Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

νῆτται. τούτων, ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος, ὁ ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων ὁ μὲν ἄρρην κατάγραφος ἐστὶ δὲ ἧττον’ ---νήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη, ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων,

ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται, ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι, ἡ δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμὸς ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφ’ ὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων λιμναίων πολλῶν Ἀριστοφάνης ἐν ᾽ Ἀχαρνεῦσι διὰ τούτων·
νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας, τροχίλους, κολύμβους.
μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων.

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι παραστάται , ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ παραφερομένων ἐπεί τις ἔφη

τῶν πνικτῶν κρεᾳδίων δός,
ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς
αὐτὸς ἐγώ,
φησίν,
ἀποπνιγήσομαι εἰ μὴ ἐρεῖς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω
πρὶν μαθεῖν.
ὁ δὲ
Στράττις εἶπεν,
ἔφη,
ἐν Μακεδόσιν ἢ Παυσανίᾳ· πνικτόν τι τοίνυν ὄψον ἔστω σοι συχνὸν τοιοῦτον. καὶ Εὔβουλος Κατακολλωμένῳ·
καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξὶν ᾽ ἐν λοπάδι πεπνιγμένον.᾽ Κρατῖνος δ’ ἐν Δηλιάσι·
τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ·
καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. β. τί λέγεις; α. τραγῳδίαν περαίνω Σοφοκλέους.

γαλαθηνῶν δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη·

ΦερεκράτηςΔουλοδιδασκάλῳ· ᾽ γαλαθήν’ ἔκλεπτον οὐ τέλεα ἐν δὲ Αὐτομόλοις· οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις Ἀλκαῖος Παλαίστρᾳ·
ὁδὶ γὰρ αὐτός ἐστιν εἴ τι γρύξομαι ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
Ἡρόδοτος δ’ ἐν τῇ πρώτῃ φησὶν ὅτι ἐν Βαβυλῶνι
ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης· Φιλεταίρῳ·
κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ γαλαθηνός. ἡνίοχος
Πολυεύκτῳ·
ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, ὁ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών,
καὶ Ἀνακρέων δέ φησιν
οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν, ὅς τ’ ἐν ὕλῃ κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
Κράτης Γείτοσι·
νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις, ἅλις ὅπως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ χοίρων.
Σιμωνίδης δ’ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν·
ὦ τέκος, οἷον ἔχω πόνον σὺ δ’ ἀωτεῖς, γαλαθηνῷ δ’ ἤτορι κνώσσεις.
καὶ ἐν ἄλλοις ἐπ’ Ἀρχεμόρου εἴρηκεν·
ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη, θῆσθαι δ’ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος·
Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,
διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς·
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.

περιενεχθεισῶν δέ ποτε καὶ δορκάδων ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη·

οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων.
πρὸς ὃν ὁ Μυρτίλος ἔφη·
μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες.᾽

ταώς. ὅτι σπάνιος οὗτος ὁ ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ ἢ Τύχωνι λέγων οὕτως·

τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν τὸ χρῆμα· πλείους δ’ εἰσὶ νῦν τῶν ὀρτύγων.
καὶ Εὔβουλος ἐν Φοίνικι, καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται.
ὁ ταώς,
φησὶν Ἀριστοτέλης,
σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει, ἐπῳάζει δ’ ἡμέρας πρὸς λ᾽. τίκτει· τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα· ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ’ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς.
Εὔπολις δ’ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως·
μή ποτε θρέψω παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει.
Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει·
εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι, ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται· τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ’ οὐ τὸ σῶμα.
ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν ἡ θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν
ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ’ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε, καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ’ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.

ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρ’ Εὐπόλιδι ἐν Ἀστρατεύτοισ—πρόκειται δὲ τὸ μαρτύριον—καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους·

Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
καὶ πάλιν
ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δήπου ταὧς;
λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης, ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. Σέλευκος δ’ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ·
ταὧς· παραλόγως δ’ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι’ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας , πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες . εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ᾽
ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τὸ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.

πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων,

ἀλλὰ κἀγώ,
φησὶν ὁ Λαρήνσιος,
κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν ζητήσεις γὰρ σιτούμεθα· τὸν τέτρακα τί νομίζετε;
καὶ τινος εἰπόντος
εἶδος ὀρνέου
ʽ ἔθος δὲ γραμματικῶν παισὶν περ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου᾽, ὁ Λαρήνσιος ἔφη·
καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα· ᾽ πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.` ζητῶ δ’ ἐγὼ παρ’ ὑμῶν μαθεῖν εἰ καὶ παρ’ ἄλλῳ, τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων, λέγει γάρ οὕτως· ‘τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ·’ καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ·
λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας.
καὶ ἐν ἄλλοις δέ φησιν
ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι.
ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε σιωπᾶτε γάρ, ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μοισίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μοισοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ’ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα, νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρἈλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη.
ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος· καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια· βαρεῖα δ’ ἦν ἡ φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ’ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.

ψύαι. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν

ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψοίας ἔγχει νύξε.
Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει·
ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ’ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας.
Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί·
σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι.
μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς·
λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ---

οὖθαρ. ΤηλεκλείδηςΣτερροῖς· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ʽ
Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν ---σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον. ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ·
ὑπογάστριον θύννου τι κἀκροκώλιον.
Θεόπομπος Καλλαίσχρῳ ·
ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ.
ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως·
θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια·

λαγὼς , περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί·

τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος, ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σ’ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων.
Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε·
ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον; οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων
κορίαννον ἵνα τί λεπτόν; β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

Τρύφων δέ φησι·

τὸν λαγὼν ἐπ’ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ λέγει·
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
καὶ ἐν Δαιταλεῦσιν
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
Ξενοφῶν δ’ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ’ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική·
γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τῇ δὲ λαγὼν ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν ᾽ ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες εἰσὶν δ’ οἳ καὶ ταῦτ’ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται, δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω
παρ’ Ἀττικοῖς· ναὸς νεώς, κάλος κάλως. οὕτως δ’ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός·
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,
τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς·
γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τὸ μέντοι ἢ πτῶκα λαγωὸν ᾽ εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω , εἰ δ’ Ἀττικόν, τὸ ο . λαγῷα δὲ λέγεται κρέα.

Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν ὑπομνήμασι

κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ
φησιν
βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι λαγῶν ἐν Ἀστυπαλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι. καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο· Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατ’ ἀρχὰς δ’ ἡ μὲν Ἀστυπάλαια οὐκ εἶχεν λαγώς, ἀλλὰ πέρδικας, ἡ δὲ Ἀνάφη οὐ πέρδικας, ἀλλὰ λαγώς.
πολύγονον δ’ ἐστὶ τὸ ζῷον ὁ λαγώς, ὡς Ξενοφῶν εἴρηκεν ἐν τῷ Κυνηγετικῷ. καὶ Ἡρόδοτος δ’ οὕτως
φησὶν
τοῦτο μὲν ὅτι ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇς μήτρῃσι πλάσσεται, τὸ δ’ ἐπαναιρέεται.
Πολύβιος δ’ ἐν τῇ δωδεκάτῃ τῶν ἱστοριῶν γίγνεσθαί φησι παρόμοιον τῷ λαγῷ ζῷον τὸν κούνικλον καλούμενον, γράφων οὕτως·
ὁ δὲ κούνικλος καλούμενος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός· ὅταν δ’ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν, γίνεται δὲ τὸ πλεῖον κατὰ γῆς.
μνημονεύει δ’ αὐτῶν καὶ Ποσειδώνιος ὁ φιλόσοφος ἐν τῇ ἱστορίᾳ·
καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς γῆς κατὰ τὰ τελευταῖα μέρη τῆς Δικαιαρχείας ὑπ’ ὀλίγων μὲν κατοικουμένη, πολλοὺς δὲ ἔχουσα τοὺς κουνίκλους τούτους.
καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί. μνημονεύει Δίφιλος ἢ Καλλιάδης ἐν Ἀγνοίᾳ οὕτως·
τί τοῦτο; ποδαπὸς οὗτος; β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.
Θεόπομπος δὲ ἐν τῇ κ’ τῶν ἱστοριῶν περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας.

σύος δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ’ οὐδὲν

ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου.
προβάλλω,
τίς ἔφη,
σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν.
ὁ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος
ἀλλ’ ὑμεῖς γε,
ἔφη,
ἄνδρες γάστρωνες , εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε, προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ ς σῦς ἐτυμώτερον παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ’ ἀρχὰς ς ὗς. οἱ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα, νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων
σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος·
παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ
ἐβδόμῃ. καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν.
καὶ ὁ Δημόκριτος ἔφη·
ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά, κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλίτας ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ ἀφαυανθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ·
ξεῖνε, Φιλίτας εἰμί. λόγων ὁ ψευδόμενός με ὤλεσε καἰνικτῶν φροντίδες ἑσπέριοι.

ἵν’ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε·
λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι·
νυμφῶν ὑπὸ σπήλυγγα τόνδ’ αὐτόστεγον σύαγρον ἐκβόλειον εὔθηρον κυσίν, ὁπλάς τ’ ἀπαρχὰς ἀκροθινιάζομαι.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.᾽
καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου συός, εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται. οὐκ ἀγνοῶ δ’ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν
ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς.
καὶ Σκίρας εἷς δ’ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος ἐν Μελεάγρῳ φησὶν
ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται.
ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.

περιεφέροντο καὶ ἔριφοι πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολύ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατὸν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ᾽ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον.

εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι, ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ’ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ·
κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις φησίν; β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ, ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.
ἐν δὲ Κύκλωπί φησι·
τῶν χερσαίων δ’ ὑμῖν ἥξει παρ’ ἐμοῦ ταυτί βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας δέλφαξ, δασύπους, ἔριφοι, --- τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός.

Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει·

βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶσ’ οἱ φύλαρχοι, τούς τε μαθητὰς τοὺς ὡραίους οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν οἶσθ’ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί· σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον κρατὴρ ἐξερροίβδητ’ οἴνου· πρόποσις χωρεῖ· λέπεται κόρδαξ· ἀκολασταίνει νοῦς μειρακίων· πάντ’ ἐστ’ ἔνδον τὰ κάτωθεν ἄνω. μέμνησ’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω. χάσκεις οὗτος; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος,
θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος , μεμβράς, σκόμβρος, θυννίς, κωβιός. ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος , τριχίας, φυκίς. βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος , λεβίας, σπάρος, αἰολίας· θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, ὁ σηπία, ὀρφώς, κάραβος , ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος· κρέα τ’ ἄλλα τὸ πλῆθος ἀμύθητον χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ’ ἔστ᾽ ἀγαθῶν πλήθη. πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί, μολπά, κλαγγὰ θράττει, πνεῖται κούραν κασίας ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας· ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου,
στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου· τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος.

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει, διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη·

τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀναξίππῳ τῷ κωμικῷ μάγειρος, ὃς ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο;
ΣόφωνἈκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, ὁ πάντ’ ἀφεῖλον εἶναὶ θ’ ὑπέλαβον τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπὲς οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους
ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. β. μάλ’ εἰκότως. α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν, α. τὸν ὄρθρον ἐν ταῖς χερσί μ’ ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα· τεταγμέν’ εὐθὺς ἐστί μοι πρὸς τὸν βίον ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιὰν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον. ὅταν ἐγγύς ᾖ τῳ δ’ ἡ σορός, ἀρτύω φακῆν καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρόν ποιῶ. τά τῶν γερόντων στόματα διαφοράν ἔχει,
νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων. σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν.

καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ, τί φησίν;
σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς, ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν. ἂν μὲν γάρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. ὡς οὐ στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι.
συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καί τίν’ ἰχθὺν ἀγοράσαι, οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ’ ἄκουε μηδὲ πάντα μάνθανε. τῶν βιβλίων ἔσθ’ ἕνεκα τὰ περὶ τὴν τέχνην κενὰ μᾶλλον ἢ τόθ’ ὅτ’ οὐδέπω γεγραμμέν’ ἦν. οὐδ’ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ’ ἀρτίως --- ὅρον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. σιμ. ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ᾽, ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι φορτηγικῶν μοι βρωμάτων κἀγωνίας τἠμῇ ποιήσω νυστάσαι παροψίδι.

πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη·
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστὶ
κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς· σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν ʽ παρὰ τοὺς ἔμπροσθεν’ ἢ μὴ κόπτ’ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι.
καὶ ὅς·
β. καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, κατά, τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ’ εἴρηκεν
ὅσον δ’ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος. καπνιζομένη τυραννὶς αὕτη ᾽σθ’ ἡ τέχνη, ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην, παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν. τὸ μέγιστον οὐκ εἴρηκα Λαχάρους τινός, ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους, ἀνάληψιν ἐποίησ’ εἰσενέγκας κάππαριν.
α. γυμνὴν Ἀθηνᾶν τότ’ ἐποίησε Λαχάρης οὐδὲν ἐνοχλοῦσαν σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ,
ὁ Αἰμιλιανὸς ἔφη,
εἰ μὴ δείξεις ὅ τι φέρεις.
καὶ ὃς μόλις ἔφη·
ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ ἐσκεύασται δ’ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς,
ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς, ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ’ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.
καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν
τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ αὐτμή.
τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.

μετὰ ταῦτα περιενεχθεισῶν

ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις,
ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει·
πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον ὁ κύαμος, πισός· ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.
πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ’ ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως
τῆς τῶν πυρῶν,
φησίν,
ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν
ὁλόπυρον προσαγορεύουσιν.
τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη·
ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα,
καὶ ὁ Οὐλπιανὸς ἔφη·
τίς δ’ αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητὺν περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ’ ἑκάστου μισθὸν λαβών.
ἀλλ’ ἔγωγε,
φησὶν ὁ Δημόκριτος,
οὐκ ὢν
λαβάργυρος ὡρολογητὴσς
κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος.