Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας ι Ἡγήμων φησίν, ᾽ ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας πρῶτος Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον. δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα. καὶ τότ’ ἐγὼ ᾽ θάρσησα.
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε·
λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει· ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
εὐδοκίμει δ᾽· ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς οὖν ἀνέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες ι’ Ἀθηναῖο ι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας, ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ’ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι’ Ἀλκιβιάδην,
φυγόντος δι’ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου

.᾽ αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.
καὶ ὁ Οὐλπιανός·
ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.
καὶ ὁ Δημόκριτος ἔφη;
Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί·
μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ᾽χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως·
ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις. β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει.
ἐν δ’ Ἰκαρίοις σατύροις φησίν·
ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. εἶτ’ ἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, ὡσπερεὶ ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.

ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως·
πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; β. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ’ ἴσως. β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε περί τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.
τοιούτων οὖν

πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι·

ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἡ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοὸν θ’ ἅμα χερσὶν ἔχουσα.
Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως·
τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.
χειρόνιπτρον δ’ Εὔπολις ἐν Δήμοις·
κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
Ἐπίχαρμος δ’ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων
κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι, χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας
Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ’ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως· ι
καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν ὥρα ᾽ στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι, ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
Μένανδρος Ὑδρίᾳ·
οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.

Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρά τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι·

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
πῂ δέ·
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
καὶ Σώφρων ἐν γυναικείοις·
τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ’ ἁμῖν τὰν
τράπεζαν.
παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ·
εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἀλλὰ καὶ παρ’ Εὐπόλιδι ἐν Αἰξὶν
αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπετέλουν καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς, βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν· ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δ’ ἐν Ἥρωσι χερνίβιον εἴρηκεν.

ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ·

ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσὸν μοί τινα
φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρ’ ὕδωρ καὶ σμῆμα.
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ. περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ ι Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως·
τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας εὐώδη λαβὼν γῆν.
καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν
ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν, σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε --- λαμπρὰ σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τ’ ἀμβροσίοδμα καὶ στεφάνους ἰοθαλέας.
δρόμων δ’ ἐν Ψαλτρίᾳ·
ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες, ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.

ἐκάλουν δ’ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης·

ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Ἀντικλείδης ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε·
ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος, ἔπειτα στὰς παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις, ἔπειτα αὖθις μύρον κατάχεε.
παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως
ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ ταῦτα τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.

χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς·

φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον.
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικὸς φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Σοφοκλῆς Οἰνομάῳ·
σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. Ξενοφῶν δ’ ἐν αʹ Παιδείας γράφει
ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ’ αὐτῶν ἐγένετο.
πολέμων δ’ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δ’ ἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων
ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον. τὸ γοῦν κατὰ χειρὸς περιέγραψ’ εἴπας ὅτι μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις·
ὠμολίνοις κόμη βρύουσ’ ἀτιμίας πλέως.
Σαπφὼ δ’ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην
χερρόμακτρα δὲ πορφύρᾳ κἀπαυγάμενα ταῦτά τοι Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας δῶρα τίμια κὰγ
γενῦν, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ
γυναῖκες δ’ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.
Ἡρόδοτος δ’ ἐν τῇ β’ φησί·
μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον.

τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ ʽ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος ἐν μὲν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι· δι’ ὃν καὶ ἐξεχώρησε Καλυδῶνος, ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει. Ἡρόδωρος δ’ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ’ Ἡρακλέα λόγου Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων ʽ Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν δευτέρῳ Οἰταικῶν, ᾧ καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ ʽ Ἡρακλέους

ἐν Προσχίῳ, ὃ μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου. ἡμεῖς δ’ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.

αλλ’ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν, ἵν’ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν ᾧ χαίρει, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς,
Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος, ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων
πρῶτον· μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ᾽· ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα.
Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει·
ὑπὸ δὲ τῆς βουλιμίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος· ---δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψεν, πυρὶ δ’ ἐκκαπύοντα σώματα· καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἴδον ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ἦν διακρῖναι ἰδόντα παῦρος ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.

εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ’ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ’ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ τοῦ ʽ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου

τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ ʽ Ἡρακλέους ἐγκωμίῳ.

καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ·

ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενὸν περ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἡ δὲ μάλ’ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γάρ οὐδ’ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν, γέρων τε ὢν
ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.

Θεαγένης δ’ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι

καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος Θευγένει· ἅσσα φαγὼν· ἔτ’ ἐπῄτεον. εἵνεκα τούτου, χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Μίλων δ’ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης
Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων, ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς Ἀλέξανδρος. Φύλαρχος δέ φησιν ἐν τῇ γ’ τῶν ἱστοριῶν τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός· διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε·
τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως. καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου· ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν.
Ἀστυάναξ δ’ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ’ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ, ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ’ αὐτοῦ
καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.

καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι· πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται, διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει·

κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος, κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοὶ τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ. σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα. λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα φοιτῶσ’ ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δὲ ὠκύπους ἀνήρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει ι πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας; οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας στάς. ἄνδρας οἶμαι χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις, τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.

ταῦτ’ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος

ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ· δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσὶν κ’ εἴη κυδρότερος προσορᾶν καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι, οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη. ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθῆς λαοῖσι μετείη οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ ὁ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι
γυμνοὶ γὰρ ὀσφύν, φαιδίμους βραχίονας ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας· ἄδην δ’ ἐλαίου στέρνα κἀσπίδων κύτος χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.

Ἡράκλειτος δ’ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ’ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ’ ἐπέγραψε·

Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου, εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ’ ὁ μαυρὰ βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
ὁ τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων τῶν τότε ληναίην ἦλθ’ ὑπὸ Καλλιόπην.
Ἀμάραντος δὲ ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ· πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης, ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαΐς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ, τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ.

Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ’ ἰσχυρῶς, λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως

ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους, κανθηλίους τρεῖς τῆς βραχείας ἡμέρας πίνει δ᾽, ἕνα καλῶν μετρητήν, τὸν δεκάμφορον, πίθον.
τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ’ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. β. μόλις; ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μικροῦ τριήρους σιτία.
Ξάνθος δ’ ἐν τοῖς Λυδιακοῖς Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης, περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν, παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ. Ἀρχίλοχος δ’ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως·
τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ, καὶ Τιμοκρέων δ’ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ·

πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
Θρασύμαχος δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι· ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ’ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον
ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ ἐν αʹ Δευκαλιωνείας Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς Αἴθωνα κληθῆναι. πολέμων δ’ ἐν αʹ τῶν πρὸς Τίμαιον παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς Εὐνόστου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.

καὶ Ἀλκμὰν δ’ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων

καὶ ποκά τοι δώσω τρίποδος κύτος, ᾧ κ’ ἔνι σιτί’ ἀολλέ’ ἀγείρῃς. ἀλλ’ ἔτι νῦν γ’ ἄπυρος, τάχα δὲ πλέος ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν ἠράσθη χλιαρὸν πεδὰ τὰς τροπάς. οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει, ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος, ζατεύει.
κἀν τῷ εʹ δ’ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως
ὠρας δ’ ἔσηκε τρεῖς, θέρος καὶ χεῖμα κὠπώραν τρίταν καὶ τέτρατον τὸ ἦρ, ὅκα
σάλλει μέν, ἐσθίεν δ’ ἄδαν οὐκ ἔστι.
Ἀναξίλας δ’ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν
ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.
κἀν Πλουσίοις·
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. β. τί γὰρ σὲ κωλύει; α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.
κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ·
οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές· ὄντως Κραναὸς Κτησίου κατεσθίει ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
Φιλέταιρος δ’ ἐν Ἀταλάντῃ·
δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
Ἀνάξιππος Κεραυνῷ·
ὁρῶ γάρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. β. ἦ τοῦτον λέγεις τὸν Πτέρινον; α. αὐτόν τ’ ὃν καλοῦσιν οἱ φίλοι
νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. β εἰκότως· ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι αὐτὸν κατασκήπτοντ’ ἐπ’ αὐτὰς τῇ γνάθῳ.
ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ’ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ’ ἐν Ἐπιδαύρῳ,
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν
ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς, ὄρνιθ᾽. β. Ἄπολλον. λέγ’ ἕτερον. α. σύκων δύο μνᾶς. β. ἐπέπιες δὲ πόσον; α. ἀκράτου δώδεκα κοτύλας. β. Ἄπολλον, λέγ’ καὶ Σαβάζιε.

καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί·

πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ’ ἀνδρικοὶ καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
καὶ ἐν Εὐρώπῃ·
κτίζε Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.
καὶ ἐν Ἴωνι·
οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.
ἐν δὲ Κέρκωψι·
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τὴν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν μακρὰν βαδίζων, πολλὰ δ’ ἀσθμαίνων ἀνήρ, δάκνων τὰ χείλη παγγέλοιός ἐστ’ ἰδεῖν,
ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα·
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ---
Δίφιλος δὲ ἐν Βοιωτίδι·
οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
Μνησίμαχος Βουσίριδι
εἰμὶ γὰρ Βοιώτιος ὀλίγα μὲν λαλῶν, β. δίκαια ταῦτα. α. πολλὰ δ᾽· ἐσθίων.
Ἄλεξις Τροφωνίῳ·
νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις ὡς ἀκίνητοι ξυνέσει, ὁ βοᾶν καὶ πίνειν μόνον
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ’ ὅλην, γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες.
Ἀχαιὸς δ’ ἐν Ἄθλοις·
πότερα θεωροῖς εἴτ’ ἀγωνισταῖς λέγεις; β, πόλλ’ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος. α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; β. Βοιώτιοι.
ι ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν
τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ ;
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ’ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς.