Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι δ’ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ·

νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως παρέσται, ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φάος ὅσσον ἐναργές.
καὶ ἐν Ἴωνι·
μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν αἵ τ’ ἐχιδνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλ’ ἀμπεχόμεναι.
καὶ ἐν Μηδείᾳ·
τεῦτλ’ ἀμπεχομένης παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις δι’ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης·
καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως·
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος
Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.

ἔλοψ. προείρηται μέν τινα περὶ αὐτοῦ· ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ·

τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς, τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονώς· ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους
ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.

ἐρυθρῖνος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά. φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. τὰ παραπλήσια εἴρηκε καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Κυρηναῖοι δὲ ὕκην τὸν ἐρυθρῖνον καλοῦσιν, ὡς Κλείταρχός φησιν ἐν Γλώσσαις.

ἐγκρασίχολοι. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλους ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως·

ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιονς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.

ἑψητός. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ·

οὐχ ἑψητῶν λοπάς ἐστιν.
Ἄρχιππος Ἰχθύσι·
καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν ἑψητός.
Εὔπολις Αἰξὶν
ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί.
Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ ·
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.
Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ·
καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδαλεῖοί πως.
τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν;
πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ·
οὐδὲν μὰ Δί᾽ ἐρῶ λοπάδος ἑψητῶν.
Μένανδρος Περινθίᾳ·
τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον.
ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ·
βεμβράδ᾽, ἀφύην, ἑψητόν.
Ποσείδιππος Ἀποκλειομένῃ·
ἑψητὸν ἀγοράζειν τινά.
ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.

ἥπατος ἢ λεβίας. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ’ ὁ τῶν δείπνων λοχαγός φησιν

καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.

ἠλακατῆνες. ΜνησίμαχοςἹπποτρόφῳ·

σκόμβρος, θύννος, κωβιός, ἠλακατῆνες.
εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι·
κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον.
Μνασέας δὲ ὁ Πατρεύς φησι·
ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.

θύννος. τοῦτόν φησιν Ἀριστοτέλης εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ’ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται, μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἴστρου ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν

ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς --- ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή. ἂν δὲ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης, οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.

᾽ Ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ’ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως·

οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν· ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ’ ἡλίκον ἀράχνης, τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος· καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.
καὶ Θεοδωρίδας δέ φησι·
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι,

ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι·

μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν.
Ἀριστοφάνης Λημνίαις·
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον.
Στράττις Ἀταλάντῃ·
ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὕειον.
ἐν δὲ Μακεδόσιν
ὑπογάστριά θ’ ἡδέα θύννων.
ἔριφος Μελιβοίᾳ·
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ·
ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ,
παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ’ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ’ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ·
ὅστις ὠψώνηκ’ ἴσως ταύταις μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις ὑπογάστρι’ ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι βράττειν τε γεννικῶς παρασκευάζεται πλευρὰν μετ’ αὐτῶν.
Ἄλεξις δ’ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν
καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω· ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ·
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι. β. αἷς τὰς θύρας κλείουσι; α. θύννειοι μὲν οὖν. β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.

Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν. Ἡρακλέων δ’ ὁ Ἐφέσιος θύννον

τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ’ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο ἄναυδος.
καὶ ἀλλαχοῦ·
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος· ἁλιεῦσι·
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν ---οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.

θυννίς. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ

Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δ’ ἐν Πλούτοις φησὶν
ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ’ ὁ κίμβιξ φησί
καὶ θύννης οὐραῖον ἔχειν—τὴν θυννίδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν. εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας. θερμὰ τ’ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια. ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
καὶ Ἀντιφάνης δ’ ἐν Παιδεραστῇ·
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως·
ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ θύννης τὰ πρὸς γῆς. β. ποῖα; α. τὰ κάτωθεν λέγω·
·β. τούτους φάγοις ἄν; γ. τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. β. τὸ δεῖνα δ’ ἐσθίεις; γ· τὸ τί; β. τὰ Βοιωτῶν λοιπά ; γ. Κωπᾷδας λέγεις; ἀγρίως γε· παρὰ λίμνην γεωργῶν τυγχάνω. τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου·
κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν
ὁ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος, κατέφαγε δὴ τὸν κλῆρον ὥστε χρὴ σκάπτειν πέτρας τ’ ὀρείας σῦκα μέτρια τρώγων καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ.

ἵππουροι. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς

προσαγορεύει, μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ·
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
Ἀρχέστρατος δέ φησιν
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος · ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.

ἵπποι. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ·

κορακῖνοι δὲ κοριοειδέες, --- πίονες χἰππίδια λεῖα, φυκιοφάγοι κουρίδες.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ·
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον, ὁ ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
μνημονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως ·
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.

ἰουλίδες , . περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶν

ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου.
Νουμήνιος δέ·
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
ἰούλους δ’ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων
καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναὶ τ’ εἰς ἄγγος ἀολλεῖς.

κίχλαι καὶ κόσσυφοι. διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα· τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος·

τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Διοκλῆς δ’ ἐν πρώτῳ Ὑγιεινῶν
οἱ δὲ πετραῖοι,
φησίν,
καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός.
Νουμήνιος δὲ ἐν Ἁλιευτικῷ·
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ·
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ’ ἄλκιμοι.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζωικῶν
καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.
Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι·
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον, πιότατον κεφαλῇ.
Νίκανδρος δ’ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.

κάπρος καὶ κρέμυς. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί

τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος, καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.
τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν
αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων τὸ γάρ ἐστιν νέκταρος ἄνθος, τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λυγισμῷ ἄρθρων μηλείων τ’ ἐπ’ ἄγρην δωρήματα βάλλειν.

κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων

ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.
Φερεκράτης Δουλοδιδασκάλῳ·
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. β. ἀγαθὸν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. α. ι ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽ γαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
Ἐπίχαρμος Ἥβας γάμῳ
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ
Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ’ ἢ Διοκλῆς Κύκλωψι·
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
ὁ δ’ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ·
κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα· ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ, καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.

κορδύλος· . τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ·

τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα, κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις·
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.

κάμμοροι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·

ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις αὐτῶν
μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται,