Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
ταῦτα δʼ εἶπον οὐ πρὸς τὴν εὐσέβειαν οὐδὲ πρὸς τὴν δικαιοσύνην οὐδὲ πρὸς τὴν φρόνησιν ἀποβλέψας, ἃ σὺ διῆθες, ἀλλὰ πρὸς τὰ γυμνάσια τἀκεῖ καθεστηκότα καὶ πρὸς τὴν ἄσκησιν τῆς ἀνδρίας καὶ τὴν ὁμόνοιαν καὶ συνόλως τὴν περὶ τὸν πόλεμον ἐπιμέλειαν, ἅπερ ἅπαντες ἂν ἐπαινοῖεν, καὶ μάλιστʼ ἂν αὐτοῖς ἐκείνους χρῆσθαι φήσειαν.”
ταῦτα δʼ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον τὸ πικρότατον τῶν τότε ῥηθέντων οὐκ ἀπαιδεύτως ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον· οὐ μὴν ἀλλʼ ἐκεῖνʼ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.
“ἐκείνοις μὲν γὰρ τοῖς ἐπιτηδεύμασιν ἐλυμαίνοντο τοὺς αὑτῶν παῖδας, οἷς δʼ ὀλίγῳ πρότερον σὺ διῆλθες, τοὺς Ἕλληνας ἀπώλλυσαν. ῥᾴδιον δʼ, ὡς οὕτως εἶχε ταῦτα, συνιδεῖν. οἶμαι γὰρ ἅπαντας ἂν ὁμολογῆσαι κακίστους ἄνδρας εἶναι καὶ μεγίστης ζημίας ἀξίους, ὅσοι τοῖς πράγμασι τοῖς εὑρημένοις ἐπʼ ὠφελίᾳ, τούτοις ἐπὶ βλάβῃ χρώμενοι τυγχάνουσι,
μὴ πρὸς τοὺς βαρβάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειοτάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας· ἅπερ ἐποίουν Ξπαρτιᾶται. καίτοι πῶς ὅσιόν ἐστι φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκε σώζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;
ἀλλὰ γὰρ οὐ σὺ μόνος ἀγνοεῖς τοὺς καλῶς χρωμένους τοῖς πράγμασιν, ἀλλὰ σχεδὸν οἱ πλεῖστοι τῶν Ἑλλήνων. ἐπειδὰν γάρ τινας ἴδωσιν ἢ πύθωνται παρά τινων ἐπιμελῶς διατρίβοντας περὶ τὰ δοκοῦντʼ εἶναι καλὰ τῶν ἐπιτηδευμάτων, ἐπαινοῦσι καὶ πολλοὺς λόγους ποιοῦνται περὶ αὐτῶν, οὐκ εἰδότες τὸ συμβησόμενον.
χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βουλομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δʼ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν, ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν,
καὶ τοὺς μὲν νομίμως καὶ καλῶς χρωμένους οἷς ἐμελέτησαν ἐπαινεῖν καὶ τιμᾶν, τοὺς δὲ πλημμελοῦντας καὶ κακουργοῦντας ψέγειν καὶ μισεῖν καὶ φυλάττεσθαι τὸν τρόπον αὐτῶν, ἐνθυμουμένους ὡς οὐχ αἱ φύσεις αἱ τῶν πραγμάτων οὔτʼ ὠφελοῦσιν οὔτε βλάπτουσιν ἡμᾶς, ἀλλʼ ὡς αἱ τῶν ἀνθρώπων χρήσεις καὶ πράξεις ἁπάντων ἡμῖν αἴτιαι τῶν συμβαινόντων εἰσίν.
γνοίη δʼ ἄν τις ἐκεῖθεν· τὰ γὰρ αὐτὰ πανταχῇ καὶ μηδαμῇ διαφέροντα τοῖς μὲν ὠφέλιμα τοῖς δὲ βλαβερὰ γίγνεται. καίτοι τὴν μὲν φύσιν ἕκαστον τῶν ὄντων τὴν ἐναντίαν αὐτὴν αὑτῇ καὶ μὴ αὐτὴν οὐκ εὔκολόν ἐστιν· τὸ δὲ μηδὲν τῶν αὐτῶν συμβαίνειν τοῖς ὀρθῶς καὶ δικαίως πράττουσι καὶ τοῖς ἀσελγῶς τε καὶ κακῶς, τίνι τῶν ὀρθῶς λογιζομένων οὐκ ἂν εἰκότως ταῦτα γίγνεσθαι δόξειεν;