Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι δ’ ἦν ἔθος τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστί, Τιμοκλῆς ἐν Φιλοδικαστῇ φησὶν οὕτως·

ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος ἀπολαβεῖν τὸν ἀριθμόν,, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν, τῶν ἑστιωμένων, ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
Μένανδρος δ’ ἐν Κεκρυφάλῳ·
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐὰν πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών ---
καὶ Φιλόχορος δ’ ἐν ἑβδόμῃ Ἀτθίδος
οἱ γυναικονόμοι,
φησί,
μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις.

τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει ὁ Λυγκεύς· Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι ὅ τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ᾽ ὦ ταλαίπωρε,᾽ ἔφη, ᾽ καὶ ἡ φακῆ σε βάλλει.᾽ μήποτε τούτου καὶ Μάχων μνημονεύει, φησὶ γάρ· κακός
τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ’ ἐγὼ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.ʼ
λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ ᾽ πονηρὸν ἔφη, ᾽ τοῦτ’ ἤδη· καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς ι Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.᾽ Φυρομάχου δ’ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος
ζημιωθῆναι αὐτόν,
ἔφη,
δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο.
παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ’ ἐκεῖνον ἀεὶ λειπούσης,
Πτολεμαῖε,
ἔφη,
πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι;
Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος
Χαιρεφῶν,
εἶπεν,
ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.
καθ’ ὃν δὲ καιρὸν Δημοσθένης παρ’ Ἁρπάλου τὴν κύλικα εἰλήφει
οὗτος,
ἔφη,
τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.
εἰωθότος δ’ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.

Φιλόξενος δὲ ὁ παράσιτος, Πτερνοκοπας δ’ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη μάστιξεν δ’ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος

μὴ πολλούς,
εἶπε,
παρατίθει, μὴ σκότος ποιήσῃς.
τὸν δ’ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως
τὸν ὑδροπότην δὲ Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας
ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι ἡ γραῦς ποιεῖ σ’ ἐν γαστρὶ λαμβάνειν ἀεί.
ὁ δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας·
νῦν πάντα, φασί, γίνεθ᾽, ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν.
Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς.

Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῇ κ’ καὶ τρίτῃ τῶν ἱστοριῶν

Κελτοί,
φησί,
περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες.
ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ’ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον,
ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον
κἀγὼ σέ,
φησίν,
ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον.
ἦν δ’ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ β’ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.

κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε·

εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν.
Φερεκράτης Γραυσί·
σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; β. τίς δ’ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικὸν τιν’ ἐπὶ μισθῷ ξένον.
ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας·
καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες.
Ἀριστοφάνης Πελαργοῖς·
ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς,
ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
Εὔβουλος δ’ ἐν Δαιδάλῳ·
ἐθέλει δ’ ἄνευ μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.