Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἀλαζονικὸν δ’ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι. παράγει δὲ μάγειρον λέγοντα·

βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστὶν ἢ λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με. β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν ἔχων περίζωμ᾽, ἀλλ’ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα· εἴδη λαχάνων ὅσ’ ἐστί, βεμβράδων τρόπους, φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν, ἢν δὲ δὴ λάβω
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν, ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκασ’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας.
πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι;

Νικόμαχος δ’ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας. λέγει δ’ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον

ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς; α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας. ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων οὕτω τ’ ἐμισθώσω με; β. μὰ δγ, ἐγώ μὲν οὐ. α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθ᾽. β. εἴσομαι δὲ γ’ ἢν λέγῃς. α. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον
πότερ’ ἀποδοῦναι σκευάσαντα μουσικῶς διακόνου ᾽ στ’ οὐ τοῦ τυχόντος; β. Ἡράκλεις. α. ὁ μάγειρός ἐσθ’ ὁ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς, ἀλλ’ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας., ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις, πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος, τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί; α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα μερίσαι κατ’ εἶδος τῆς τέχνης ἐπιδέξια, ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενηνεγμένα. β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς περὶ τῆς ἰατρικῆς δέ; α. τῶν γὰρ βρωμάτων πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν ἔχοντ’ ἔνι’ ἔστιν, ὁ οὐ τροφήν. δειπνῶν δὲ πᾶς· τἀλλότρια γίνετ’ ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα εὕρητ’ ἐκεῖθεν, μεταφορὰ δ’ ἐστὶν τέχνης.
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται· ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς. οὐδεὶς ἕτερός σοι πρὸς ἔμ’ ἐκεῖ γραφήσεται., β. μίκρ’ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε. β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ’ ἐμέ, ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.

ὁ δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικὸς τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν

ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον τὸ. γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποιεῖ μήτ’ ὀξύ· κατακάει γὰρ ὅσ’ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται. μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.

ὁ δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως·

οὐ μὴ παραλάβω σ’ οὐδαμοῦ, Δράκων, ἐγὼ ἐπ’ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην, οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω τίς. ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον οὐδὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν ὁμοῦ δὲ τοῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τὰ θ’ αὑτοῦ σπλάγχν᾽ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος, μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ; πορεύομαι, ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα·
ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;
ἐῶ βοᾶν πληγὰς γὰρ ἔτι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς,
ἀμίδα μοι ἔνεγκε πρῶτον
φησίν.
ὄξος ἡ φακῆ οὐκ εἶχε.
πάλιν ᾔτησας·
οἰμώξει μακρὰ πρῶτος μαγείρων
φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν σ’ ἄγω, πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια ἄγουσ’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν χύδην σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.

καὶ παρ’ Ἀρχεδίκῳ δ’ ἐν Θησαυρῷ ἄλλος σοφιστὴς μαγειρίσκος τάδε λέγει·

πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι.
δίδου κατὰ χειρός.
τοὔψον οἰχήσει λαβών.
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα, ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου, ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’ ἔχοντα τοὺς χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν, εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος. ἐλᾳδίου κοτύλης τε παραναλωμένης σέσωκ’ ἐμοὶ τρίκλινα πεντήκοντ’ ἴσως.
Φιλοστέφανος δ’ ἐν Δηλίῳ καὶ ὀνόματα ἐνδόξων μαγείρων ἐν τοῖσδε καταλέγει·
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ τῇ τ’ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε,
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας, δοὺς μισθὸν ὃν μ’ ᾔτησας ἥκω δεῦρ’ ἄγων.

Σωτάδης δ᾽, οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνίτης, ἀλλ’ ὁ τῆς μέσης κωμῳδίας, ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις οὕτω γὰρ ἐπιγράφει τὸ δρᾶμα τοιάδε μάγειρον λέγοντα·

καρῖδας ἔλαβον πρῶτον· ἀπεταγήνισα ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας· ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον. γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον. λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα· ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, ἀποδοὺς ὅσ’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς· ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας· ἀστεῖον ἑφθή τευθὶς ὠνθυλευμένη καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα.. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψήτ’ ἦν δὲ μετὰ ταύτας τινά· ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.
γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα· κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ αὐτὰ τοιούτῳ τινὶ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐνέκρυψὰ θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. ἀφύην θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικὴν εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ· τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα, κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω. τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ’ ἐσθ’ ἡ τέχνη, οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.

καὶ μαγείρων μὲν ἅλις· περὶ δὲ τοῦ γόγγρου λεκτέον. Ἀρχέστρατος μὲν γὰρ ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος αὐτοῦ δεῖ συνωνεῖσθαι διηγεῖται οὕτως

γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ
ἑξῆς τε περὶ τῶν κατ’ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ καλὸς οὗτος περιηγητής φησιν
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὅστε τοσοῦτον τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
Ἄλεξις ἐν Ἑπτὰ ἐπὶ Θήβαις·
γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη ὑπεργέμοντα.
Ἀρχέδικος δ’ ἐν Θησαυρῷ παράγει τινὰ μάγειρον λέγοντα περὶ ὧν ὠψώνηκεν αὐτός·
δραχμῶν τριῶν γλαυκίσκον --- γόγγρου κεφάλαια καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ᾽· ὦ ταλαιπώρου βίου. δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον, κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’ ἀπηγξάμην οὐδεὶς δεδιακόνηκεν ἐπιπονώτερον. ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα, ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
κατέδοντ’ ἐκεῖνοι,
τοῦτο· πρὸς ἐμαυτὸν λέγω,
διαπυτιοῦσ’ οἶνον δὲ τοιοῦτον χαμαί.
οἴμοι.

γαλεοί. Ἱκέσιος ἐν τοῖς περὶ ὕλης τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν ἀλωπεκίαν μίαν ἔχειν φησὶ λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδαμῶς. ὁ δ’ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν.

Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δ’ εἶναι τὸν κεντρίνην καὶ δυσώδη. γνωρίζεσθαι δ’ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δὲ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ’ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν μάλιστα δ’ ὁ ποικίλος καὶ ὁ ἀλωπεκίας, οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα.

Ἀρχέστρατος δὲ ὁ τὸν αὐτὸν Σαρδαναπάλλῳ ζηλώσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετ’ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλ’ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον τούτων δ’ ὁ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δ’ ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον. ἀλλ’ ὅ γε Ἀρχέστρατος περὶ τοῦ Ῥοδιακοῦ γαλεοῦ λέγων τοῖς ἑταίροις πατρικῶς πως συμβουλεύων φησίν·

ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν·
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.
τούτων τῶν ἐπῶν μνησθεὶς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ φησιν καὶ δικαίως παρακελεύεσθαι τὸν ποιητὴν τῷ μὴ δυναμένῳ τιμὴν ἀριθμῆσαι ἀδικίᾳ κτήσασθαι τὴν ἐπιθυμίαν. καὶ γὰρ τὸν Θησέα, φησί, γεγονότα καλὸν ὑπολαμβάνω τοῦ Τληπολέμου τὸν ἰχθὺν τοῦτον αὐτῷ παρασχόντος παρεσχηκέναι. Τιμοκλῆς δ’ ἐν Δακτυλίῳ φησί·
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

Γλαῦκος. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·

σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
Νουμήνιος ἐν Ἁλιευτικῷ·
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα.
τὴν δὲ τοῦ γλαύκου κεφαλὴν ἐπαινῶν ὁ Ἀρχέστρατός φησιν
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις· σεμνῆς γὰρ ἁλίσκεται ἐν τενάγει γῆς.
καὶ Ἀντιφάνης δ’ ἐν Προβατεῖ φησιν
Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι --- γλαῦκοι Μεγαρικοί, μαινίδες Καρύστιαι, φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.
ὁ δ’ αὐτὸς ἐν Φιλώτιδι καὶ ταῦτα λέγει·
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον; α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον. ὕδωρ. β. ὁ γόγγρος; α. ταὐτόν. β. ἡ βατίς; α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β. κρέας ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία. β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις;

ΕὔβουλοςΚαμπυλίωνι· τὴν τ’ εὐπρόσωπον λοπάδα --- --- τοῦδε τοῦ θαλαττίου Γλαύκου φέρουσαν εὐγενέστερον --- λάβρακὰ θ’ ἑφθὸν ---ἅλμῃ μίαν.
ἈναξανδρίδηςΝηρεῖ·
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον τοῦ τ’ ἀμύμονος δέμας θύννου τὰ τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλὸς Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
Ἄμφις ἐν Ἑπτὰ ἐπὶ Θήβαις·
γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη εὔσαρκα.
καὶ ἐν Φιλεταίρῳ·
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου τεμάχια.
Ἀντιφάνης δ’ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν
ἔστω δ’ ἡμῖν κεστρεὺς τμητός, νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, κέστρας ὀσφύς, ψητταρικίσκος, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω.

ΝαυσικράτηςΝαυκλήροις· .. δύο μέν, φασιν, ἁπαλοὶ καὶ καλοὶ παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις, ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη. β. Γλαῦκον λέγεις. α. ἔγνωκας.
τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτ’ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα·
Ἀνθηδών νὺ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων· ἔνθεν ἐγὼ γένος εἰμί· πατήρ δέ με γείνατο Κωπεύς.
Προμαθίδας δ’ ὁ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δ’ ἐν τρίτῳ
τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι· ἁρπάσαντα Σύμην τὴν Ἰηλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον οὖσαν κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δ’ ὁ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη, Ἀριστοτέλης δ’ ἐν τῇ Δηλίων πολιτείᾳ ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δ’ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε ᾽ Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ ἀφανισθῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. Νικάνωρ δὲ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.

ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ἐν τῷ ἐπιγραφομένῳ Ἁλιεῖ, ὡς ὅτι

γευσάμενος βοτάνης
κατεποντώθη,
ἣν Ἠελίῳ φαέθοντι ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη· ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει
ὕλην αἰενάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν ἄτρυτοι, καὶ μὴ τιν’ ἕλοι μεσσηγὺς ἀνίη.
Αἰσχρίων δ’ ὁ Σάμιος ἔν τινι τῶν ἰάμβων Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος ἐγένετο
καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε.
Νίκανδρος δ’ ἐν τρίτῳ Εὐρωπίας Νηρέως ἐρώμενον τὸν Γλαῦκον ἱστορεῖ γενέσθαι, ὁ δ’ αὐτὸς Νίκανδρος ἐν πρώτῳ Αἰτωλικῶν τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα δὲ περὶ τὴν Ὀρείην ὄρος δὲ τοῦθ’ ὑπάρχειν ὑψηλὸν ἐν Αἰτωλίᾳ λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ἐπὶ κρήνῃ τινὶ καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ἀποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δ’ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δ’ ἡ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων ποιητρίας, ἐν τῇ ἐπιγραφομένῃ Σκύλλῃ ἱστορεῖ
τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον
ἢ κόγχους δωρήματα
φέροντα
Ἐρυθραίης ἀπὸ πέτρης, ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ’ ἀπτερύγους, τῇ νύμφῃ δύσπιστος ἀθύρματα, δάκρυ δ’ ἐκείνου καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς Αἴτνης.

γναφεύς. Δωρίων ἐν τῷ περὶ ἰχθύων τὸ ἐκ τῆς ἑψήσεως τοῦ γναφέως ὑγρόν φησι πάντα σπῖλον καθαίρειν. μνημονεύει δ’ αὐτοῦ καὶ Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ.

ἔγχελυς. τῶν θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος ἐν Μούσαις· Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων μνημονεύων καὶ τῶν ἀπὸ τῆς Κωπαΐδος τὰς Κωπαΐδας ἐπαινεῖ γίνονται δ’ αὗται ὑπερμεγέθεις, φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτῃ Εὐρωπιακῶν τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ κατευχομένους οὐλὰς τ’ ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς· καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυμάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τοὺς Ἁλαιέας λέγει θυσίαν ἐπιτελοῦντας

τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον.

καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. Ἡρόπυθος γοῦν ἐν ῝ Ὥροις Κολοφωνίων περὶ τῆς κτίσεως ἱστορῶν τῆς Φασήλιδός φησιν ὅτι Λάκιος ὁ τὴν ἀποικίαν στείλας μισθὸν ἔδωκε τοῦ τόπου Κυλάβρᾳ ποιμένι νέμοντι πρόβατα ταρίχους, ἐκείνου τοῦτο αἰτήσαντος. προθέντος γὰρ αὐτῷ τοῦ Λακίου λαβεῖν τοῦ χωρίου ἢ ἄλφιτα ἢ ταρίχους εἵλετο ὁ Κυλάβρας τοὺς ταρίχους· καὶ διὰ τοῦτο οἱ Φασηλῖται ἀνὰ πᾶν ἔτος τῷ Κυλάβρᾳ ἔτι καὶ νῦν ἔτι καὶ νῦν τάριχον θύουσι. Φιλοστέφανος δ’ ἐν τῷ πρώτῳ περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει·

Λάκιον τὸν Ἀργεῖον ἕνα τῶν σὺν Μόψῳ ἀφικομένων, ὅν τινες μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετ’ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων ἀγοράσαι δ’ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πόλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς δόντα
τάριχον τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφ’ ὧν ἦγον. ὅθεν κατ’ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τιμῶντας ὡς ἥρωα.

περὶ δὲ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ἐν τοῖς περὶ ὕλης ὡς αἱ ἐγχέλεις εὐχυλότεραι πάντων εἰσὶν ἰχθύων καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι, ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἀν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτ’ ἀφιᾶσι γλινῶδες ἐξ αὑτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται, λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δ’ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσί τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν ὁ Ἀριστοτέλης ἱστορεῖ γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζωοτοκούσας ἀλλ’ οὐδὲ ἐξ ὀχείας, ἀλλ’ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης· καθάπερ καὶ ἐπὶ τῶν καλουμένων τῆς γῆς ἐντέρων λέγεται, διὸ καὶ Ὅμηρον τῆς τῶν ἰχθύων φύσεως χωρίζοντα τάδε εἰπεῖν

τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας.

Ἐπικούρειος δέ τις εἰκαδιστὴς τῶν συνδειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσης

πάρεστιν, ἔφη, ἡ τῶν δείπνων Ἑλένη· ἐγὼ οὖν Πάρις ἔσομαι.
καὶ χεῖρας μήπω τινὸς ἐκτετακότος ἐπ’ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλευρὸν ἀπάγων εἰς ἄκανθαν. ὁ δ’ αὐτὸς οὗτος πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας·
τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε,
προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ ὁ Κύνουλκος ἔφη·
ἀποφέρεται τὸ ἆθλον ἐκ τῆς βρογχοπαρατάξεως ὁ λάρος.
καὶ περὶ τῆς ἐγχέλυος δ’ Ἀρχέστρατος οὕτως ἱστορεῖ
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη Ῥηγίου ἀντιπέρας πορθμοῦ· ληφθεῖσα θαλάσσης ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς, οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι καὶ τὸ πάχος θαυμασταί. ὅλως δ’ οἶμαι βασιλεύει πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπήρινος μόνος ἰχθύς ---

Ὁμήρου δὲ εἰπόντος

τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες
ἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος·
πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.
οἱ δ’ Ἀττικοί, καθὼς Τρύφων φησί, τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ τὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. ὁ γοῦν Ἀριστοφάνης ἐν μὲν Ἀχαρνεῦσι·
σκέψασθε φησί παῖδες τὴν κρατίστην ἔγχελυν.
καὶ ἐν Λημνίαις·
ἔγχελυν Βοιωτίαν.
τὴν δ’ εὐθεῖαν ἐν Δαιταλεῦσι·
καὶ λεῖος ὥσπερ ἔγχελυς.
καὶ Κρατῖνος ἐν Πλούτοις·
θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
τὰς μέντοι πληθυντικὰς οὐκ ἔθ’ ὁμοίως τῷ ποιητῇ. Ἀριστοφάνης Ἱππεῦσιν·
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας
καὶ δευτέραις Νεφέλαις·
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.,
ἐν Σφηξὶ δ’ ἡ δοτική·
οὐ χαίρω δὲ βατίσιν, οὐδ’ ἐγχέλεσιν.
Στράττις δ’ ἐν Ποταμίοις ἔφη·
ἐγχέλεων ἀνεψιός.
Σημωνίδης δ’ ἐν ἰάμβοις·
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
καὶ τὴν αἰτιατικὴν
ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην τρίορχον εὑρὼν ἐσθίοντ’ ἀφείλετο.
Ἀριστοτέλης δ’ ἐν τοῖς περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ὅταν δ’ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ·
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν, ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς,
σαφῶς δηλοῖ ὅτι ἡ ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται, ἔνθεν καὶ τοὔνομα εἰς ūς ἐπερατώθη. καὶ ὁ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη·
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες.
ἰδικώτερον δὲ καὶ κατ’ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ.

Ἀντιφάνης δὲ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν

τὰ τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν, τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον οὕτως ἔσθ’ ἅγιον παντελῶς τὸ θηρίον.
Ἀναξανδρίδης δ’ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔτ’ οἱ τρόποι γὰρ ὁμονοοῦσ’ οὔτ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολὺ οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δὲ γ’ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω. τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δὲ γ’ οὔ.
Τιμοκλῆς δ’ ἐν Αἰγυπτίοις
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;