Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

δ’ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ:

ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί: ἐγκέφαλος: ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός: εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε: καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ’ ὁ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.

μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε:

οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες: ὑπὸ τῶν τοιούτων ἡ τέχνη λυμαίνεται, ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ’ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ’ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι: ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε: τοῖς λοιποῖς δὲ προσπέρδου. δή . τί φής; α. ἐγώ5; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος: οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν --- ἔπειτα μετὰ ταῦτ’ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους: ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά, πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ’ ἡμᾶς μαθεῖν. δή . ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; α. οὔκ, ἀλλ’ ἐν ὅσῳ προσέρχετ’ ἐξ ἀγορᾶς ὁ παῖς
μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. δή . Ἄπολλον, ἐργῶδὲς γ᾽. α. ἄκουσον, ὦγαθέ: δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, ὁ δ’ ἀγνοῶν ταῦτ’ εἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. δὴ , ἐγὼ δ’ ἐθαύμασ᾽; α. ἀλλ’ ὅμως ἐγὼ φράσω τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν: ὅσον δεῖ καὶ τὸ πνεῦμ’ ἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τιν’ εἰς τὸ πρᾶγμ’ ἔχει. ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα, τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ --- ἔχω γε τὸν μάγειρον. ἡ τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθ’ ἡμᾶς δ’ ὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν,
πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δ’ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δ’ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. δή . πεισθέντι παραδείξας ἐμοὶ τὰ δέοντ’ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.

καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε:

οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων: κύριος τῆς ἡδονῆς μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ὁ ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. α. ἑστήκαθ’ ὑμεῖς: κάεται δ’ ἐμοὶ τὸ πῦρ: ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ’ ἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δ’ οὖν οὕτως::

πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους. οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν. ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ’ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας: τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων: καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον
οὐκ ἔχει νεφρόν
ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ, ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ. πάλαι μέγας εἶ, γίνωσκε: τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην, χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον. μὴ

τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου,

πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δ’ ἐστὶν ἄσφακτος;

δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν,
οὐκ ἐρῶ,
φησί,

τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.

ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς ἔφη:

μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.

καὶ ὁ Μάγνος ἔφη:

Ἀριστοφάνης ἐν Προάγωνι:

τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
σώφρων δ’ ἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων ᾽ παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δ’ ἐν Λάκωσιν
>ἔφη ᾽ πάσας παραφερέτω
Ἄλεξις Παμφίλῃ:
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας ---
περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρ’ Εὐπόλιδι ἐν Αἰξί:
τοῦδε νῦν γεῦσαι λαβών.

καὶ ὁ Οὐλπιανὸς
ἔφιππος,
ἔφη,

ἐν Πελταστῇ

᾽ ᾽ἔνθ’ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δ’ ἐν Διδύμοις:
οἰνογευστεῖ , περιπατεῖ ἐν τοῖς στεφάνοις.

ἐπὶ τούτοις ὁ μάγειρος ἔφη:

λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλ’ εὕρεσιν ἐμὴν ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ: ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη:

ἀλλ’ ἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς ὅσ’ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
Φιλύλλιὸς τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν
ὅ τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν,

καὶ ἐπέδειξεν.

ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ

στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς: ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ’ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.

τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον

ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ. εἰς πολεμίαν ἄγω σε: θαρρῶν κατάτρεχε: ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι: τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σὸν ἕως ἂν ἔνδον ὦμεν: ὅταν ἔξω δ᾽, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα οὔτ’ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος, μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος

καὶ πόσῳ κάλλιον,
ἔφη,
τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν ᾽ εἷς, δύο, τρεῖς: ὁ δὲ δή τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ’ ἑστιατόρων; ᾽ ἔπειτ’ ἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες.᾽ διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ’ ἐκείνῳ ἑστιάσεις, οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ’ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.
καὶ ὁ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς
τί τοιοῦτον εὑρήκασιν,
ἔφη,
ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἢ ἐπὶ μετρίους ἐμαυτὸν ἄγω οὐ
μεγαλαυχούμενος ἐπ’ ἐμαυτῷ; καίτοι καὶ ὁ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος:

σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσ’ ἂν λέγῃ συνίημι: καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθὺς μ’ ἐπηρώτησε προσβλέψας μέγα ᾽ πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ’ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα: κατ’ ὄνομ’ ἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ᾽ τί λέγεις; οὐδὲ εἷς;᾽ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ᾽ σῦν ἄρα θύεις ἐρυσίχθον᾽; ᾽ οὔκ, ἔφην ἐγώ.
᾽ ᾽βοῦν δ’ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ᾽ οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; ` μῆλα πρόβατ᾽; οὐ μανθάνω: οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽; ὥσθ’ ἁπλῶς μοι διαλέγου. Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα; ᾽ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ᾽ κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ᾽ ᾽οὕτω λαλεῖν εἴωθα.᾽ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, ι τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.᾽ τοῦτο δ᾽: ἐστὶ τί;
κριθαί.
τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ᾽ πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει,
ὁ ἐρεῖς σαφέστερὸν θ’ ὃ βούλει μοι λέγειν; : ἀτάσθαλὸς γ’ εἶ, πρέσβυ, ᾽ φησ’ ʽ ἅλας φέρε τοῦτ’ ἔστι πηγός; ᾽ ἀλλὰ δεῖξον χέρνιβα.᾽ παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.

περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα, λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι

γόνυ κνήμης ἔγγιον
καὶ
περιῆλθον Ἀσίαν καὶ Εὐρώπην.
ἐπιτιμῶντας δὲ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε:
ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον. γλ . ἡδύ γε. α. ἔπειτα προσκέκαυκε. γλ . μηδὲν φροντίσῃς: ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ; γλ . ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς: διάπυρος γὰρ οὖσ’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται τὰ κρεᾴδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. α. Ἄπολλον, ὡς ἰατρικῶς, ὦ Γλαυκία,
ταυτὶ ποιήσω. γλ . καὶ παρατίθει γ’ αὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος, ὃ λέγεις οὐ λέγεις: τέχνην δ’ ὀνειδίζεις.

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καὶ τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε:

οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον
παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

χήν . περιενεχθέντων δὲ τούτων καὶ ἄλλων ὀρνίθων περιττῶς ἐσκευασμένων ἔφη τις

οἱ χῆνες σιτευτοί.
καὶ ὁ Οὐλπιανὸς
ὁ δὲ σιτευτὸς χὴν παρὰ τίνι;
πρὸς ὃν ὁ Πλούταρχος:
Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς
Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς: καὶ Ἐπιγένης δ’ ὁ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν
ἀλλ’ εἴ τις ὥσπερ χῆν’ ἀνέτρεφέ μοι λαβὼν σιτευτόν.
καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι
καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν, ὀπτὸν ἁπλῶς καὶ τόνδε,
σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα, ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων ᾽ χηνοβοσκοί, βουκόλοι Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν: αἰετὸς ἀργὴν χῆνα φέρων καί:
ὣς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ.
καί:
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος,
χηνείων δὲ ἡπάτων περισπούδαστα δὲ ταῦτα κατὰ τὴν ʽ Ῥώμην μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως:
εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.

ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων, μνημονεύει δ’ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ :

εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος. ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δ’ ἐγὼ οὐδέν.
μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ’ ἐστὶ ταῦτα συγκεκομμένα μεθ’ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ.
λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς Ἀχαιούς,
ὁ Μυρτίλος ἔφη.
Ἀντικλείδης δ᾽ ἐν η’ Νόστων ᾽ ἐν δείπνῳ, ᾽ φησίν, μελλόντων Χίων ὑπ’ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη
ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις, φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.᾽
ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως ---: καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει:
ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο, ὁ ἡ δ’ ἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽ ἅμα : καλοί γε φησίν, ᾽ οἱ νεφροί, νὴ τὴν φίλην Δήμητρα.᾽ καὶ δύ᾽ ἁρπάσασα κατέπιεν, ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ

τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ’ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη:
ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμῖν, καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε.
καὶ ὃς
Τιμοκλῆς,
ἔφη,
ὁ κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως:
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως:
ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον.
παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς
ποῦ κεῖται,
ἔφη,
ὀξάλμη; ὀψάριον γὰρ παρ’ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.
οἱ μὲν οὖν πολλοὶ μακρά χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος:
ἀλλ᾽, ὦ ᾽γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ’ ἐπερωτᾶν ὅ τι ἂν βούλῃ: νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽ ἐπιλήσμων.
καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ,
ἔφη:
Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων
ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπ’ ἀνθρακιᾶς ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
καὶ Ἀριστοφάνης Σφηξὶν
ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν.

ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ:
ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται, ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι; β. ἔγωγε πέρυσι κάραβον φαγών.
Φερεκράτης Αὐτομόλοις:
τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
. Φιλήμων Θησαυρῷ:
οὔκ ἔστιν, ὄλεθρε, σε παραλογίσασθ’ ὧδ’ ἔχοντ᾽ ὀψάρι’ ἄχρηστα.:
Μένανδρος Καρχηδονίῳ:
ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον: ἑψήσω φακῆν,
καὶ ἐν Ἐφεσίῳ :
ἐπ’ ἀρίστῳ λαβὼν ὀψάριον.
εἶτ’ ἐπιφέρει:
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐπώλει κωβιούς.
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ:
ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω ι
καὶ μετ’ ὀλίγα:
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους:
εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε,
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησὶν
θερμοτέροις χαίροις σύ γ’ ἂν τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω; β. κατωτέρω; τί λέγεις σύ; α. ποδαπὸς οὑτοσὶ ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν ψυχρά σοι ἅπαντα παραθῶ; β. μηδαμῶς. α. ζέοντα δέ; β. Ἄπολλον. α. οὐκοῦν τὸ μέσον ἔστω; β. δηλαδή. α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ . β. οὐκ οἴομ’ οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. α. ἐγὼ δ’ ἐρῶ σοι: τοῖς γὰρ ἑστιωμένοις τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. β. σὺ πρὸς θεῶν ἔθυσας οἶμαι τὸν ἔριφον μὴ κόπτ’ ἔμ᾽, ἀλλὰ τὰ κρέα. α. παῖδες, παράγετε: ὀπτάνιον ἔστιν; β. ἔστι. α. καὶ κάπνην ἔχει; β. δηλονότι. α. μή μοι δῆλον, ἀλλ’ ἔχει κάπνην;
β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽: οὑτοσί. ταῦτὰ

σοι παρ’ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ’ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε:
ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρεᾴδι’ ἀρνὸς ἑφθὰ πίονος, οὐ ζῶντος: οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί, ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον, ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ φασιανικοὶ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρὸν σου γλωσσαργίαν.
ἀλλ’ ἢν ἐμοὶ εἴπῃς,
ἔφη ὁ Οὐλπιανός,
διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ’ οὐκ ἐφ’ Ἑλλήσποντον πλεύσας, ἀλλ’ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.

καὶ ὁ Μυρτίλος

ἐπὶ ταύταις,
ἔφη,
ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων
Εὐρύβατε κνισολοῖχε, ---οὐκ ἔσθ’ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ.
φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ’ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα: καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ’ ὀρνίθων, ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι: λέγουσι τὰ τ’ ἄλλα καὶ τάδε:
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς; β. ἐπικεχοδὼς ἔγωγε φασιανικός.
καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί:
τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.
δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς, κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ. Μνησίμαχος δ’ ἐν Φιλίππῳ εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν φησί:
καὶ τὸ λεγόμενον, σπανιώτερον πάρεστιν ὀρνίθων γάλα: καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γ’ περὶ ζῴων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει: ᾽ ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά:
τὰ μὲν γάρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.᾽ καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε: : εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦνται, οἱ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ’ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός μνημονεύει δ’ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.

Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα: ᾽ πλῆθος δ’ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων Καλλίξεινος δ’ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει: ᾽ εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δὲ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων τέταρὸν φησιν ὀνομάζεσθαι τὸν
φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διά σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν.

ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς: ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. Ἀλέξανδρος
δ’ ὁ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δ’ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ’ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων
ἐκ τῆς Λυδίας μετακομισθέντες,
φησίν,
εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ᾽ τρὶς τοῖς κακούργοις κακά.
συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.
μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως :
οὐδ’ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δ’ Ἀχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ’ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

Πορφυρίων . ὅτι καὶ τούτου Ἀριστοφάνης μέμνηται δῆλον. πολέμων δ’ ἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ’ ὅταν τοῦθ’ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον μεθ’ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ’ ἔχει λεπτὸν διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει.

πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ’ ὁ Μύνδιος ἐν β’ περὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. Πορφυρίς . Καλλίμαχος δ’ ἐν τῷ περὶ ὀρνίθων διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος. ἰδίᾳ ἑκάτερον καταριθμούμενος: τὴν τροφήν τε λαμβάνειν τὸν πορφυρίωνα ἐν σκότῳ καταδυόμενον, ἵνα μή τις αὐτὸν θεάσηται. ἐχθραίνει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, τῆς δὲ πορφυρίδος καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν μνημονεύει. Ἴβυκος δέ τινας λαθιπορφυρίδας ὀνομάζει διὰ τούτων
τοῦ μὲν πετάλοισιν ἐπ’ ἀκροτάτοις ἱζάνοισι ποικίλοι πανέλοπες, καἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι.
ἐν ἄλλοις δέ φησιν
αἰεὶ μ᾽, ὦ φίλε θυμέ, ὁ τανύπτερος ὡς ὅκα πορφυρίς.