Panathenaicus

Isocrates

Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.

τὸ τοίνυν ἐχόμενον, ὃ τῶν μὲν προειρημένων ἔλαττόν ἐστι, τῶν δὲ πολλάκις ἐγκεκωμιασμένων μεῖζον καὶ λόγου μᾶλλον ἄξιον· στρατόπεδον γὰρ συνεληλυθὸς ἐξ ἁπασῶν τῶν πόλεων, τοσοῦτον τὸ πλῆθος ὅσον εἰκός, ὃ πολλοὺς εἶχεν ἐν αὑτῷ τοὺς μὲν ἀπὸ θεῶν τοὺς δʼ ἐξ αὐτῶν τῶν θεῶν γεγονότας, οὐκ ὁμοίως διακειμένους τοῖς πολλοῖς οὐδʼ ἴσον φρονοῦντας τοῖς ἄλλοις, ἀλλʼ ὀργῆς καὶ θυμοῦ καὶ φθόνου καὶ φιλοτιμίας μεστούς,

ἀλλʼ ὅμως τὸ τοιοῦτον ἔτη δέκα κατέσχεν οὐ μισθοφοραῖς μεγάλαις οὐδὲ χρημάτων δαπάναις, αἷς νῦν ἅπαντες δυναστεύουσιν, ἀλλὰ τῷ καὶ τῇ φρονήσει διαφέρειν καὶ δύνασθαι τροφὴν ἐκ τῶν πολεμίων τοῖς στρατιώταις πορίζειν, καὶ μάλιστα τῷ δοκεῖν ἐκεῖνον ἄμεινον ὑπὲρ τῆς τῶν ἄλλων βουλεύεσθαι σωτηρίας ἢ τοὺς ἄλλους περὶ σφῶν αὐτῶν.

τὸ τοίνυν τέλος, ὃ πᾶσι τούτοις ἐπέθηκεν, οὐδενὸς ἧττον προσήκει θαυμάζειν· οὐ γὰρ ἀπρεπὲς οὐδʼ ἀνάξιον τῶν προειρημένων φανήσεται ποιησάμενος, ἀλλὰ λόγῳ μὲν πρὸς μίαν πόλιν πολεμήσας, ἔργῳ δʼ οὐ μόνον πρὸς ἅπαντας τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἀλλὰ καὶ πρὸς ἄλλα γένη πολλὰ τῶν βαρβάρων κινδυνεύων οὐκ ἀπεῖπεν οὐδʼ ἀπῆλθε, πρὶν τήν τε πόλιν τοῦ τολμήσαντος ἐξαμαρτεῖν ἐξηνδραποδίσατο καὶ τοὺς βαρβάρους ἔπαυσεν ὑβρίζοντας.

οὐκ ἀγνοῶ δὲ τὸ πλῆθος τῶν εἰρημένων περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς, οὐδʼ ὅτι τούτων καθʼ ἓν μὲν ἕκαστον εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκιμάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν, ἐφεξῆς δὲ ἀναγιγνωσκομένων ἅπαντες ἂν ἐπιτιμήσαιεν ὡς πολὺ πλείοσιν εἰρημένοις τοῦ δέοντος. ἐγὼ δʼ εἰ μὲν ἔλαθον ἐμαυτὸν πλεονάζων,

ᾐσχυνόμην ἄν, εἰ γράφειν ἐπιχειρῶν περὶ ὧν μηδεὶς ἂν ἄλλος ἐτόλμησεν, οὕτως ἀναισθήτως διεκείμην· νῦν δʼ ἀκριβέστερον ᾔδειν τῶν ἐπιπλήττειν μοι τολμησόντων, ὅτι πολλοὶ τούτοις ἐπιτιμήσουσιν· ἀλλὰ γὰρ ἡγησάμην οὐχ οὕτως ἔσεσθαι δεινόν, ἢν ἐπὶ τοῦ μέρους τούτου δόξω τισὶ τῶν καιρῶν ἀμελεῖν, ὡς ἢν περὶ ἀνδρὸς τοιούτου διαλεγόμενος παραλίπω τι τῶν ἐκείνῳ τε προσόντων ἀγαθῶν κἀμοὶ προσηκόντων εἰπεῖν.

ᾤμην δὲ καὶ παρὰ τοῖς χαριεστάτοις τῶν ἀκροατῶν εὐδοκιμήσειν, ἢν φαίνωμαι περὶ ἀρετῆς μὲν τοὺς λόγους ποιούμενος, ὅπως δὲ ταύτης ἀξίως ἐρῶ μᾶλλον σπουδάζων ἢ περὶ τὴν τοῦ λόγου συμμετρίαν, καὶ ταῦτα σαφῶς εἰδὼς τὴν μὲν περὶ τὸν λόγον ἀκαιρίαν ἀδοξότερον ἐμὲ ποιήσουσαν, τὴν δὲ περὶ τὰς πράξεις εὐβουλίαν αὐτοὺς τοὺς ἐπαινουμένους ὠφελήσουσαν· ἀλλʼ ὅμως ἐγὼ τὸ λυσιτελὲς ἐάσας τὸ δίκαιον εἱλόμην.

οὐ μόνον δʼ ἂν εὑρεθείην ἐπὶ τοῖς νῦν λεγομένοις ταύτην ἔχων τὴν διάνοιαν, ἀλλʼ ὁμοίως ἐπὶ πάντων, ἐπεὶ καὶ τῶν πεπλησιακότων μοι φανείην ἂν μᾶλλον χαίρων τοῖς ἐπὶ τῷ βίω καὶ ταῖς πράξεσιν εὐδοκιμοῦσιν ἢ τοῖς περὶ τοὺς λόγους δεινοῖς εἶναι δοκοῦσιν. καίτοι τῶν μὲν εὖ ῥηθέντων, εἰ καὶ μηδὲν συμβαλοίμην, ἅπαντες ἂν ἐμοὶ τὴν αἰτίαν ἀναθεῖεν, τῶν δʼ ὀρθῶς πραττομένων εἰ καὶ πάντες εἰδεῖέν με σύμβουλον γεγενημένον, οὐδεὶς ὅστις οὐκ ἂν αὐτὸν τὸν μεταχειριζόμενον τὰς πράξεις ἐπαινέσειεν.

ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅποι τυγχάνω φερόμενος· ἀεὶ γὰρ οἰόμενος δεῖν προστιθέναι τὸ τῶν προειρημένων ἐχόμενον, παντάπασι πόρρω γέγονα τῆς ὑποθέσεως. λοιπὸν οὖν ἐστιν οὐδὲν ἄλλο, πλὴν αἰτησάμενον τῷ γήρᾳ συγγνώμην ὑπὲρ τῆς λήθης καὶ τῆς μακρολογίας, τῶν εἰθισμένων παραγίγνεσθαι τοῖς τηλικούτοις, ἐπανελθεῖν εἰς τὸν τόπον ἐκεῖνον ἐξ οὗπερ εἰσέπεσον εἰς τὴν περιττολογίαν ταύτην.