, ἀκρατῆ τε γιγνόμενον ἐνίων ὧν λέγω διὰ τὸ πλῆθος τῶν εἰπεῖν ἐπιρρεόντων.

ἐπειδή περ οὖν ἐπελήλυθέ μοι τὸ παρρησιάζεσθαι, καὶ λέλυκα τὸ στόμα, καὶ τοιαύτην τὴν ὑπόθεσιν ἐποιησάμην ὥστε μήτε καλὸν εἶναί μοι μήτε δυνατὸν παραλιπεῖν τὰς τοιαύτας πράξεις, ἐξ ὧν οἷόν τʼ ἐστὶν ἐπιδεικνύναι πλέονος ἀξίαν τὴν πόλιν ἡμῶν γεγενημένην περὶ τοὺς Ἕλληνας τῆς Λακεδαιμονίων, οὐ κατασιωπητέον οὐδὲ περὶ τῶν ἄλλων κακῶν τῶν οὔπω μὲν εἰρημένων ἐν δὲ τοῖς Ἕλλησι γεγενημένων, ἀλλʼ ἐπιδεικτέον τοὺς μὲν ἡμετέρους ὀψιμαθεῖς αὐτῶν γεγενημένους, Λακεδαιμονίους δὲ τὰ μὲν πρώτους τὰ δὲ μόνους ἐξαμαρτόντας.