Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

κορακῖνος.

οἱ μὲν θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ δὲ μέσοι.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων συμβαίνειν μέν φησι σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, οὐχ ἥκιστα δὲ κορακίνῳ. τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δασέσι. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησι·
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
μήποτ’ οὖν καὶ οἱ παρ’ Ἐπιχάρμῳ αἰολίαι λεγόμενοι ἐν Μούσαις κορακῖνοί εἰσι. φησὶ γάρ·
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
ἐν δὲ Ἥβας γάμῳ καὶ τῶν αἰολιῶν μνημονεύει ὡς διαφόρων
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες, αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων τὸν κορακῖνόν φησιν ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι. ὁμοίως δ’ εἴρηκε καὶ Ἡρακλέων ὁ Ἐφέσιος, ἔτι δὲ Φυλότιμος ἐν Ὀψαρτυτικῷ. ὅτι δὲ καὶ πλατιστακὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος, Παρμένων φησὶν ὁ Ῥόδιος ἐν πρώτῳ μαγειρικῆς διδασκαλίας. Ἀριστοφάνης δ’ ἐν
Τελμησσεῦσι
μελανοπτερύγων, ἔφη, κορακίνων.
ὑποκοριστικῶς δὲ ὠνόμασεν αὐτοὺς Φερεκράτης ἐν Ἐπιλήσμονι·
τοῖς σοῖσι συνὼν κορακινιδίοις καὶ μαινιδίοις.
Ἄμφις δ’ ἐν Ἰαλέμῳ
ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
οἱ δὲ Νειλῶται κορακῖνοι ὅτι γλυκεῖς καὶ εὔσαρκοι, ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παύεσθαι. καλοῦσι δ’ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος.

κυπρῖνος , τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης ἱστορεῖ, καὶ συναγελαστικῶν. τὴν δὲ γλῶτταν οὐχ ἐπὶ τῷ στόματι, ἀλλ’ ὑπὸ τὸ στόμα κέκτηται. Δωρίων δ’ αὐτὸν ἐν τοῖς λιμναίοις καὶ ποταμίοις καταλέγων γράφει οὕτως·

λεπιδωτόν, ὃν καλοῦσί τινες κυπρῖνον.

κωβιοί. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι καὶ κακόχυμοι, διαφέρουσι δ’ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων, ἡ δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶν καὶ ἀλιπεστέρα· καὶ χυλὸν ἐλάττονα, καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροί δέ εἰσὶ διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κώθους αὐτοὺς καλεῖ· ᾽

ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.
καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ
κωθωνοπλύται
φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ’ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει·
τρυγόνες τ’ ὀπισθόκεντροι καὶ μάλ’ ἁδροὶ κωβιοί.
Ἀντιφάνης δ’ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς πάσαισι, τοῖς δ’ ἥρωσι τὰ ψαίστ’ ἀπονεμῶ. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς. ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν τοιχωρύχον, τὸν ἰχθυοπώλην,
προστίθημι, φησί, σοὶ τὸν δῆμον αὐτῶν εἰσὶ γὰρ Φαληρικοί.
ἄλλοι δ’ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
Μένανδρος Ἐφεσίῳ·
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐτίμα κωβιούς ---σφόδρα.
ποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων.

κόκκυγες. Ἐπίχαρμος·

κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες.
καὶ Δωρίων δέ φησι δεῖν αὐτοὺς ὀπτᾶν παρασχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δ’ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος Νουμήνιος οὕτως ·
ἄλλοτ’ ἐρυθρὸν κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον,

κύων καρχαρίας , περὶ τούτων φησὶν Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις· ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων

τῆμος δ’ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων, δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι, παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι. χέρνιβα δ’ αἶψα θύραζε φέροι, στεφανώματα δ’ εἴσω εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται ὁ σοφὸς οὗτος· λέγει γοῦν
εἰ θείης, Ἀκάδημε, ἐφίμερον ὕμνον ἀείδειν, ἆθλον δ’ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ’ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν γνοίης χ’ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
ὁ δ’ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ·
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται, ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα ἐτ’ αὐτοῦ. ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς μήθ’ ὕδατος πηγὴν ἱερὴν μήτ’ οἴνινον ὅξος συμμίξῃς ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον ὁμοῦ, δ’ εὐώδεα φύλλα. ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν~ καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ.
τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.

λάβρακες. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ,

μονήρεις εἰσὶ καὶ σαρκοφάγοι, γλῶσσαν δ’ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον ἐν δὲ πέμπτῳ ζῴων μορίων τίκτειν αὐτοὺς καθάπερ τοὺς κεστρεῖς καὶ χρυσόφρυας μάλιστ’ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς, Ἱκέσιος δέ φησιν ὅτι οἱ λάβρακες εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται, ὠνομάσθη δ’ ὁ ἰχθὺς παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν, διὸ καὶ ὁ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί·
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος
δ’ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι. ὁ δὲ σοφὸς Ἀρχέστρατος·
λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος. πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακίᾳ τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακῶς γλίσχρης προσένεγκε δίχ’ ἅλμης. μηδὲ προσέλθῃ σοί περὶ τοὔψον τοῦτο πονοῦντι μήτε Συρακόσιος μηδεὶς μήτ’ Ἰταλιώτης.
οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.

καὶ Ἀριστοφάνης δ’ ἐν Ἱππεῦσι μνημονεύει ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων, ὅταν οὕτως λέγῃ

ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ἐν δὲ Λημνίαις,
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων, καὶ Εὔβουλος δ’ ἐν Τιτθαῖς φησι·
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· ὅ τι ἂν ᾖ ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον εὐμέγεθες.
ὁ δὲ Γαίσων οὗ Ἀρχέστρατος μνημονεύει ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ σ’ τῶν Ἑλληνικῶν. Ἔφορος δ’ ἐν τῇ πέμπτῃ ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην. Ἄρχιππος ἐν Ἰχθύσι μνημονεύων τῶν λαβράκων φησὶν
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων.

λατός , τοῦτον κατὰ τὴν Ἰταλίαν κράτιστον εἶναί φησιν Ἀρχέστρατος λέγων οὕτως·

τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
οἱ δ’ ἐν τῷ Νείλῳ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες, ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δ’ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ καὶ τούτων γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους, ὧν μνημονεύει Ἄρχιππος ἐν Ἰχθύσι διὰ τούτων·
τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
εἰσὶ δὲ πολλοὶ περὶ τὸν Πόντον, φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Νειλῷοι δ’ εἰσὶν ἰχθύες, εἲ γ’ ἔτι μνημονεύειν δύναμαι πολυέτη τὴν ἀποδημίαν ἔχων, νάρκη μὲν ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, ἀλλάβης, σίλουρος, συνοδοντίς, ἐλέωτρις, ἔγχελυς, θρίσσα, ἄβραμις, τύφλη, λεπιδωτός, φῦσα, κεστρεύς. εἰσὶ δὲ καὶ ἄλλοι οὐκ ὀλίγοι.

λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἐστὶ δὲ λευκόσαρκος, ὡς Ἐπαίνετος ἐν ᾽ Ὀψαρτυτικῷ.

Πλάτων Σοφισταῖς·
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

μύραιναι. Θεόφραστος ἐν τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διαιτωμένων ἔγχελύν φησιν καὶ μύραιναν πολὺν χρόνον δύνασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν. τροφίμους δ’ αὐτὰς εἶναί φησιν ὁ Ἱκέσιος οὐχ ἧττον τῶν ἐγχέλεων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ ζῴων μορίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Ἐπίχαρμος δ’ ἐν Μούσαις χωρὶς τοῦ ς μυραίνας αὐτὰς καλεῖ οὑτωσὶ λέγων

οὔτε οἱ γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
ὁμοίως δὲ καὶ Σώφρων. Πλάτων δ’ ἢ Κάνθαρος ἐν τῇ Συμμαχίᾳ σὺν τῷ ς·
βατίς τε καὶ σμύραινα πρόσεστιν.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὴν ποταμίαν φησὶ μύραιναν ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας δ’ ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησιν δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δ’ αὐτὰς ἧττον καὶ περιφερεῖς καὶ ποικίλας. Νίκανδρος δ’ ἐν Θηριακοῖς,
μυραίνης δ’ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα·
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
Ἀνδρέας δ’ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγῶδες· οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι, φιληδοῦντας ἀμμώδεσιν ἐρημίαις. Σώστρατος δὲ ἐν τοῖς περὶ ζῴων ἐστὶ δὲ δύο ταῦτα βιβλία συγκατατίθεται τῇ μίξει.

μῦρος. ὁ δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει τῆς σμυραίνης. ἡ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν, ἀλλ’ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ, εἶναι δὲ αὐτῶν γένη δύο· εἰσὶ γὰρ οἱ μὲν μέλανες, οἱ δ’ ὑποπυρρίζοντες, κρείσσονες δ’ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δὲ ὁ ἡδονικὸς φιλόσοφός φησιν

Ἰταλίας τε μεταξὺ κατὰ στενοκύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ, ὠνοῦ τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.

Μαινίδες. ταύτας φησὶν Ἱκέσιος εὐχυλοτέρας εἶναι τῶν κωβιῶν, λείπεσθαι δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι

τῇ μαινίδι βόακας καὶ σμαρίδας, ὧν μνημονεύειν καὶ ᾽ Ἐπίχαρμον ἐν Γᾷ καὶ Θαλάσσᾳ οὕτως·
ὅκχ’ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας.
Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ φησι·
σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως·
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. β. τί φής, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς; γ. οὓς ἂν ἄνθρωπος φάγοι δηλονότι· ταῦτα δ’ ἐστὶν Ἑκάτης βρώματα, ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ·
ὅπως σε πείσῃ μηδὲ ]δὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν.

μελάνουρος. περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ·

σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
Ἱκέσιος δ’ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ’ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως·
ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.
ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον· ἐν Νουμήνιος καλεῖ ψόρον οὕτως·
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.

μορμύρος. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ’ οὕτως

καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μέζονες ἐντί.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύας μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν
οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν ἢ τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδὲ ποτ’ ἐσθλός.
καὶ
τὴν ἀμίαν ὠνοῦ φθινοπώρου,
νῦν δ’ ἐστὶν ἔαρ. καί·
κεστρέα τὸν θαυμαστὸν ὅταν χειμὼν ἀφίκηται,
νῦν δ’ ἐστὶ θέρος· καὶ πολλὰ τῶν τοιούτων,
ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.

νάρκη. Πλάτων ἢ Κάνθαρος ἐν Συμμαχίᾳ·

νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι·
τῇ θαλαττίᾳ νάρκῃ· καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ.
ἡ δὲ κλῆσις αὐτῆς καὶ παρ᾽ Ὁμήρῳ·
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
Μένανδρος δ’ ἐν Φανίῳ διὰ τοῦ α ἔφη·
ὑπελήλυθὲν τέ μου νάρκα τις ὅλον τὸ δέρμα,
μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφ’ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ’ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω, ἐστὶ δ’ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ’ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ
ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ’ ὁ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι, ὁ δ’ Ἀρχέστρατός φησι·
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ,
Ἄλεξις ἐν Γαλατείᾳ·
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην.
ἐν δὲ Δημητρίῳ·
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν

ξιφίας , τοῦτον Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὀδόντας δ’ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν

ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν οὐραίου γ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
τίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν
πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.

ὀρφῶς. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν ἐκ μικροῦ γίνεται μέγας ταχέως, ἐστὶ δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης, ἴδιον δ’ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ’ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ’ αὐτοῦ Νουμήνιός φησι·
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γάρ ἐπ’ ἄκρης ---
καὶ πάλιν
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον.
Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ’ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ’ ἐν Ἰχθύσιν
ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν.
Κρατῖνος δ’ Ὀδυσσεῦσι·
τέμαχος ὀρφὼ χλιαρόν.
Πλάτων Κλεοφῶντι·
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἀριστοφάνης Σφηξὶν
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ.
τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται, τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι·
τέμαχος ὀρφὼ χλιαρόν.

Ὄρκυνος. Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς ὀρκύνους ἐκ τῆς περὶ ʽ Ἡρακλέους στήλας θαλάσσης περαιουμένους εἰς τὴν καθ’ ἡμᾶς ἔρχεσθαι θάλασσαν διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω ʽ Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ’ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.

ὄνος· καὶ ὀνίσκος. ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνερρωγὸς ὁμοίως

τοῖς γαλεοῖς· καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους
. διαφέρει δ’ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως·
ὄνος, ὃν καλοῦσί τινες γάδον· γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον.
Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων
οἱ μὲν βάκχον, φησί, καλοῦσιν, οἱ δὲ γελαρίην, οἱ δὲ ὀνίσκον.
Ἀρχέστρατος δέ φησι·
τὸν δ’ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δ’ ἄρ’ ἔχει τινὰ σάρκα κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ’ ἐκείνοις.

πουλύπους. πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί ὡς καὶ Ὅμηρος·

ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
ἀνάλογον παρὰ τὸ ποὺς γάρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς
νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικὸν· Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ·
καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας.
καὶ πάλιν
τὸν πουλύπουν μοι ἔθηκε.
καὶ πάλιν
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις·
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.
Ἀμειψίας Κατεσθίοντι·
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.
Πλάτων Παιδίῳ,
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.
Ἀλκαῖος·
ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους.
οἱ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις·
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.