Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

πρὸς τῆς Δήμητρος ὑμῖν , ὦ ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ’ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ’ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει τῶν δραμάτων ὡς ἐδιδάχθη· καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ ἡ σμικροτάτη ʼ, ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς· ὧν εἷς ἐστιν ὁ Ἀττικώτατος Φερεκράτης, ὃς ἐν ὲν τοῖς Μεταλλεῦσί φησιν
πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα, ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα. ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν τονθολνγοῦντες ἔρρεον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
ὥστ’ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ’ ἀντ’ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ· σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα, παρῆν δὲ χόνδρος γἀλακι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι. β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβουσ’ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχετ’ εἰς τὸν Τάρταρον.
α. τί δῆτα λέξεις, τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ’ ἀντιβολοῦσαι καταπιεῖν ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμένας. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.
καὶ τῶνδ’ ἑκάστοτ’ εἰ φάγοι τις ἢ πίοι, διπλάσι’ ἐγίγνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν.

κἀν τοῖς Πέρσαις δέ φησιν τίς δ’ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ
χαρακισμοῦ;
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
ἐπιπάστοις
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
ἐπιβλὺξ
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
ἀρύτεσθαι.
ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
βαλανεύσει,
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
πολυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽ ἀναβράστοις.

τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται·
νειφέτω μὲν ἀλφίτοις. ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
ἀλλ’ ὅ γε Μεταγένης τάδε φησίν
ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε· τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασι, τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις. τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε. ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη·

ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ’ ὧν ᾽ ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι ᾽ λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας κατὰ
τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ’ ἰσχὺν ἐντίθησι μήτ’ ἀποθνῄσκειν ἐᾷ·
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρ’ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη·
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.
καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην
Λεῦκε, ἔφη, κἂν ἐκφατνίσματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.
καὶ ὁ Κύνουλκος
εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος
κατὰ τὸν Μένανδρον. διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως·
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος,
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.

καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν

τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλ’ ἤδη καὶ ἔπη
λιμῶδες
γὰρ ὄντως
ἡ ῥαψῳδία
κατὰ. γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε,
κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους,
φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου
τετλάναι.