Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν
καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. ᾽ Νικόλαος δ’ ὁ περιπατητικὸς καὶ Ποσειδώνιος ὁ στωικὸς ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία
Χῖος δεσπότην ὠνήσατο,
ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις.

Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησὶν
ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.
τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Μάλακος δ’ ἐν τοῖς Σιφνίων ὥροις ἱστορεῖ ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκισαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα
ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις, καὶ ἀθῷοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο.

διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους.
ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.
καλοῦνται δ’ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ’ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς ἐγγενεῖς οἰκέτας, Σέλευκος δ’ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. πρόξενος δ’ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησιν χαλκίδας παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας. Ἴων δ’ ὁ Χῖος ἐν Λαέρτῃ τὸν οἰκέτην ἐπὶ δούλου τέθεικεν εἰπών
ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος, μή τις ἔλθῃ βροτῶν.
Ἀχαιὸς δ’ ἐν Ὀμφάλῃ περὶ τοῦ Σατύρου λέγων φησίν
ὡς εὔδουλος, ὡς εὔοικος ἦν,
ἰδίως λέγων ὡς χρηστὸς ἐς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ κοινόν.

οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις·
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
Κράτης δ’ ἐν Θηρίοις·
ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην, ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; β. οὐ δῆθ’ ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω. α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; β. πρόσεισιν αὔθ᾽ ἕκαστον τῶν σκευαρίων ὅταν καλῇ τι· παρατίθου, τράπεζα· αὕτη· παρασκεύαζε σαυτήν. μάττε, θυλακίσκε. ἔγχει, κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν. ἀνάβαινε, μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽ πὶ θάτερ’ ὀπτός εἰμι. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν ι
ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου, ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται εἰς τὴν πύελον ἐρεῖ δὲ θὔδωρ
ἀνέχετε.
εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.

βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ᾽ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ᾽ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ’ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα, ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ’ εἰσεπέτοντο τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τὸμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.