Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Δίφιλος δ’ ἐν Συνωρίδι ἑταίρας δ’ ὄνομα ἡ Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει·

ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι. β. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; α. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μὴ ποτ’ εἰς πάτραν τυχών.
β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; β. οὐχ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ.
καὶ ἑξῆς·
τότε φάγοις, παράσιθ᾽. β. ὅρα ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

Μένανδρος δ’ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν

τοῦθ’ ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, εἶτα δ’ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν.
καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ Νομοθέτῃ· Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως·
ἐγὼ δ’ ἀπόσιτος ὢν τοιαῦτ’ οὐκ ἀνέχομαι. ᾽,
τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος.
μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις·
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
καλεῖται δ’ οἰκόσιτος ὁ μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ·
ταχὺ γὰρ γίνεται ἐκκλησιαστὴς οἰκόσιτος.
Μένανδρος Δακτυλίῳ·
οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
καὶ ἐν Κιθαριστῇ·
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
Ἐπισιτίου δὲ Κράτης Τόλμαις·
ποιμαίνει δ’ ἐπισίτιον, ῥιγῶν δ’ ἐν Μεγαβύζου δέξετ’ ἐπὶ μισθῷ σῖτον.
ἰδίως δ’ ἐν Συναριστώσαις ἔφη·
ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
σιτοκούρου δ᾽, Ἄλεξις μνημονεύει ἐν Παννυχίδι ἢ Ἐρίθοις·
ἔσῃ περιπατῶν σιτόκουρος.
Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως·
πάντ’ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι.
καὶ ἐν Πωλουμένοις·
οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
αὐτόσιτον δ’ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ·
παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.
κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει·
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ·
ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
καὶ Φερεκράτης ἢ Στράττις ἐν Ἀγαθοῖς·
ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.

τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος

ἀλλὰ μὴν καὶ αὐτός,
ἔφη,

τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής, περὶ κολάκων ἐρῶ τι.

πράττει γὰρ πάντων ὁ κόλαξ ἄριστα,
ὁ καλὸς εἶπεν Μένανδρος, οὐ μακρὰν δ᾽
ἐστὶν ὁ κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον ʽ Ἀθηναῖος δ’ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ ʼ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως·
Κλείσοφος ὁ Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ,
ἵν᾽, ἔφη, μὴ ἐπιλανθάνωμαι.
τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν,
ἐκ τοῦ τραύματος, ἔφη, ᾽ κείνου πέπραται.
σκώπτοντος δ’ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντος
εἶτ’ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω;

καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ· “Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφη

εὖ γε νὴ τοὺς θεούς.
τοῦ δὲ Φιλίππου εἰπόντος
τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται;
νὴ τὸν Δία τὸν μέγιστον,
εἶπεν,
ἄκρως γέ μοι ἐπετίμησας.

Σάτυρος δ’ ἐν τῷ Φιλίππου βίῳ

ὅτε, φησί, Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ . καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς
συνδαινύμενος. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ’ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.
Νικόλαος δ’ ὁ Δαμασκηνὸς εἷς δ’ ἦν τῶν ἐκ τοῦ περιπάτου ἐν τῇ πολυβύβλῳ ἱστορίᾳ ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσι τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ φησιν Ἀδιάτομον τὸν τῶν Σωτιανῶν βασιλέα ἔθνος δὲ τοῦτο Κελτικόν ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους, τοῦτο δ’ ἐστὶν ἑλληνιστὶ εὐχωλιμαῖοι.
τούτους δ’ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων ἀνθ’ ἧς συνδυναστεύουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἴτε νόσῳ τελευτήσειε βασιλεὺς εἴτε πολέμῳ εἴτ’ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον ὅταν ἥκῃ βασιλεῖ ἢ διεκδύντα.

Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλ’ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ

Μακεδονικῶν οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δὲ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται, ἔτυχεν δ’ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα· ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος
μέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων;
καὶ ὅς·
ἒς τ’ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον.
Φύλαρχος δ’ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδ’ ἱστορεῖ· Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν
ἦ που τῶν ἄλλων μυιῶν,
εἶπεν,
αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος, ὁ δ’ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχεν δ’ ἀπ’ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν) συγγελᾶν. ἐπεὶ δ’ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ,
ὑμῖν,
φησί,
πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.