Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας.
οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθʼ αὑτῶν. νῦν δʼ οἴομαι τοὺς μὲν πλείστους Σπαρτιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις,
τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν μετʼ ἀποδείξεως εἰρημένων περὶ τῆς πόλεως τῆς ἑαυτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασι λεγομένων πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑποβαλεῖν,
τὰς δὲ πράξεις καὶ τὰς μάχας, ἐφʼ αἷς αὐτοί τε μέγα φρονοῦσι καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦσι, σὲ γεγραφέναι καὶ μνημονεύεσθαι πεποιηκέναι, συναγαγόντα πάσας αὐτὰς καὶ θέντα παρʼ ἀλλήλας, αἴτιον δʼ εἶναι καὶ τοῦ πολλοὺς ποθεῖν ἀναγνῶναι καὶ διελθεῖν αὐτάς, οὐ τὰς ἐκείνων ἐπιθυμοῦντας ἀκοῦσαι πράξεις,
ἀλλὰ πῶς σὺ διείλεξαι περὶ αὐτῶν μαθεῖν βουλομένους. ταῦτʼ ἐνθυμουμένους καὶ διεξιόντας οὐδὲ τῶν παλαιῶν ἔργων ἀμνημονήσειν, διʼ ὧν ἐγκεκωμίακας τοὺς προγόνους αὐτῶν, ἀλλὰ καὶ πολλάκις διαλέξεσθαι πρὸς σφᾶς αὐτούς, πρῶτον μὲν ὅτι Δωριεῖς ὄντες, ἐπειδὴ κατεῖδον τὰς πόλεις τὰς ἑαυτῶν ἀδόξους καὶ μικρὰς καὶ πολλῶν ἐνδεεῖς οὔσας, ὑπεριδόντες ταύτας ἐστράτευσαν ἐπὶ τὰς ἐν Πελοποννήσῳ πρωτευούσας, ἐπʼ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην,
μάχῃ δὲ νικήσαντες τοὺς μὲν ἡττηθέντας ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἐξέβαλον, αὐτοὶ δὲ τὰς κτήσεις ἁπάσας τὰς ἐκείνων τότε κατασχόντες ἔτι καὶ νῦν ἔχουσιν, οὗ μεῖζον ἔργον καὶ θαυμαστότερον οὐδεὶς ἐπιδείξει κατʼ ἐκεῖνον τὸν χρόνον γενόμενον, οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης.
καὶ ταῦτα μὲν μετὰ πάντων συστρατευσαμένων ἔπραξαν· ἐπειδὴ δὲ πρὸς Ἀργείους καὶ Μεσσηνίους τὴν χώραν διείλοντο καὶ καθʼ αὑτοὺς ἐν Σπάρτῃ κατῴκησαν, ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς, ὥστε ὄντας οὐ πλείους τότε δισχιλίων οὐχ ἡγήσασθαι σφᾶς αὐτοὺς ἀξίους εἶναι ζῆν, εἰ μὴ δεσπόται πασῶν τῶν ἐν Πελοποννήσῳ πόλεων γενέσθαι δυνηθεῖεν,
ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφʼ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς Ἀργείων πόλεως, ἔχοντας δʼ ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων·
ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς ὅτι σφεῖς μὲν ὄντες οὕτως ὀλίγοι τὸν ἀριθμὸν οὐδεμιᾷ πώποτε τῶν μυριάνδρων πόλεων ἠκολούθησαν οὐδʼ ἐποίησαν τὸ προσταττόμενον, ἀλλʼ αὐτόνομοι διετέλεσαν ὄντες, αὐτοὶ δʼ ἐν τῶ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους πάντων τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, καὶ τῆς τιμῆς ταύτης ἔτυχον οὐκ ἀλόγως, ἀλλὰ διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατʼ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι τούτων ἡγουμένου βασιλέως,
ἀλλὰ νενικηκέναι πάσας, οὗ τεκμήριον οὐδεὶς ἂν δύναιτο μεῖζον εἰπεῖν ἀνδρίας καὶ καρτερίας καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας, πλὴν ἢ τὸ ῥηθήσεσθαι μέλλον· τοσούτων γὰρ τὸ πλῆθος τῶν πόλεων τῶν Ἑλληνίδων οὐσῶν, τῶν μὲν ἄλλων οὐδεμίαν οὐδένʼ[*](οὐδεμίαν οὐδένʼβενσελερ· οὐδεμίανμσς.) εἰπεῖν οὐδʼ εὑρεῖν, ἥτις οὐ περιπέπτωκε ταῖς συμφοραῖς ταῖς εἰθισμέναις γίγνεσθαι ταῖς πόλεσιν,
ἐν δὲ τῇ Σπαρτιατῶν οὐδεὶς ἂν ἐπιδείξειεν οὔτε στάσιν οὔτε σφαγὰς οὔτε φυγὰς ἀνόμους γεγενημένας, οὐδʼ ἁρπαγὰς χρημάτων οὐδʼ αἰσχύνας γυναικῶν καὶ παίδων, ἀλλʼ οὐδὲ πολιτείας μεταβολὴν οὐδὲ χρεῶν ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν οὐδʼ ἄλλʼ οὐδὲν τῶν ἀνηκέστων κακῶν. περὶ ὧν διεξιόντας οὐκ ἔστιν ὅπως οὐ καὶ σοῦ, τοῦ τʼ ἀθροίσαντος καὶ διαλεχθέντος οὕτω καλῶς περὶ αὐτῶν, μεμνήσεσθαι καὶ πολλὴν χάριν ἕξειν.
οὐ τὴν αὐτὴν δὲ γνώμην ἔχω περὶ σοῦ νῦν καὶ πρότερον. ἐν μὲν γὰρ τοῖς παρελθοῦσι χρόνοις ἐθαύμαζόν σου τήν τε φύσιν καὶ τὴν τοῦ βίου τάξιν καὶ τὴν φιλοπονίαν καὶ μάλιστα τὴν ἀλήθειαν τῆς φιλοσοφίας, νῦν δὲ ζηλῶ σε καὶ μακαρίζω τῆς εὐδαιμονίας· δοκεῖς γάρ μοι ζῶν μὲν λήψεσθαι δόξαν οὐ μείζω μὲν ἧς ἄξιος εἶ, χαλεπὸν γάρ, παρὰ πλείοσι δὲ καὶ μᾶλλον ὁμολογουμένην τῆς νῦν ὑπαρχούσης, τελευτήσας δὲ τὸν βίον μεθέξειν ἀθανασίας, οὐ τῆς τοῖς θεοῖς παρούσης, ἀλλὰ τῆς τοῖς ἐπιγιγνομένοις περὶ τῶν διενεγκόντων ἐπί τινι τῶν καλῶν ἔργων μνήμην ἐμποιούσης.