Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

ἥπατος ἢ λεβίας . Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι: Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ’ ὁ τῶν δείπνων λοχαγός φησιν

καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.

ἠλακατῆνες . Μνησίμαχος Ἱπποτρόφῳ:

σκόμβρος, θύννος, κωβιός, ἠλακατῆνες.
εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι:
κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον.
Μνασέας δὲ ὁ Πατρεύς φησι:
ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.

θύννος . τοῦτόν φησιν Ἀριστοτέλης εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς: ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ: διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται, μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἴστρου ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν

ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς --- ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ: ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή. ἂν δὲ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης, οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.

᾽ Ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ’ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως:

οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν: ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης, τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος: καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.
καὶ Θεοδωρίδας δέ φησι:
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι,

ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι:

μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν.
Ἀριστοφάνης Λημνίαις:
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον.
Στράττις Ἀταλάντῃ:
ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὕειον.
ἐν δὲ Μακεδόσιν
ὑπογάστριά θ’ ἡδέα θύννων.
ἔριφος Μελιβοίᾳ:
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ:
ἰχθύων δὲ δὴ ὑπογάστρι᾽Σ32, ὦ Δάματερ,
παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ’ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ’ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ:
ὅστις ὠψώνηκ’ ἴσως ταύταις μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις ὑπογάστρι’ ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι βράττειν τε γεννικῶς παρασκευάζεται πλευρὰν μετ’ αὐτῶν.
Ἄλεξις δ’ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν
καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω: ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ:
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς: κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι. β. αἷς τὰς θύρας κλείουσι; α. θύννειοι μὲν οὖν. β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.

Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν. Ἡρακλέων δ’ ὁ Ἐφέσιος θύννον

τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ’ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος.
καὶ ἀλλαχοῦ:
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος: ἁλιεῦσι:
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν ---οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.

θυννίς . τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ

Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δ’ ἐν Πλούτοις φησὶν
ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ’ ὁ κίμβιξ φησί
καὶ θύννης οὐραῖον ἔχειν—τὴν θυννίδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν. εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας. θερμὰ τ’ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια. ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
καὶ Ἀντιφάνης δ’ ἐν Παιδεραστῇ:
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως:
ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ θύννης τὰ πρὸς γῆς. β. ποῖα; α. τὰ κάτωθεν λέγω:
β. τούτους φάγοις ἄν; γ. τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. β. τὸ δεῖνα δ’ ἐσθίεις; γ: τὸ τί; β. τὰ Βοιωτῶν λοιπά ; γ. Κωπᾷδας λέγεις; ἀγρίως γε: παρὰ λίμνην γεωργῶν τυγχάνω. τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου:
κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν
ὁ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος, κατέφαγε δὴ τὸν κλῆρον ὥστε χρὴ σκάπτειν πέτρας τ’ ὀρείας σῦκα μέτρια τρώγων καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ.

ἵππουροι . Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης: τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς

προσαγορεύει, μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ:
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
Ἀρχέστρατος δέ φησιν
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος : ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.

ἵπποι . μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ:

κορακῖνοι δὲ κοριοειδέες, ---3 πίονες χἰππίδια λεῖα, φυκιοφάγοι κουρίδες.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ:
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον, ὁ ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
μνημονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως :
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.

ἰουλίδες , . περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶν

ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου.
Νουμήνιος δέ:
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
ἰούλους δ’ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων
καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα: οἱ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναὶ τ’ εἰς ἄγγος ἀολλεῖς.

κίχλαι καὶ κόσσυφοι . διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα: τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος:

τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Διοκλῆς δ’ ἐν πρώτῳ Ὑγιεινῶν
οἱ δὲ πετραῖοι,
φησίν,
καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός.
Νουμήνιος δὲ ἐν Ἁλιευτικῷ:
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ:
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ’ ἄλκιμοι.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζωικῶν
καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.
Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι:
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον, πιότατον κεφαλῇ.
Νίκανδρος δ’ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.

κάπρος καὶ κρέμυς . Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί

τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος, καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.
τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν
αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων τὸ γάρ ἐστιν νέκταρος ἄνθος, τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λυγισμῷ ἄρθρων μηλείων τ’ ἐπ’ ἄγρην δωρήματα βάλλειν.

κίθαρος . Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων

ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.
Φερεκράτης Δουλοδιδασκάλῳ:
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. β. ἀγαθὸν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. α. ι ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽ γαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
Ἐπίχαρμος Ἥβας γάμῳ
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ
Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ’ ἢ Διοκλῆς Κύκλωψι:
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
ὁ δ’ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ:
κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα: ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ, καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.

κορδύλος :2. τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ:

τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα, κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις:
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.

κάμμοροι . Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:

ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις αὐτῶν
μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται,

καρχαρίαι . Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν

ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. σώφρων
Θυννοθήρᾳ:
ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε.
Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι καὶ λάμιαν καὶ σκύλλαν.

κεστρεύς . ἱκέσιός φησι:

τῶν δὲ καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἱ μὲν κέφαλοι, οἱ δὲ κεστρεῖς, ἄλλοι δὲ χελλῶνες, οἱ δὲ μυξῖνοι. ἄριστοι δ’ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ’ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ’ οἱ μυξῖνοι: καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες οἱ δὲ λεγόμενοι βάκχοι εὔχυλοι εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει, εἴδη δὲ τοῦ θαλαττίου κέφαλον καὶ νῆστιν. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων
ἄρχονται μέν, φησί, κύειν τῶν κεστρέων οἱ μὲν χελλῶνες Ποσειδεῶνος μηνὸς καὶ ὁ σαργὸς καὶ ὁ μύξος καλούμενος καὶ ὁ κέφαλος:
κύουσι δὲ τριάκοντα ἡμερῶν. ἔνιοι δὲ τῶν κεστρέων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.
ἐν δ’ ἄλλοις φησὶν οΣ̔32 Ἀριστοτέλης:
ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ’ ὅλως σαρκοφαγῶν, ἐστὶ δὲ ὁ μέν τις κέφαλος, ὁ δὲ χελλών, ὁ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ. καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ’ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οὐδ’ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων.
Εὐθύδημος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι κέφαλον καὶ σφηνέα καὶ δακτυλέα. καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι, τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ’ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε. δεύτεροι δὲ οἱ ἐκ Σινώπης,

καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν, καὶ Ἐπίχαρμος δ’ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει:

αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. ι
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησὶν ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους, ἀπεσθίεται δ’ ὁ μὲν κεστρεὺς ὑπὸ
λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία
κεστρεὺς νηστεύει
ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί:
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι.
ὁ δὲ καλὸς Ἀρχέστρατός φησι:
κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις.
Διοκλῆς Θαλάττῃ:
ἅλλεται δ’ ὑφ’ ἡδονῆς κεστρεύς.

ὅτι δὲ εἶδος κεστρέων οἱ νήστεις Ἄρχιππος Ἡρακλεῖ γαμοῦντί φησιν

νήστεις κεστρέας, κεφάλους. ς32
Ἀντιφάνης Λάμπωνι:
κεστρεῖς ἔχων ἀλλ’ οὐ στρατιώτας τυγχάνεις νήστεις.
Ἄλεξις Φρυγί
ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.
Ἀμειψίας Ἀποκοτταβίζουσιν
ἐγὼ δ’ ἰὼν πειράσομαι εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν ἧττόν γ’ ἂν οὖν νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
εὔφρων Αἰσχρᾷ:
Μίδας δὲ κεστρεύς ἐστι: νῆστις περιπατεῖ.
Φιλήμων Συναποθνῄσκουσιν
ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.
Ἀριστοφάνης Γηρυτάδῃ :
ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.
Ἀναξανδρίδης Ὀδυσσεῖ:
τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
Εὔβουλος Ναυσικάᾳ:
ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται, νῆστιν πονήρου κεστρέως τρίβων βίον.

τούτων ποτὲ λεχθέντων ἐπὶ τῷ καλῷ τούτῳ ὄψῳ τῶν κυνικῶν τις ἑσπέριος ἐλθὼν ἔφη:

ἄνδρες φίλοι, μὴ καὶ ἡμεῖς ἄγομεν Θεσμοφορίων τὴν μέσην, ὅτι δίκην κεστρέων νηστεύομεν; ὡς γὰρ ὁ Δίφιλός φησιν ἐν Λημνίαις::
οὗτοι δεδειπνήκασιν ὁ δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ὑπολαβὼν δὲ Μυρτίλος:
καὶ στῆτ’ ἐφεξῆς,
ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην,
κεστρέων νῆστις χορός, λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ἢ ὑμεῖς ἢ ὁ συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων ὁ κεστρεὺς
καλεῖται.
καὶ ὁ Οὐλπιανὸς ἔφη:
ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δ’ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτε ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ φάσκων ὅτι καὶ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλὴν ὡς τὸ πᾶν κρύπτων σῶμα. Πλάτων τε ἐν Ἑορταῖς φησιν
ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἒν γ’ ἐμοί,
σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.
καὶ ὅς:
ἤτοι διὰ τὸ ἄφωνοι εἶναι: βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὂψ φωνή. καὶ γὰρ τοῦτ’ ἀγνοεῖς ἔλλοψ τις ὤν.
ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον μηδὲν ἀποκρινομένου τοῦ κυνὸς
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,
καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινά. δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν. ἢ διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται
τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.