Plataicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
ἐπεδείξαντο δʼ ὑμῖν ὡς χρὴ τῇ φύσει χρῆσθαι τῇ τούτων ἐξ ὧν ἔπραξαν περὶ Ὠρωπόν· ὅτε μὲν γὰρ ἐξουσίαν ἤλπισαν αὑτοῖς ἔσεσθαι ποιεῖν, ὅ τι ἂν βουληθῶσιν, οὐχ ὡς συμμάχοις ὑμῖν προσηνέχθησαν, ἀλλʼ ἅπερ ἂν εἰς τοὺς πολεμιωτάτους ἐξαμαρτεῖν ἐτόλμησαν· ἐπειδὴ δʼ ἐκσπόνδους αὐτοὺς ἀντὶ τούτων ἐψηφίσασθε ποιῆσαι, παυσάμενοι τῶν φρονημάτων ἦλθον ὡς ὑμᾶς ταπεινότερον διατεθέντες ἢ νῦν ἡμεῖς τυγχάνομεν ἔχοντες.
ὥστʼ ἤν τινες ὑμᾶς ἐκφοβῶσι τῶν ῥητόρων ὡς κίνδυνός ἐστι, μὴ μεταβάλωνται καὶ γένωνται μετὰ τῶν πολεμίων, οὐ χρὴ πιστεύειν· τοιαῦται γὰρ αὐτοὺς ἀνάγκαι κατειλήφασιν, ὥστε πολὺ ἂν θᾶττον τὴν ὑμετέραν ἀρχὴν ἢ τὴν Λακεδαιμονίων συμμαχίαν ὑπομείναιεν.
εἰ δʼ οὖν καὶ τἀναντία μέλλοιεν ἅπαντα πράξειν, οὐδʼ οὕτως ἡγοῦμαι προσήκειν ὑμῖν τῆς Θηβαίων πόλεως πλείω ποιήσασθαι λόγον ἢ τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἐνθυμουμένους πρῶτον μὲν ὡς οὐ τοὺς κινδύνους, ἀλλὰ τὰς ἀδοξίας καὶ τὰς αἰσχύνας φοβεῖσθαι πάτριον ὑμῖν ἐστιν, ἔπειθʼ ὅτι συμβαίνει κρατεῖν ἐν τοῖς πολέμοις οὐ τοὺς βίᾳ τὰς πόλεις καταστρεφομένους, ἀλλὰ τοὺς ὁσιώτερον καὶ πραότερον τὴν Ἑλλάδα διοικοῦντας.