Panathenaicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by George Norlin, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929-1982.
ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων· οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστʼ οὐδὲ γράμματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων ἀλλὰ καὶ τῶν πώποτε γενομένων.
ἀλλʼ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασι, καὶ ταῦτʼ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς ἑαυτῶν ἐθίζουσι περὶ τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐτοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.
ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τʼ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπών, ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα τὸν τρόπον αὐτῶν. ἐκεῖνοι γὰρ καθʼ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθʼ ὧν ἂν ἕκαστοι βουληθῶσι, λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δʼ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων·
ἐν ᾗ συμβαίνει τοὺς μὲν ληφθέντας ἀργύριον ἀποτίνειν καὶ πληγὰς λαμβάνειν, τοὺς δὲ πλεῖστα κακουργήσαντας καὶ λαθεῖν δυνηθέντας ἔν τε τοῖς παισὶν εὐδοκιμεῖν μᾶλλον τῶν ἄλλων, ἐπειδὰν δʼ εἰς ἄνδρας συντελῶσιν, ἢν ἐμμείνωσι τοῖς ἤθεσιν οἷς παῖδες ὄντες ἐμελέτησαν, ἐγγὺς εἶναι τῶν μεγίστων ἀρχῶν.
καὶ ταύτης ἤν τις ἐπιδείξῃ παιδείαν μᾶλλον ἀγαπωμένην ἢ σπουδαιοτέραν παρʼ αὐτοῖς εἶναι νομιζομένην, ὁμολογῶ μηδὲν ἀληθὲς εἰρηκέναι μηδὲ περὶ ἑνὸς πώποτε πράγματος. καίτοι τί τῶν τοιούτων ἔργων καλόν ἐστιν ἢ σεμνόν, ἀλλʼ οὐκ αἰσχύνης ἄξιον; πῶς δʼ οὐκ ἀνοήτους χρὴ νομίζειν τοὺς ἐπαινοῦντας τοὺς τοσοῦτον τῶν νόμων τῶν κοινῶν ἐξεστηκότας καὶ μηδὲν τῶν αὐτῶν μήτε τοῖς Ἕλλησι μήτε τοῖς βαρβάροις γιγνώσκοντας;
οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας[*](κακουργοῦνταςϝυλγ.:κατηγοροῦντας Γ. ) καὶ κλέπτοντας πονηροτέρους[*](πονηροτέρουςϝυλγ.:πονηροτάτους Γ. ) τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”
ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγουσ” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις,
ἐμοῦ δʼ οὐ δικαίως κατηγορεῖν. ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις, εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. εἰς τοιαύτην δʼ ἀπορίαν καταστὰς εἶπον ὅπερ ἦν λοιπόν, ὡς εἰ καὶ μηδὲν διʼ ἄλλο, διά γʼ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιμεν, ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.