Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
καὶ δικαίως τεύξει τούτων· ἐπῄνεκας γὰρ τὰς πόλεις ἀμφοτέρας καλῶς καὶ προσηκόντως, τὴν μὲν κατὰ τὴν δόξαν τὴν τῶν πολλῶν, ἧς οὐδεὶς τῶν ὀνομαστῶν ἀνδρῶν καταπεφρόνηκεν, ἀλλʼ ἐπιθυμοῦντες τυχεῖν αὐτῆς οὐκ ἔστιν ὅντινα κίνδυνον οὐχ ὑπομένουσι, τὴν δὲ κατὰ τὸν λογισμὸν τῶν πειρωμένων στοχάζεσθαι τῆς ἀληθείας, παρʼ οἷς εὐδοκιμεῖν ἄν τινες ἕλοιντο μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις διπλασίοις γενομένοις ἢ νῦν εἰσιν.
ἀπλήστως δὲ διακείμενος ἐν τῷ παρόντι πρὸς τὸ λέγειν, καὶ πόλλʼ ἂν εἰπεῖν ἔχων ἔτι καὶ περὶ σοῦ καὶ περὶ τοῖν πολέοιν καὶ περὶ τοῦ λόγου, ταῦτα μὲν ἐάσω, περὶ ὧν δὲ παρακληθῆναί με σὺ φῄς, περὶ τούτων ἀποφανοῦμαι. συμβουλεύω γάρ σοι μήτε κατακάειν τὸν λόγον μήτʼ ἀφανίζειν, ἀλλʼ εἴ τινος ἐνδεής ἐστι, διορθώσαντα καὶ προσγράψαντα πάσας τὰς διατριβὰς τὰς περὶ αὐτὸν γεγενημένας διδόναι τοῖς βουλομένοις λαμβάνειν,
εἴπερ βούλει χαρίσασθαι μὲν τοῖς ἐπιεικεστάτοις τῶν Ἑλλήνων καὶ τοῖς ὡς ἀληθῶς φιλοσοφοῦσιν ἀλλὰ μὴ προσποιουμένοις, λυπῆσαι δὲ τοὺς θαυμάζοντας μὲν τὰ σὰ μᾶλλον τῶν ἄλλων, λοιδορουμένους δὲ τοῖς λόγοις τοῖς σοῖς ἐν τοῖς ὄχλοις τοῖς πανηγυρικοῖς, ἐν οἷς πλείους εἰσὶν οἱ καθεύδοντες τῶν ἀκροωμένων, καὶ προσδοκῶντας, ἢν παρακρούσωνται τοὺς τοιούτους, ἐναμίλλους τοὺς αὑτῶν γενήσεσθαι τοῖς ὑπὸ σοῦ γεγραμμένοις, κακῶς εἰδότας ὅτι πλέον ἀπολελειμμένοι τῶν σῶν εἰσιν ἢ τῆς Ὁμήρου δόξης οἱ περὶ τὴν αὐτὴν ἐκείνῳ ποίησιν γεγονότες.”
ταῦτʼ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώσαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλʼ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος, καὶ περιστάντες αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδʼ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν ἅπερ ἐκεῖνος παρῄνεσεν.
οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν, ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.
περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·
ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.
ἤδη δʼ ἀπειρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας, τῶν ἐπισκοπούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ λόγου τὸ γεγραμμένον, ἐδέοντό μου καὶ συνεβούλευον μὴ καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδʼ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.
οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλʼ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες, ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτʼ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρόν,
εἰ πείσομαι τοῖς λεγομένοις. οὕτω δʼ ἔχων ἐφʼ οἷς εἰπεῖν ἐτόλμησαν ἐπείσθην ʽτί γὰρ δεῖ μακρολογεῖν;ʼ γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατόν, οὕτω δὲ διακείμενος ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλʼ οὐδʼ ἄλλου δεικνύοντος καὶ πονήσαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.
τίνος οὖν ἕνεκα ταῦτα διῆλθον; οὐ συγγνώμης τυχεῖν ἀξιῶν ὑπὲρ τῶν εἰρημένων, οὐ γὰρ οὕτως οἴομαι διειλέχθαι περὶ αὐτῶν, ἀλλὰ δηλῶσαι βουλόμενος τά τε περὶ ἐμὲ γεγενημένα, καὶ τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς τόν τε λόγον ἀποδεχομένους τοῦτον καὶ τῶν ἄλλων σπουδαιοτέρους καὶ φιλοσοφωτέρους εἶναι νομίζοντας τούς τε διδασκαλικοὺς[*](τούς τε διδασκαλικοὺςϝυλγ.:τοὺς διδασκαλικοὺς Γ. ) καὶ τεχνικοὺς τῶν πρὸς τὰς ἐπιδείξεις καὶ τοὺς ἀγῶνας γεγραμμένων, καὶ τοὺς τῆς ἀληθείας στοχαζομένους τῶν τὰς δόξας τῶν ἀκροωμένων παρακρούεσθαι ζητούντων, καὶ τοὺς ἐπιπλήττοντας τοῖς ἁμαρτανομένοις καὶ νουθετοῦντας τῶν πρὸς ἡδονὴν καὶ χάριν λεγομένων,
συμβουλεῦσαι δὲ τοῖς τἀναντία τούτων γιγνώσκουσι πρῶτον μὲν μὴ πιστεύειν ταῖς αὑτῶν γνώμαις, μηδὲ νομίζειν ἀληθεῖς εἶναι τὰς κρίσεις τὰς ὑπὸ τῶν ῥᾳθυμούντων γιγνομένας, ἔπειτα μὴ προπετῶς ἀποφαίνεσθαι περὶ ὧν οὐκ ἴσασιν, ἀλλὰ περιμένειν ἕως ἂν ὁμονοῆσαι δυνηθῶσι τοῖς τῶν ἐπιδεικνυμένων πολλὴν ἐμπειρίαν ἔχουσιν· τῶν γὰρ οὕτω διοικούντων τὰς ἑαυτῶν διανοίας οὐκ ἔστιν ὅστις ἂν τοὺς τοιούτους ἀνοήτους εἶναι νομίσειεν.