Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων, ὁ γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ’ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος, ὑποδοχὰς ποιούμενος καθ’ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασι πλήθη, καὶ ἄλλος δ’ Ἀντίοχος βασιλεὺς

ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς ὁ αὐτός φησι Ποσειδώνιος·
τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ’ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων, καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν κάμηλον πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.
καὶ οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί, διὰ τὴν τῆς χώρας εὐβοσίαν ἀπὸ τῆς περὶ τἀναγκαῖα κακοπαθείας συνόδους ἔνεμον πλείους ἵνα εὐωχοῖντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοισ—οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων—ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοῖς τοιούτοις κελάδοις συνηχεῖσθαι.

ἐπαινῶ δ’ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. ὁ δ’ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ

Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, ---διό εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον περὶ οὗ ἱστόρησεν ὁ ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων. τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης ὁ Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, ἀποδοχῆς δ’ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι. ἐπολυώρει οὖν αὐτὸν ὁ Ἀλέξανδρος καίπερ ὄντα τῷ βίῳ φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον. καὶ αἰτησαμένῳ αὐτῷ φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσαγορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. ἅπερ ὁ Διογένης ἐρασθείς τινος λυσιῳδοῦ γυναικὸς ἐχαρίσατο αὐτῇ. ἀκούσας δ’ ὁ Ἀλέξανδρος καὶ συνάγων φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη· καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. ἄκαιρον δ’ εἶναι εἰπόντος νεύσας
εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ ἡ λυσιῳδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. γέλωτος οὖν πολλοῦ καταρραγέντος ἔμενεν ὁ φιλόσοφος καὶ τὴν λυσιῳδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. τοῦτον τὸν Διογένη ὁ μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν. ὁ δ’ Ἀλέξανδρος προσηνὴς ἦν ἐν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθ’ ἕκαστα ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερὰ ἐστιν ἐκθήσομαι, ἵν᾽ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. κατὰ γὰρ τὸν Ἀγάθωνα
εἰ μὲν φράσω τἀληθές, οὐχὶ σ’ εὐφρανῶ· ·
εἰ δ’ εὐφρανῶ· τί σ᾽, οὐχὶ τἀληθὲς φράσω. ἀλλὰ φίλη γάρ, φασίν, ἡ ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο.

ἐν τῇ Ἐρυμνέως τοῦ περιπατητικοῦ σχολῇ διέτριβέ τις Ἀθηνίων προσκαρτερῶν τοῖς λόγοις.

ὅστις Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. ταύτης οὖν παῖς εἴτ’ ἐξ αὐτοῦ τεκούσης, εἴτ’ ἐξ ἄλλου τινος, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο. γράμματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. καὶ σοφιστεύσας ἐν Μεσσήνῃ κἀν Λαρίσῃ τῇ Θετταλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς Ἀθήνας, καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς, διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι’ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλημάτων ἀπολυθέντας ἐν ὁμονοίᾳ ζῆν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀνακτησαμένους, καὶ δωρεῶν μεγάλων τυχεῖν ἰδίᾳ καὶ δημοσίᾳ. ταῦτα οἱ Ἀθηναῖοι διεκόμπουν τὴν Ῥωμαίων ἡγεμονίαν καταλελύσθαι πεπιστευκότες.

ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκροπίδαι ἔπεμψαν

ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυρόπουν. ἀλλ’ εἴσεισιν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ’ ἀγρυρόποδος κατακομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες, γυναῖκες, παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. ὑπήντησαν δ’ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται, τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν διευς οἰκίαν τοῦ τότε πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσόδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γραφαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει, ἀφ’ ἧς ἐξῄει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος δακτύλιον χρυσίου ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδάτου εἰκόνα·
προεπόμπευον δ’ αὐτοῦ καὶ ἐφείποντο θεράποντες πολλοί, ἐν δὲ τῷ τεμένει τῶν τεχνιτῶν θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῇ Ἀθηνίωνος παρουσίᾳ καὶ μετὰ κήρυκος προαναφωνήσεως σπονδαί. καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον πλήρης δ’ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ ξένων καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν τῶν ὄχλων συνδρομή, ὁ δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος.

ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ’ ἀναβλέψας ᾽ ἄνδρες Ἀθηναῖοι, ἔφη, τὰ πράγματα μὲν με βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δέ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με ἁθρόως δ’ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν, ᾽ λέγω τοίνυν, ἔφη, τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας, καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον Πόντον κατῳκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ

δέσμιος, Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται, τῶν δ’ ἄλλων Ῥωμαίων οἱ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖται τὸν θεὸν βασιλέα· χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. πάρεισι γὰρ πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ Καρχηδονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναίρεσιν

μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προηγγελμένων τρίψας τε τὸ μέτωπον ᾽ τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως ἂν αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκλῃμένα, αὐχμῶντα δὲ τὰ γυμνάσια, τὸ δὲ θέατρον ἀνεκκλησίαστον, ἄφωνα δὲ τὰ δικαστήρια καὶ τὴν

θεῶν χρησμοῖς καθωσιωμένην πύκνα ἀφῃρημένην τοῦ δήμου, μὴ περιίδωμεν δέ, ἄνδρες Ἀθηναῖοι, τὴν ἱερὰν τοῦ Ἰάκχου φωνὴν κατασεσιγασμένην καὶ τὸ σεμνὸν ἀνάκτορον τοῖν θεοῖν κεκλῃμένον καὶ τῶν φιλοσόφων τὰς διατριβὰς ἀφώνους πολλῶν οὖν καὶ ἄλλων τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συνδραμόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων, καὶ παρελθὼν ὁ περιπατητικὸς εἰς τὴν ὀρχήστραν ᾽ ἴσα βαίνων Πυθοκλεῖ ᾽ εὐχαρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι ᾽ νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ’ ἐγώ. καὶ ἂν συνεπισχύσητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς.᾽ ταῦτ’ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας, ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα,

καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα τὸ περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ

φρονοῦντας τῶν πολιτῶν—παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν ᾽μὴ παιδὶ μάχαιραν ᾽ ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατά τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. καὶ ὁ Ἀθηνίων ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδεμένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν καταφρακτικῶν καλουμένων, συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο ---καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν αὐτούς· καὶ τὰς πύλας ---τριάκοντα καταστήσας ἐφ’ ἑκάστης οὔτ’ εἰσιέναι τὸν βουλόμενον οὔτ’ ἐξιέναι εἴα. ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνήθροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα, ἐξαπέστειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτὸν καὶ ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρεβλώσας. πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσιν ὧν οἱ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἱ δ’ ἐν τοῖς δικαστηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους
φέροντος. ἐνειργάσατο δ’ ἐν τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς θηρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι τῶν ὅρων ἢ τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ· καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις, ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν.

καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ’ ἤδη καὶ τὰ τῶν ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον τοῦ θεοῦ χρήματα, ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον ὅτε μὲν γὰρ ἐφιλοσόφει τὰ περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνὰς ἦν γὰρ πολυχρήματος τὰ τ’ ἐκ τοῦ Μητρῴου τῶν παλαιῶν αὐτόγραφα ψηφισμάτων ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον. ἐφ’ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἂν εἰ μὴ ἔφυγεν. καὶ μετ’ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλοὺς καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς ἂν ἀπὸ τῆς

αὐτῆς δὴ αἱρέσεως ὄντι. Ἀθηνίων δ’ ἐπιλαθόμενος τῶν δογμάτων τῶν τοῦ περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος, καὶ προφυλακὴν ἀμελεστέραν πρὸς τὴν Δῆλον μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε τῆς νήσου ἐάσας ἀφύλακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. τοῦτο δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος στρατηγὸς Ῥωμαίων καὶ φυλάσσων τὴν Δῆλον φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας, κοιμωμένοις καὶ μεθύουσιν ἐπιπεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ’ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε δὲ καὶ περὶ τετρακοσίους, καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυγὼν ἐκ Δήλου, πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύλεις συγκατέφλεξεν αὐταῖς οἰκίαις καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν τῇ ἑλεπόλει, ἣν εἰς Δῆλον ἐλθὼν κατεσκευάκει. στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε·
τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει, τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον, κοινὸν
Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.

καὶ Ταρσοῦ δὲ Ἐπικούρειος φιλόσοφος ἐτυράννησε, Λυσίας ὄνομα· ὃς ὑπὸ τῆς πατρίδος στεφανηφόρος αἱρεθείς, τουτέστιν ἱερεὺς ʽ Ἡρακλέους, οὐκ ἀπετίθετο τὴν ἀρχήν, ἀλλ’ ἐξ ἱματίου τύραννος ἦν, πορφυροῦν μὲν μεσόλευκον χιτῶνα ἐνδεδυκώς, χλαμύδα δὲ ἐφεστρίδα περιβεβλημένος πολυτελῆ καὶ ὑποδούμενος λευκὰς Λακωνικάς, στέφανον δάφνης χρυσοῦν ἐστεμμένος, καὶ διανέμων τὰ τῶν πλουσίων τοῖς πένησι, πολλοὺς φονεύων τῶν οὐ διδόντων.

τοιοῦτοί εἰσιν οἱ ἀπὸ φιλοσοφίας στρατηγοί, περὶ ὧν Δημοχάρης ἔλεγεν

ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην, οὐδ’ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον.
ὁ γὰρ Πλάτων φησὶν τρεῖς στρατείας στρατεύσασθαι Σωκράτη, τὴν μὲν εἰς Ποτίδαιαν, τὴν δὲ εἰς Ἀμφίπολιν, τὴν δὲ εἰς Βοιωτοὺς ὅτε καὶ συνέβη τὴν ἐπὶ Δηλίῳ μάχην γενέσθαι, μηδενὸς δὲ τοῦθ’ ἱστορηκότος αὐτὸς καὶ ἀριστείων φησὶν αὐτὸν τετυχηκέναι πάντων τῶν Ἀθηναίων φυγόντων, πολλῶν δὲ καὶ ἀπολομένων. πάντα δὲ ταῦτα ἐψευδολόγηται. ἡ μὲν γὰρ ἐπὶ Ἀμφίπολιν στρατεία γέγονεν ἐπὶ Ἀλκαίου ἄρχοντος Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, ὥς φησι Θουκυδίδης, τούτων οὖν τῶν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. τίς οὖν εἶπεν ἱστοριογράφος ἢ ποιητής;
ἢ ποῦ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην;
τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;
πότε δὲ καὶ εἰς Ποτίδαιαν ἐστρατεύσατο, ὡς ἐν τῷ Χαρμίδῃ εἴρηκεν ὁ Πλάτων φάσκων αὐτὸν καὶ τῶν ἀριστείων τότε Ἀλκιβιάδῃ παραχωρῆσαι; τοῦτο οὔτε Θουκυδίδου ἀλλ’ οὐδ’ Ἰσοκράτους εἰρηκότος ἐν τῷ περὶ τοῦ ζεύγους, ποίας δὲ καὶ μάχης γενομένης ἔλαβε τὰ ἀριστεῖα Σωκράτης καὶ τί πράξας ἐπιφανὲς καὶ διάσημον; καθόλου μάχης μηδεμιᾶς συμπεσούσης, ὡς ἱστόρηκε Θουκυδίδης, οὐκ ἀρκεσθεὶς δὲ ταύτῃ τῇ τερατολογίᾳ ὁ Πλάτων ἐπάγει καὶ τὴν ἐπὶ Δηλίῳ γενομένην, μᾶλλον δὲ πεπλασμένην ἀνδραγαθίαν. εἰ γὰρ καὶ τὸ Δήλιον ᾑρήκει Σωκράτης, ὡς ἱστορεῖ Ἡρόδικος ὁ Κρατήτειος ἐν τοῖς πρὸς τὸν Φιλοσωκράτην, ἅμα τοῖς πολλοῖς ἀσχημόνως ἂν ἔφυγε, Παγώνδου δύο τέλη περιπέμψαντος τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον. τότε γὰρ οἱ μὲν πρὸς τὸ Δήλιον τῶν Ἀθηναίων ἔφυγον, οἱ δ’ ἐπὶ θάλατταν, ἄλλοι δὲ ἐπὶ ᾽ Ὠρωπόν, οἱ δὲ πρὸς Πάρνηθα τὸ ὄρος· Βοιωτοὶ δ’ ἐφεπόμενοι ἔκτεινον καὶ μάλιστα οἱ ἱππεῖς οἵ τε αὐτῶν καὶ οἱ Λοκρῶν. τοιούτου οὖν κυδοιμοῦ καὶ φόβου καταλαβόντος τοὺς Ἀθηναίους, μόνος Σωκράτης
βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων
εἱστήκει
ἀναστέλλων τὸ Βοιωτῶν καὶ Λοκρῶν ἱππικόν; καὶ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδεὶς ποιητής. πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παραχωρεῖ τῷ μηδ’ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείας; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαι πώποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν πορείας εἴρηκε. καὶ Ἀντισθένης δ’ ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ.
οὔκ ἐστιν δ’ ἔτυμος ὁ λόγος οὗτος.
χαρίζεται γὰρ καὶ ὁ κύων οὗτος πολλὰ τῷ Σωκράτει· ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως
ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μάχῃ τὰ ἀριστεῖά σε λαβεῖν. εὐφήμει, ὦ ξένε· Ἀλκιβιάδου τό γέρας, οὐκ ἐμόν. σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν.
ὁ δὲ Πλάτωνος Σωκράτης εἰς Ποτίδαιαν λέγει παρεῖναι καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρακεχωρηκέναι. προτερεῖ δὲ κατὰ πάντας τοὺς ἱστορικοὺς τῆς ἐπὶ Δήλιον στρατείας ἡ περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει.

πάντ’ οὖν ψεύδονται οἱ φιλόσοφοι καὶ πολλὰ παρὰ τοὺς χρόνους γράφοντες οὐκ αἰσθάνονται,

καθάπερ οὐδ’ ὁ καλὸς Ξενοφῶν, ὃς ἐν τῷ Συμποσίῳ ὑποτίθεται Καλλίαν τὸν Ἱππονίκου Αὐτολύκου τοῦ Λύκωνος ἐρῶντα καὶ νενικηκότος αὐτοῦ παγκράτιον ἑστίασιν ποιούμενον καὶ σὺν τοῖς ἄλλοις δαιτυμόσι παρόντα αὑτὸν τὸν ἴσως μηδὲ γεννηθέντα ἢ περὶ τὴν παιδικὴν ἡλικίαν ὑπάρχοντα, ἐστὶν δὲ οὗτος ὁ καιρὸς καθ’ ὃν Ἀριστίων ἄρχων ἦν. ἐπὶ τούτου γὰρ Εὔπολις τὸν Αὐτόλυκον διδάξας διὰ Δημοστράτου χλευάζει τὴν νίκην τοῦ Αὐτολύκου. πάλιν ὁ Ξενοφῶν ποιεῖ τὸν Σωκράτην λέγοντα ἐν τῷ Συμποσίῳ ταυτί· καίτοι Παυσανίας γε ὁ Ἀγάθωνος τοῦ ποιητοῦ ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασίᾳ συγκαλινδουμένων εἴρηκεν ὡς καὶ στράτευμα ἀλκιμώτατον ἄν γένοιτο ἐκ παιδικῶν καὶ ἐραστῶν, τούτους γὰρ ἂν ἔφη οἴεσθαι μάλιστα ἂν αἰδεῖσθαι ἀλλήλους ἀπολιπεῖν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου τε ἀφροντιστεῖν καὶ ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθιζόμενοι οὗτοι μάλιστ’ αἰσχύνονται αἰσχρόν τι ποιεῖν. ὅτι μὲν οὖν τούτων οὐδὲν εἴρηκεν Παυσανίας ἔξεστι μαθεῖν ἐκ τοῦ Πλάτωνος Συμποσίου. Παυσανίου γὰρ οὐκ οἶδα σύγγραμμα, οὐδ’ εἰσῆκται παρ’ ἄλλῳ λαλῶν οὗτος περὶ χρήσεως ἐραστῶν καὶ παιδικῶν ἢ παρὰ Πλάτωνι· πλὴν εἴτε κατέψευσται τοῦτο Ξενοφῶν εἴτ’ ἄλλως γεγραμμένῳ τῷ Πλάτωνος ἐνέτυχε Συμποσίῳ,
παρείσθω· τὸ δὲ κατὰ τοὺς χρόνους ἀστόχημα λεκτέον. Ἀριστίων, ἐφ’ οὗ τὸ συμπόσιον ὑπόκειται συνηγμένον, πρὸ τεσσάρων ἐτῶν Εὐφήμου πρότερος ἦρξεν, καθ’ ὃν Πλάτων τὰ Ἀγάθωνος νικητήρια γέγραφεν, ἐν οἷς Παυσανίας τὰ περὶ τῶν ἐρωτικῶν διεξέρχεται. θαυμαστὸν οὖν καὶ τερατῶδες, εἰ τὰ μήπω ῥηθέντα, μετὰ δὲ τέτταρα ἔτη ἐπιχειρηθέντα παρ’ Ἀγάθωνι Σωκράτης παρὰ Καλλίᾳ δειπνῶν εὐθύνει ὡς οὐ δεόντως ῥηθέντα.

ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. ὁ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ’ Εὐθύδημον ἄρξαντος· δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος, ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφ’ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. καὶ αὐτὸς δὲ ὁ Πλάτων δηλοῖ τὴν συνουσίαν ταύτην πρὸ πολλοῦ γεγονέναι, λέγων οὕτως ἐν τῷ Συμποσίῳ

---εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. ἐγὼ γάρ, ἔφη. πόθεν, ἦν δ’ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθ᾽
ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε;
καὶ προελθών φησιν·
ἀλλ’ εἰπέ μοι, πότε ἐγένετο ἡ συνουσία αὕτη; κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν ὁ Ἀγάθων.
ὅτι δὲ πολλὰ ὁ Πλάτων παρὰ τοὺς χρόνους ἁμαρτάνει δῆλόν ἐστιν ἐκ πολλῶν, κατὰ γὰρ τὸν εἰπόντα ποιητὴν
ὅττι κεν ἐπ’ ἀκαιρίμαν γλῶτταν ἔλθῃ,
τοῦτο μὴ διακρίνας γράφει, οὐ γὰρ ἀγράφως τι ἔλεγεν, ἀλλὰ πάνυ ἐσκεμμένως,

ὡς ἐν τῷ Γοργίᾳ γράφων φησὶν

ἄθλιος ἄρα οὗτος ὁ Ἀρχέλαός ἐστι κατὰ τὸν σὸν λόγον. εἴπερ γε, ὦ φίλε, ἄδικος.
εἶτα ῥητῶς εἰπὼν ὡς κατέχοντος τὴν Μακεδόνων ἀρχὴν Ἀρχελάου προβὰς γράφει τάδε·
καὶ Περικλέα τοῦτον τὸν νεωστὶ τετελευτηκότα.
εἰ δὲ νεωστὶ τετελεύτηκε Περικλῆς, Ἀρχέλαος οὔπω κύριός ἐστι τῆς ἀρχῆς εἰ δ’ οὗτος βασιλεύει, πρὸ πολλοῦ πάνυ χρόνου ἀπέθανε Περικλῆς. Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης, ἔτη μα᾽, Θεόπομπος δὲ λε᾽, Ἀναξιμένης μ᾽, Ἱερώνυμος κη᾽, Μαρσύας δὲ καὶ Φιλόχορος κγ᾽. τούτων οὖν διαφόρως ἱστορουμένων λάβωμεν τὸν ἐλάχιστον ἀριθμὸν τὰ κγ’ ἔτη. Περικλῆς δ’ ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος,
ἐφ’ οὗ τελευτᾷ .., Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται. πῶς οὖν νεωστὶ κατὰ Πλάτωνα τελευτᾷ Περικλῆς; ἐν δὲ τῷ αὐτῷ Γοργίᾳ ὁ Πλάτων τὸν Σωκράτη ποιεῖ λέγοντα·
καὶ πέρυσιν βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠδυνάμην ἐπιψηφίσαι.
τοῦτο ὁ Σωκράτης οὐ κατὰ ἀδυναμίαν ἐποίησεν, ἀλλὰ μᾶλλον κατὰ ἀνδραγαθίαν· οὐ γὰρ ἠβούλετο λύειν δημοκρατίας νόμους, παρίστησι δὲ τοῦτο σαφῶς ὁ Ξενοφῶν ἐν πρώτῳ Ἑλληνικῶν ἐκτιθεὶς οὕτως·
τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, αὖθις Καλλίξεινος ἀναβὰς κατηγόρει αὐτῶν. οἱ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας· οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν.
οὗτός ἐστιν ὁ διαψηφισμὸς ὁ γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. ἐγένετο δὲ ἡ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν.

ἀλλὰ μὴν καὶ ὁ ἐν τῷ Πρωταγόρᾳ διάλογος,

μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου μέμνηται παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις. ὁ δ’ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος στρατηγῶν παρατέτακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῇ μάχῃ νενίκηκε. τέθνηκε δὲ πρὸ τῆς ἐπ’ Ἀλκαίου διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῷ χρόνῳ κατὰ τὸ εἰκός, πρόσφατον γάρ τινα τοῦ Καλλίου τὴν παράληψιν τῆς οὐσίας ἐμφαίνει τὸ δρᾶμα. ἐν οὖν τούτῳ τῷ δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει, Ἀμειψίας δ’ ἐν τῷ Κόννῳ δύο πρότερον ἔτεσιν διδαχθέντι οὐ καταριθμεῖ αὐτὸν ἐν τῷ τῶν φροντιστῶν χορῷ. δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν. ὁ δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ ἐν τῷ Πρωταγόρᾳ μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἀθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ Ἰσάρχου Ἐλαφηβολιῶνος συντελεσθῆναι σπονδάς. ὁ δὲ τὸν διάλογον ὑφίσταται γινόμενον περὶ τοὺς καιροὺς τούτους καθ’ οὓς αἱ σπονδαὶ προσφάτως ἐγεγόνεσαν λέγει γοῦν
εἰ γὰρ εἶεν ἄνθρωποι ἄγριοι οἵους πέρυσι Φερεκράτης ὁ ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ.
ἐδιδάχθησαν δὲ οἱ Ἄγριοι ἐπ’ Ἀριστίωνος ἄρχοντος, ἀφ’ οὗ ἐστιν ἄρχων Ἀστύφιλος, πέμπτος ὢν ἀπὸ Ἰσάρχου, καθ’ ὃν αἱ σπονδαὶ ἐγένοντο. Ἴσαρχος γάρ, εἶτ’ Ἀμεινίας, μεθ’ ὃν Ἀλκαῖος, εἶτ’ ᾽ Ἀριστίων, εἶτ’ Ἀστύφιλος. παρὰ τὴν ἱστορίαν οὖν ὁ Πλάτων ἐν τῷ διαλόγῳ εἰς τὰς Ἀθήνας παράγει πολεμίους ὄντας τοὺς περὶ τὸν Ἱππίαν, μὴ τῆς ἐκεχειρίας αὐτῆς μενούσης.

κἀν ἄλλοις δ’ ὁ Πλάτων φησὶ Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος καὶ τὴν ἀνελεῖν μηδένα. κἀν τούτοις δὲ μὴ συμφωνῶν Ξενοφῶν φησι,

Χαιρεφῶντος γάρ ποτε ἐπερωτήσαντος ἐν Δελφοῖς ὑπὲρ ἐμοῦ, ἀνεῖλεν ὁ Ἀπόλλων πολλῶν παρόντων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε δικαιότερον μήτε σωφρονέστερον.
πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου θεοῦ ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι, τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. τίς δ’ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν τὸν θεὸν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ αὑτοῦ λέγων ὡς οὔκ ἐστι σοφός.
βλὰξ γάρ τις ἦν τοιαῦτ’ ἐρωτῶν τὸν θεόν,
ὡς ἂν εἰ καὶ τοιαῦτα, τίνα τῶν Ἀττικῶν ἐρίων ἄλλ’ ἐστὶ μαλακώτερα, εἰ τῶν ἐν Βάκτροις καμήλων εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμότερος; τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ
τὸν πυθόμενον, εἴτ’ Αἴσωπός ἐστιν ὁ λογοποιὸς ἢ ἄλλος τις,
πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ;
χλευάζων ἀπεκρίνατο·
εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.

ἀλλὰ μὴν οὐδ’ ὧν ὁ Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθ’ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν οὔθ’ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ’ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν. καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ συμπαρόντος κατὰ Πλάτωνα· οὐ γὰρ ἂν ἐσίγησε τοῦτ’ Ἀριστοφάνης.., ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως·

Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ’ ὑπάκουσον, εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ’ ἀπιθήσῃς ἀγγέλῳ, ἀλλὰ πιθοῦ καί σοι πολὺ βέλτιον ἔσται. κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ. στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο, ᾗ τόνδ’ αἱρήσεις, ὠσὶν δ’ ἐνίει ποθέουσιν. ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή τῇδε καθέξεις αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ’ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν
τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σ’ ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνικήτου, τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι;
ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δ’ οὕτως
πόθεν, ὦ Σώκρατες, φαίνει; ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνήρ ἔτι ἀνήρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος . εἶτα τί δὴ τοῦτ᾽; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει;

πεφύκασι δ’ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κακήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει Κριτόβουλον τὸν Κρίτωνος ἐπ’ ἀμαθίᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ’ ἡμέραν ἡμιωβέλιον κναφεῖ τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς, εὐτελέστατον ὄντα ῥήτορα οὐ μετρίως διαγελᾷ. ἐν δὲ τῇ Ἀσπασίᾳ Ἱππόνικον μὲν τὸν Καλλίου κοάλεμον προσαγορεύει, τὰς δ’ ἐκ τῆς Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας. ὁ δὲ Καλλίας αὐτοῦ περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δ’ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρῳδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν. ἐν δὲ τῷ Ἀξιόχῳ πικρῶς Ἀλκιβιάδου κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναῖκας σπουδάζοντος.

Ἀντισθένης δ’ ἐν θατέρῳ τῶν Κύρων κακολογῶν Ἀλκιβιάδην καὶ παράνομον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν. συνεῖναι γάρ φησιν αὐτὸν καὶ μητρὶ καὶ θυγατρὶ καὶ

ἀδελφῇ, ὡς Πέρσας. ὁ δὲ πολιτικὸς αὐτοῦ διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀθήνησιν δημαγωγῶν, ὁ δ’ Ἀρχέλαος Γοργίου τοῦ ῥήτορος, ἡ δ’ Ἀσπασία τῶν Περικλέους υἱῶν Ξανθίππου καὶ Παράλου διαβολήν. τούτων γὰρ τὸν μὲν Ἀρχεστράτου φησὶν εἶναι συμβιωτὴν τοῦ παραπλήσια ταῖς ἐπὶ τῶν μικρῶν οἰκημάτων ἐργαζομένου, τὸν δ’ Εὐφήμου συνήθη καὶ γνώριμον τοῦ φορτικὰ σκώπτοντος καὶ ψυχρὰ τοὺς συναντῶντας καὶ Πλάτωνα δὲ μετονομάσας Σάθωνα ἀσυρῶς καὶ φορτικῶς, τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκε κατ’ αὐτοῦ. τούτοις γὰρ τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγὸς φρόνιμος, οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος ἀλλ’ ἢ Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων συνδιατρίβων καὶ Πίστωνι τῷ θωρακοποιῷ διαλεγόμενος καὶ Θεοδότην διδάσκων τὴν ἑταίραν ὡς δεῖ τοὺς ἐραστὰς παλεύειν, ὡς Ξενοφῶν παρίστησιν ἐν δευτέρῳ Ἀπομνημονευμάτων, τοιαῦτα γὰρ ποιεῖ αὐτὸν παραγγέλματα τῇ Θεοδότῃ λέγοντα, ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλ’ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασιν πόθων θέλγητρα· οὗτοι γὰρ περὶ ταῦτα ἠσχόληντο περιττῶς. ἐπιλείποι ᾽ ἄν μ’ ὁ πᾶς χρόνος εἰ ἐκτίθεσθαι βουληθείην τὰς σεμνὰς τῶν φιλοσόφων μέμψεις. κατὰ γὰρ αὐτὸν δὴ τὸν Πλάτωνα·
ἐπιρρεῖ δὲ ὄχλος μοι τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθει τε καὶ
ἀτοπίᾳ τερατολόγων τινῶν φύσεων.
διόπερ κατασιωπήσομαι.

τοσαῦτα τοῦ Μασουρίου εἰπόντος καὶ ὑπὸ πάντων θαυμασθέντος διὰ σοφίαν ὁ Οὐλπιανὸς σιωπῆς γενομένης ἔφη

δοκεῖτέ μοι, ἄνδρες δαιτυμόνες, σφοδροῖς κατηντλῆσθαι λόγοις παρὰ προσδοκίαν βεβαπτίσθαι τε τῷ ἀκράτῳ·
ἀνὴρ γὰρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γινώσκων κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος ὡς μήκωνα φάρμακον πίνων,
φησὶν ὁ Βυζάντιος Παρμένων, ἢ ἀπολελίθωσθε ὑπὸ τῶν προειρημένων Γοργόνων; περὶ ὧν ὡς ὄντως γεγόνασί τινα ζῷα ἀπολιθώσεως ἀνθρώποις αἴτια, ἱστορεῖ Ἀλέξανδρος ὁ Μύνδιος ἐν δευτέρῳ πτηνῶν ἱστορίας οὕτως·
τὴν γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπον.
ἐστὶν δέ, ὡς μὲν οἱ πλεῖστοι λέγουσιν ἐκ τῆς δορᾶς σημειούμενοι, προβάτῳ ἀγρίῳ ὅμοιον, ὡς δ’ ἔνιοί φασι, μόσχῳ. ἔχειν δὲ λέγουσιν αὐτὸ τοιαύτην ἀναπνοὴν ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζῴῳ διαφθείρειν. φέρειν δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλμούς, ἣν ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα
ἐμβλέψῃ, κτείνει τὸν ὑπ’ αὐτῆς θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γιγνομένῃ ἀπὸ τῶν ὀμμάτων φύσεως φορᾷ καὶ νεκρὸν ποιεῖ. ἐγνώσθη δὲ οὕτως, τῶν μετὰ Μαρίου τινὲς ἐπὶ Ἰογόρθαν στρατευσαμένων ἰδόντες τὴν γοργόνα δόξαντές τε διὰ τὸ κάτω νενευκέναι βραδέως τε κινεῖσθαι ἄγριον εἶναι πρόβατον ὥρμησαν ἐπ’ αὐτὸ ὡς κατεργασόμενοι οἷς εἶχον ξίφεσι. τὸ δὲ πτοηθὲν διασεισάμενόν τε τὴν τοῖς ὄμμασιν ἐπικειμένην χαίτην παραχρῆμα ἐποίησε τοὺς ὁρμήσαντας ἐπ’ αὐτὸ νεκρούς, πάλιν δὲ καὶ πάλιν τὸ αὐτὸ ποιησάντων ἑτέρων νεκρῶν τε γενηθέντων, ἀεὶ τῶν προσφερομένων ἀπολλυμένων, ἱστορήσαντές τινες παρὰ τῶν ἐπιχωρίων τὴν τοῦ ζῴου φύσιν, μακρόθεν ἐνεδρεύσαντες αὐτὸ ἱππῆς τινες Νομάδες Μαρίου κελεύσαντος κατηκόντισαν ἧκόν τε φέροντες πρὸς τὸν στρατηγὸν τὸ θηρίον.᾽ τοῦτο μὲν οὖν ὡς ἦν ἄρα τοιοῦτο ἡ δορὰ ἥ τε Μαρίου στρατεία μηνύει, ἐκεῖνο μέντοι τὸ λεγόμενον ὑπὸ τοῦ ἱστοριογράφου οὔκ ἐστι πιστόν, ὡς εἰσί τινες κατὰ τὴν Λιβύην ὀπισθονόμοι καλούμενοι βόες διὰ τὸ μὴ ἔμπροσθεν αὐτοὺς πορευομένους νέμεσθαι, ἀλλ’ εἰς τοὐπίσω ὑποχωροῦντας τοῦτο ποιεῖν εἶναι γὰρ αὐτοῖς ἐμπόδιον πρὸς τὴν τοῦ κατὰ φύσιν νομὴν τὰ κέρατα οὐκ ἄνω ἀνακεκυφότα, καθάπερ τὰ τῶν λοιπῶν ζῴων, ἀλλὰ κάτω νενευκότα καὶ ἐπισκοτοῦντα τοῖς ὄμμασι. τοῦτο γὰρ ἄπιστόν ἐστιν, οὐδενὸς ἑτέρου ἐπιμαρτυροῦντος ἱστορικοῦ.

ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν ὁ Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν ʽ Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως· ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ ʽ Ἡρακλέους ἱερῷ, ἐν ᾧ οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν·
ὑμεῖς οὖν, ὦ γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες,
φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ’ εὐρέα νῶτα θαλάττης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφὶν καὶ τὸ σφῷν καὶ τὸ μὶν ἠδὲ τὸ νίν. τοῦθ’ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.
κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην
ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν οἱ δ’ ἑαυτοῖσιν σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν, εἶτα φθονοῦνται, χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθ’ ὅσ’ ἄν τις καινότητ’ ἔχειν δοκῇ.
ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.