Plataicus
Isocrates
Isocrates. Isocrates with an English Translation in three volumes, by Larue Van Hook, Ph.D., LL.D. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1945-1968.
ἐγὼ δʼ οὔτε τοῖς συμμάχοις ἡγοῦμαι λυσιτελεῖν τοὺς ἀσθενεστέρους τοῖς κρείττοσι δουλεύειν, καὶ γὰρ τὸν παρελθόντα χρόνον ὑπὲρ τούτων ἐπολεμήσαμεν, οὔτε Θηβαίους εἰς τοῦτο μανίας ἥξειν ὥστʼ ἀποστάντας τῆς συμμαχίας Λακεδαιμονίοις ἐνδώσειν τὴν πόλιν, οὐχ ὡς πιστεύων τοῖς τούτων ἤθεσιν, ἀλλʼ οἶδʼ ὅτι γιγνώσκουσιν ὡς δυοῖν θάτερον ἀναγκαῖόν ἐστιν αὐτοῖς, ἢ μένοντας ἀποθνῄσκειν καὶ πάσχειν οἷά περ ἐποίησαν, ἢ φεύγοντας ἀπορεῖν καὶ τῶν ἐλπίδων ἁπασῶν ἐστερῆσθαι.
πότερα γὰρ τὰ πρὸς τοὺς πολίτας αὐτοῖς ἔχει καλῶς, ὧν τοὺς μὲν ἀποκτείναντες, τοὺς δʼ ἐκ τῆς πόλεως ἐκβαλόντες διηρπάκασι τὰς οὐσίας, ἢ τὰ πρὸς τοὺς ἄλλους Βοιωτούς, ὧν οὐκ ἄρχειν μόνον ἀδίκως ἐπιχειροῦσιν, ἀλλὰ τῶν μὲν τὰ τείχη κατεσκάφασι, τῶν δὲ καὶ τὴν χώραν ἀπεστερήκασιν;
ἀλλὰ μὴν οὐδʼ ἐπὶ τὴν ὑμετέραν πόλιν οἷόν τʼ αὐτοῖς ἐπανελθεῖν ἐστίν, ἣν οὕτω συνεχῶς φανήσονται προδιδόντες. ὥστʼ οὐκ ἔστιν ὅπως βουλήσονται πρὸς ὑμᾶς ὑπὲρ τῆς ἀλλοτρίας διενεχθέντες τὴν αὑτῶν πόλιν οὕτως εἰκῇ καὶ προδήλως ἀποβαλεῖν, ἀλλὰ πολὺ κοσμιώτερον διακείσονται πρὸς ἁπάσας τὰς πράξεις, καὶ τοσούτῳ πλείω ποιήσονται θεραπείαν ὑμῶν, ὅσῳ περ ἂν μᾶλλον περὶ σφῶν αὐτῶν δεδίωσιν.