Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

θ

δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι,
παρὰ τίνι κεῖται τὸ τακερόν;
ὁ Οὐλπιανὸς ἔφη.

καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ᾽ ὀρύα τυρίδιον, ὁ κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.᾽ καὶ ἐν Κύκλωπι:

χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
μάθετε δὲ καὶ τοῦτο παρ’ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ’ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ’ ἐν Κωρύκῳ τις ἄλλος κύων
τῶν θαλαττίων δ’ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.1 --- ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον. β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. .
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ’ αὑτὸ κατασκευάζονται ὀξύγαρον.

πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη:

Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως :

Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς,
καὶ Φερεκράτης Κραπατάλλοις:
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
σίνηπυ δ’ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως :
ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
ἐν δὲ τοῖς Γεωργικοῖς:
σπέρματά τ’ ἐνδάκνοντα σινήπυος.
καὶ πάλιν
κάρδαμ’ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ.
Κράτης δ’ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα:
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε,
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ: ἐστὶ δ’ ὁ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως: ᾽ κἄβλεψε νᾶπυ.᾽ οὐδεὶς δ’ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη:
τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης.
ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων:
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως :

ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε:
α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. ζ. μανθάνω. α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν ἢ τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽;
κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι:
τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι: βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.
Ἀριστοφάνης Δαιδάλῳ:
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ,

ἀλλ’ ἐγώ,
φησὶν ὁ Λεωνίδης,

εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας:

πολλοῖς δ’ ἀντιλέγειν κατὰ
τὸν Πάριον Εὔηνον
ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει: καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός; ᾽ σοὶ μὲν ταῦτα: δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι:

καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς
εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἔμ’ ἔβλεπεν.
καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ: ι
καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ:
κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
Σωτάδης δ’ ὁ κωμικὸς Παραλυτρουμένῳ:
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ: τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.
ἀμφιβόλως δ’ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος ᾽ προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ:
νὴ τὸν Δί᾽ οὗτοί γ’ ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ’ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός.
Νικοφῶν Σειρῆσιν
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Ἀριστοφάνης Δαιδάλῳ:
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Ἑορταῖς:
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
περὶ βολβῶν δ’ ἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δ’ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ:
ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.

καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ :

σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
Εὐριπίδης Σκίρωνι:
οὐδὲ κωλῆνες νεβρῶν.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ :
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ ἐν Δαιταλεῦσι:
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
ἐν δὲ Πελαργοῖς:
κεφαλὰς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων.
Πλάτων Γρυψὶν ᾽ ἰχθῦς, κωλᾶς, φύσκας.᾽ Ἀμειψίας Κόννῳ:
δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά.
Ξενοφῶν Κυνηγετικῷ: ᾽ κωλῆν σαρκώδη, λαγόνας ὑγράς.᾽ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί:
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.

ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους: τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

γογγυλίδες . ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ’ ἐν

δευτέρῳ Ὁμοίων
ῥαφανίς,
φησί,
γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.
τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ’ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δέ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δἐ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ’ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει:
γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος, ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι. βουνιάδες δ’ ἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως
κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ: γίνεσθαι δ’ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς
ἡ γογγυλίς,
φησί,
λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ,
φησίν,
ἡ βουνιὰς καθέστηκεν γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ
εὐστόμαχος εἶναι καὶ τρόφιμος, ἡ δὲ ὀπτωμένη,
φησί,
γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.
ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως:
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
καὶ Ἄλεξις ἐν Θεοφορήτῳ
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους,
ἡ δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

κράμβη . Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δ’ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα.

φύεται δ’ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ: ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν,
φησί,
χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα: ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.
Θεόφραστος δὲ οὕτως γράφει:
τῆς δὲ ῥαφάνου λέγω δὲ τὴν κράμβην ἡ μέν ἐστιν οὐλόφυλλος, ἡ δὲ ἀγρία
Δίφιλος δ’ ὁ Σίφνιός φησι:
κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δ’ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ’ ὃν χρόνον πάλιν ἐπιχωριάζει.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς:
λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη βατραχέη κύμη δὲ κακόχροος, ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν: ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ’ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον
ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Ἀνάνιος δέ φησι:
καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
καὶ Τηλεκλείδης Πρυτάνεσιν
ναὶ μὰ τὰς κράμβας
ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ
ναὶ μὰ τὰν κράμβαν.
Εὔπολις Βάπταις
ναὶ μὰ τὴν κράμβην.
ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησὶν

ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δ’ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις:
οἷα δ’ ἐστὶν οἶσθα νῦν ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρἰ, οὐ τάριχος οὐδ’ ἡδύσμασιν ἄρνεια καταπεπασμέν’ οὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί, ἔτνος θ’ ἅμ’ αὐταῖς πίσινον.
Δίφιλος δ’ ἐν Ἀπλήστῳ:
ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ’ οὐδὲ ταῖς --- θλασταῖς ἐλάαις.
Ἀλκαῖος Παλαίστρᾳ:
ἤδη δ’ ἧψε χύτραν ῥαφάνων.
Πολύζηλος δ’ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί:
ὑψιπέταλοί τε κράμβαι συχναί.

σεῦτλα . τούτων φησὶν ὁ Θεόφραστος εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν.

ἡ δὲ σευτλὶς ἕτερον,
φησί,
τοῦ τεύτλου ἐστί.
διὸ καὶ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ
τὰ τεῦτλα σευτλίδας καλῶν.
Εὔδημος δ’ ἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον τοῦτο δ’ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ’ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως: ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δὲ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

σταφυλῖνος .

οὗτος δριμύς ἐστι,
φησὶν ὁ Δίφιλος,
ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια: διὸ καὶ ὑπ’ ἐνίων φίλτρον καλεῖται.
Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ φησι:
φύλλων δ’ ὅσσ’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ’ ἀγροιῶτιν.
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν φησιν
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, ὁ σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε: σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως:
κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα
κἀν τῷ πρώτῳ δέ φησι:
πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.
ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως :
δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.10
τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον μέγας δ’ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ.

κεφαλωτόν . τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος. καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ

οὕτως οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά: παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον, ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
οἱ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ : ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ’ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως:
ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.
Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ:
τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδομίμητον: φύσιν.
πολέμων δ’ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως:
διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης, ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν
Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.

κολοκύντη . χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν ῝ Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις:

ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ὑρίσους δ’ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν, ὥστ’ οὐκέτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ --- μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο . ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν. τούτοις δ’ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί; β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.
ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες: χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ, ἐτύγχανον δ’ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι, καὶ ὁ Οὐλπιανὸς ἔφη:
Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας: οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν λέγει δ’ οὕτως :
αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις, ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστ’ ἔαρ ἵξῃ.

ὄρνεις . ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις οὕτως δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα

λάχανα, κνιστὰ ἢ στέμφυλα, ὁ Μυρτίλος ἔφη:
ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως ἡ συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως : ᾽ καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον᾽, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας: τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ’ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν ἡ συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι:
ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο.
καὶ ἀλλαχόθι θηλυκῶς
ὄρνιθι λιγυρῇ.
καί:
ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ.
Μένανδρος δ’ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως: ᾽ ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ’ ἔξω, ᾽ φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν; καὶ πάλιν
αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὀρνίθια δ’ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως : τἄλλα πάντ᾽ ὀρνίθια.᾽ ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: ὄρνιθα φοινικόπτερον.᾽ καὶ πάλιν
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις :
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Αἰσχύλος Καβείροις:
ὄρνιθα δ’ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
Ξενοφῶν δ’ ἐν δευτέρῳ Παιδείας: ᾽ ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.᾽ Μένανδρος Διδύμαις, ᾽ ὄρνεις φέρων ἐλήλυθα.᾽ καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι:
λῦσαν δ’ ἄπρακτα νεάνιδες ὥστ’ ὄρνις ἱέρακος ὑπερπταμένω.
καὶ Εὔπολις ἐν Δήμοις:
οὐ δεινὸν οὖν κριοὺς ἔμ’ ἐκγεννᾶν τέκνα ὄρνις θ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

τὸν δ’ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει:
Λήδα, σὸν ἔργον δεῖ σ’ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους, ἐπὶ τῷδ’ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον.
Στράττις Ψυχασταῖς:
αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρ’ ὀρνίθια.
Ἀναξανδρίδης Τηρεῖ:
ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ’ ἄσμενοι.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε: ᾽ Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.᾽ λέγεται δ’ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως
ἄχθομαι
δ’ ἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ Ἀριστοφάνης Δαιδάλῳ:
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών,
καὶ πάλιν
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι:
νῦν δὲ πῶς με χρὴ καλεῖν;. ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ᾽ ἱμερόφων’ ἀλέκτωρ ᾽ ἔφη. Κρατῖνος ῝ Ὥραις::
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ.
εἴρηται δ’ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει: ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν οἶδα δ’ ὀρνίχων νόμως πάντων
δέλφαξ .

Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ :

δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα.
καὶ Ἀναξίλας δ’ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών
τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους. τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους ἢ λέοντας.
ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς
ἢ δέλφακος ὀπωρινῆς ἠτριαῖον.
καὶ ἐν Ἀχαρνεῦσιν:
νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν, ἀλλ’ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
καὶ Εὔπολις ἐν Χρυσῷ γένει, καὶ Ἱππῶναξ δ’ ἔφη
ὡς Ἐφεσίη δέλφαξ.
κυρίως δ’ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις:
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι:
τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ’ ἁπαλὰ καὶ ἔνικμα χοῖροι, ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται:
τά τε δμώεσσι πάρεστι χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη
τὸν δέλφακα ἀπῆγε σιγῇ.
ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς
ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον διὸ τὰ ἤδη τέλεια ἤσθιον
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι, καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ’ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ:
σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.
καὶ Σοφοκλῆς Ἐπιταιναρίοις:
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν.
Πτολεμαῖος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων
εἰς Ἄσσον,
φησίν,
ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ’ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽, ᾽ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.
Αἰσχύλος δέ φησιν
ἐγὼ δὲ χοῖρον καὶ μάλ’ εὐθηλούμενον τόνδ’ ἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτ’ ἂν ἀνδρὶ τοῦδε βέλτερον;
καὶ πάλιν
λευκός: τί δ’ οὐχί; καὶ καλῶς ἠφευμένος ὁ χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί.
καὶ ἔτι:
θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς ἣ πολλά μ’ ἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβ’ ἄνω κάτω.
ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως:

μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται.
τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς, πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς ὁ Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως, ᾽
πεταλίδων δέ τοι συῶν ---μορφαῖς ταῖσδε πόλλ’ ἐπάιον.
πεταλίδας δ’ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι.
παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ʽὅπερ ἐστὶ σιτίζεσθαι. σώφρων
βόες δὲ λαρινεύονται
ʼ ἢ ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ’ οὗτος ἐκαλεῖτο.

εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη:

ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων ᾽ γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ᾽ ὀνομάζειν αἰδοῦμαι ᾽ τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ὁ ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε ὁ χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.

ἔτ’ οὖν ἡμῶν ἀναζητούντων ὁ μάγειρος ἔφη:

ἀλλ’ ἦ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων

μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις : μάγειρος δ’ ἐστὶν ὁ λέγων πρὸς τοὺς μαθητὰς τάδε:

μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς: ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι : τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ ἀλαζονεία: τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι ---τοῦθ’ ἡγούμενον. ξεναγὸς οὗτος ὅστις ἂν θώρακ’ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως: ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς. ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν : ἔπτηξ’ ἕκαστος εὐθύς, ἂν δ’ ἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων, ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα, διακονοῦμεν νῦν γάμους : τὸ θῦμα βοῦς: ὁ διδοὺς ἐπιφανὴς, ἐπιφανὴς ὁ λαμβάνων τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ, ὁ κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή: ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς, μέμνησο καὶ σὺ τοῦτο.
καὶ περὶ ἑτέρου δὲ μαγείρου ὄνομα δ’ ἐστὶ Σεύθης ὁ αὐτός φησιν ποιητὴς οὕτως:
ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης; οἶσθας, ὦ βέλτισθ᾽, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ; οἱ πολέμιοι πάρεισιν ὁ βαθὺς τῇ φύσει στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος : εἰσελήλυθεν ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην. ὁ