Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων ζῷα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν, ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλὰξ δ’ ἐπίλεκτοι εἰκασίαι παντοῖαι καὶ χιτῶνες χρυσουφεῖς ἐφαπτίδες τε κάλλισται, τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἱ δὲ μυθικὰς διαθέσεις, ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλάξ ἀργυροῖ τε καὶ χρυσοῖ.
ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις οὔσαις ὀκταπήχεσιν ἄντρα κατεσκεύαστο κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἓξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δέ τέτταρα· συμπόσιά τε ἀντία ἀλλήλων ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σατυρικῶν ζῴων ἀληθινὸν ἐχόντων ἱματισμόν, οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ, κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφθησαν, ἐν
αἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες ὑποστήματ’ ἔχοντες, κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέγεθος, ἔκειντο δὲ κλῖναι χρυσαῖ σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν ἡ γὰρ κατὰ πρόσωπον ἁψὶς ἀφεῖτ’ ἀναπεπταμένη. ταύταις δ’ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα διαπρεπῆ ταῖς τέχναις ἐπῆν. ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. παρετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ διακόσιοι τὸν ἀριθμόν, ὥστ’ εἶναι δύο κατὰ κλίνην, ἐπ’ ἀργυρῶν διέδρων. ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἀπόνιψιν ἑκατὸν ἀργυραῖ λεκάναι καὶ καταχύσεις ἴσαι παρέκειντο. ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλίκων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων κατασκευασμάτων ἔκθεσιν ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. τούτων δὲ τὴν μὲν κατά μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντα ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευήν.

ἡμεῖς δὲ ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τὴν τῆς πομπῆς ἐξήγησιν. ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου.
πρώτη δ’ ἐβάδιζεν ἡ Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθ’ ὃν ὁ προειρημένος ἀστήρ φαίνεται χρόνον. ἔπειθ’ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. μετὰ δὲ ταύτας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἕκαστον αὐτῶν ἱστορίας διασκευήν. τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συναγούσης τὸν καιρόν, τὰ δὲ κατά μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλαμύδας, οἱ δὲ φοινικίδας ἠμφιεσμένοι. τούτοις δ’ ἐπηκολούθουν Σάτυροι καθ’ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθ’ οὓς Νῖκαι χρυσᾶς ἔχουσαι πτέρυγας, ἔφερον δ’ αὗται θυμιατήρια ἑξαπήχη κισσίνοις διαχρύσοις κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι.. μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον μεσολεύκοις μίτραις διειλημμένον. ἐπηκολούθουν δ’ αὐτῷ παῖδες ἐν χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν, ἔτι δὲ κρόκον ἐπὶ χρυσῶν μαζονόμων φέροντες ἑκατὸν εἴκοσι, μεθ’ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσοῖς
στεφάνοις· τὰ δὲ σώματα οἱ μὲν ἐκέχριντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῦν ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. μεθ’ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς, εἶχε δ’ αὐτῶν ὁ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὁ δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ μείζων ἢ τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. ᾧ γυνὴ περικαλλεστάτη καὶ ἴση κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ χιτῶνι κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσέας, τῇ δ’ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. ταύτῃ δ’ ἐπηκολούθουν Ὧραι αἱ τέσσαρες διεσκευασμέναι καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς, ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ ἑξαπήχη καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. καὶ πάλιν Σάτυροι στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· ἔφερον δ’ οἱ μὲν οἰνοχόην χρυσῆν, οἱ δὲ καρχήσιον. μεθ’ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητὴς ἱερεὺς ὢν Διονύσου καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. τούτων δ’ ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς, ὁ μὲν παιδικὸς ἐννέα πηχῶν τὸ ὕψος, ὁ δὲ πηχῶν δώδεκα ὁ τῶν
ἀνδρῶν.

μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἐπὶ δὲ ταύτης ἐπῆν ἄγαλμα Διονύσου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον καὶ ἐπ’ αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ’ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ , κασίας μεσταὶ καὶ κρόκου, περιέκειτο δ’ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά. τῇ δὲ τετρακύκλῳ ---ἱερεῖς καὶ ἱέρειαι καὶ ἱεροστολισταὶ καὶ θίασοι παντοδαποὶ καὶ τὰ λῖκνα φέρουσαι. μετὰ δὲ ταῦτα Μακέται αἱ καλούμεναι Μιμαλλόνες καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἱ δὲ μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ κατεῖχον δὲ ταῖς χερσὶν αἱ μὲν ἐγχειρίδια, αἱ δὲ ὄφεις. μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ πλάτος ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ’ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον,
ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. ἀνίστατο δὲ τοῦτο μηχανικῶς οὐδενὸς τὰς χεῖρας προσάγοντος καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα πάλιν ἐκάθητο. εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. αὕτη δ’ ἐστεφάνωτο κισσίνῳ χρυσῷ καὶ βότρυσι διαλίθοις πολυτελέσιν. εἶχε δὲ σκιάδα καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρακύκλου κατεπεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος μῆκος πηχῶν εἴκοσι, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων ἐφ’ ἧς κατεσκεύαστο ληνὸς πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς, ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δ’ αὐταῖς Σιληνός. καὶ δι’ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα, ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων ἐφ’ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλῶν ἐρραμμένος· ἔρρει δὲ καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. ἠκολούθουν δ’ αὐτῷ Σάτυροι καὶ Σιληνοὶ ἑκατὸν εἴκοσι ἐστεφανωμένοι, φέροντες οἱ μὲν οἰνοχόας, οἱ δὲ φιάλας, οἱ δὲ θηρικλείους μεγάλας, πάντα χρυσᾶ,

ἐχόμενος ἤγετο κρατὴρ ἀργυροῦς ἑξακοσίους χωρῶν μετρητὰς ἐπὶ τετρακύκλου ἑλκομένης ὑπὸ ἀνδρῶν ἑξακοσίων, εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορευμένα καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ
διαλίθῳ. ἑξῆς ἐφέρετο κυλικεῖα ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ· ταῦτα δ’ εἶχεν ἄνω τε ἀκρωτήρια καὶ ἐν ταῖς γάστραις κύκλῳ καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πηχυαῖα πλήθει πολλά, καὶ λουτῆρες μεγάλοι δέκα καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρητὰς τριάκοντα, οἱ δ’ ἐλάχιστοι πέντε, εἶτα λέβητες βαλανωτοὶ εἴκοσι τέσσαρες ἐπ’ ἐγγυθήκαις πάντες καὶ ληνοὶ ἀργυραῖ δύο, ἐφ’ ὧν ἦσαν βῖκοι εἴκοσι τέσσαρες, τράπεζά τε ὁλάργυρος δωδεκάπηχυς καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα, πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρχον. μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρίποδες ἀργυροῖ ὀγδοήκοντα τὸν ἀριθμόν, ἐλάττους τῶν προειρημένων, ὧν αἱ γωνίαι ---, τετραμέτρητοι· ὑδρίαι εἴκοσι καὶ ἕξ, ἀμφορεῖς Παναθηναικοὶ δεκαέξ, ψυκτῆρες ἑκατὸν ἑξήκοντα· τούτων ὁ μέγιστος ἦν μετρητῶν ἕξ, ὁ δὲ ἐλάχιστος δύο. ταῦτα μὲν οὖν ἦν ἅπαντα ἀργυρᾶ.

ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώματα φέροντες, κρατῆρας Λακωνικοὺς τέτταρας ἔχοντας στεφάνους ἀμπελίνους ---τετραμέτρητοι ἕτεροι, Κορινθιουργεῖς δύο—οὗτοι δ’ εἶχον
ἄνωθεν καθήμενα περιφανῆ τετορευμένα ζῷα καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρόστυπα ἐπιμελῶς πεποιημένα ἐχώρει δὲ ἕκαστος μετρητὰς ὀκτὼ ἐπ’ ἐγγυθήκαις. καὶ ληνός, ἐν ᾗ ἦσαν βῖκοι δέκα, ὁλκεῖα δύο, ἑκάτερον χωροῦν μετρητὰς πέντε, κώθωνες διμέτρητοι δύο, ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. ἐπόμπευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες· καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος πηχῶν δέκα ὕψος, ἔχουσα βασμοὺς ἕξ, ἐν οἷς καὶ ζῷα τετραπάλαιστα ἐπιμελῶς πεποιημένα, πολλὰ τὸν ἀριθμὸν καὶ κυλικεῖα δύο καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθῆκαι χρυσαῖ τετραπήχεις δύο, ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε, μετὰ δὲ ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι ἐνδεδυκότες χιτῶνας λευκούς, ἐστεφανωμένοι οἱ μὲν κισσῷ, οἱ δὲ πίτυι ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ τριακόσιοι καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἱ δὲ ἀργυρᾶ. μεθ’ οὓς ἄλλοι παῖδες ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν, ὧν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάντες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ σταδίῳ.

ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας ἐφ’ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα

περιήγετο θεάματα, ἐν οἷς καὶ ὁ τῆς Σεμέλης θάλαμος, ἐν ᾧ ἔχουσι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων, οὐκ ἄξιον δ’ ἦν παραλιπεῖν τήνδε
τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος δεκατεσσάρων, ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων ἐφ’ ἧς ἄντρον ἦν βαθὺ καθ’ ὑπερβολὴν κισσῷ καὶ μίλῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ’ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου, πᾶσαι δ’ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς, ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς, ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς ἐπ’ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος πορφυρίδα καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων εἶχε δ’ ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν, ὑπεδέδετο δ’ ἐμβάδας χρυσορραφεῖς. προεκάθητο δ’ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ χειρὶ αἰγείῳ κέρατι χρυσῷ σημαίνων, ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυίνοις στεφάνοις, ἠκολούθουν δ’ αὐταῖς Σάτυροι ἑκατὸν
εἴκοσι, πανοπλίας οἱ μὲν χρυσᾶς, οἱ δὲ ἀργυρᾶς, οἱ δὲ χαλκᾶς ἔχοντες, μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφ’ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. τῶν δὲ ὄνων οἱ μὲν χρυσᾶς, οἱ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον.

μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέτταρα καὶ συνωρίδες τράγων ἑξήκοντα, κόλων δεκαδύο, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ὀνελάφων ἑπτά, καὶ συνωρίδες δ’ ὄνων ἀγρίων, ἅρματα τέσσαρα, ἐπὶ δὲ πάντων τούτων ἀνεβεβήκει παιδάρια χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους, παρανεβεβήκει δὲ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυι, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῇσαν δὲ καὶ συνωρίδες καμήλων ἕξ, ἐξ ἑκατέρου μέρους τρεῖς· αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ’ ἡμιόνων ἀγόμεναι. αὗται δ’ εἶχον σκηνὰς βαρβαρικάς, ὑφ’ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι κεκοσμημέναι ὡς αἰχμάλωτοι, κάμηλοι δ’ αἱ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. ἐχόμενοι τούτων ἦσαν Αἰθίοπες δωροφόροι, ὧν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς δισχιλίους, ἄλλοι χρυσίου καὶ ἀργυρίου κρατῆρας ἑξήκοντα καὶ ψήγματα
χρυσοῦ. μεθ’ οὓς ἐπόμπευσαν κυνηγοὶ β’ ἔχοντες σιβύνας ἐπιχρύσους, ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι, οἱ μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτ’ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ ἄλλοι Αἰθιοπικοί· πλήθει πολλοί.
εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα καὶ καταλέξας ζῴων ἀγέλας ἐπιφέρει·
πρόβατα Αἰθιοπικὰ ἑκατὸν τριάκοντα, Ἀράβια τριακόσια, Εὐβοικὰ εἴκοσι, καὶ ὁλόλευκοι βόες Ἰνδικοὶ εἴκοσι ἕξ, Αἰθιοπικοὶ ὀκτώ, ἄρκτος λευκὴ μεγάλη μία, παρδάλεις ιδ᾽, πάνθηροι ισ᾽ ᾽, λυγκία δ᾽, ἄρκηλοι γ᾽, καμηλοπάρδαλις μία, ῥινόκερως Αἰθιοπικὸς α᾽,

ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος ἐπὶ τὸν τῆς Ῥέας βωμὸν καταπεφευγὼς ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριάπου αὐτῷ παρεστῶτος ἐστεφανωμένου χρυσῷ κισσίνῳ. τὸ δὲ τῆς Ἥρας ἄγαλμα στεφάνην εἶχε χρυσῆν. Ἀλεξάνδρου δὲ καὶ Πτολεμαίου ἀγάλματα ἐστεφανωμένα στεφάνοις κισσίνοις ἐκ χρυσοῦ, τὸ δὲ τῆς Ἀρετῆς ἄγαλμα τὸ παρεστὸς τῷ Πτολεμαίῳ στέφανον εἶχεν ἐλαίας χρυσοῦν. καὶ Πρίαπος δ’ αὐτοῖς συμπαρῆν ἔχων στέφανον κίσσινον ἐκ χρυσοῦ. Κόρινθος δ’ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστεφάνωτο διαδήματι
χρυσῷ. παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον μεστὸν χρυσωμάτων κρατήρ τε χρυσοῦς μετρητῶν πέντε. τῇ δὲ τετρακύκλῳ ταύτῃ ἠκολούθουν γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον προσηγορεύοντο δὲ πόλεις, αἵ τε ἀπ’ Ἰωνίας καὶ αἱ λοιπαὶ Ἑλληνίδες ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς, ἐφέρετο καὶ ἐπ’ ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς καὶ λόγχη ἀργυρᾶ ἑξηκοντάπηχυς καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς πηχῶν ρκ’ διαγεγραμμένος καὶ διαδεδεμένος στέμμασι διαχρύσοις, ἔχων ἐπ’ ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν σ᾽.

πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομπαῖς ταύταις μόνα ἐξελεξάμεθα ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος, καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι καὶ θηρίων πλήθη καὶ ἵππων καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες.

ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. μεθ’ ἃς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσοῦς, μεθ’ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσόκερῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ’ ἅπαντα ταῦτα χρυσᾶ,

καὶ μετὰ
ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ’ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοὶ ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευασμένοι· ὧν ἐφ’ ἑνὸς μὲν ἔκειτο στεφάνη χρυσῆ, ἐπ’ ἄλλου δὲ κέρας χρυσοῦν, ἐπ’ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ’ ἄλλου δὲ κέρας ὁλόχρυσον. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κατεσκευασμένος χρυσῶν, ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπίχρυσοι ἐστεφανωμένοι χρυσοῖς στεφάνοις· ὧν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσοῖ δεκαπήχεις τέσσαρες, ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι β᾽, ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ πηχῶν πεντεκαίδεκα. ἐπόμπευσαν δὲ καὶ Δελφικοὶ τρίποδες χρυσοῖ ἐννέα ἐκ πηχῶν τεσσάρων, ἄλλοι ὀκτὼ πηχῶν ἕξ, ἄλλος πηχῶν τριάκοντα, ἐφ’ οὗ ἦν ζῷα χρυσᾶ πενταπήχη καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέλινος. παρῆλθαν δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτὰ καὶ κηρύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσαράκοντα ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν μ᾽· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη· καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι καὶ ἀετοὶ πηχῶν εἴκοσι, στέφανοί τε
χρυσοῖ ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς λίθοις πολυτελέσι κεκοσμημένος ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι· αἰγίς τε ὁμοίως χρυσῆ. ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσοῖ πάνυ πολλαί, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα ἑκκαίδεκα πηχῶν, ἐπόμπευσε δὲ καὶ θώραξ χρυσοῦς πηχῶν δώδεκα καὶ ἕτερος ἀργυροῦς πηχῶν ιη᾽, ἔχων ἐφ’ ἑαυτοῦ κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο καὶ στέφανον δρυὸς διάλιθον. ἀσπίδες χρυσοῖ εἴκοσι, πανοπλίαι χρυσοῖ ξδ ᾽, κνημῖδες χρυσοῖ τριπήχεις β᾽, λεκάναι χρυσοῖ δεκαδύο, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμόν, οἰνοχόοι τριάκοντα, ἐξάλειπτρα μεγάλα δέκα, ὑδρίαι δεκαδύο, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, κυλικεῖα χρυσωμάτων πέντε, κέρας ὁλόχρυσον πηχῶν λ᾽. ταῦτα δὲ τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. εἶτ᾽ ἀργυρωμάτων ἅμαξαι τετρακόσιοι καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι.

ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικοὶ καὶ πεζικαί, πᾶσαι καθωπλισμέναι θαυμασίως. πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι, πάντες δ’ οὗτοι ἐπόμπευσαν τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας, ἐκτὸς δ’ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν καὶ ἄλλαι πλεῖστοι ἦσαν ἀποκείμενοι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον.
κατέλεξε δ’ αὐτὸν ὁ Καλλίξεινος.
ἐστεφανώθησαν δ’ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς εἰκόσι, Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἰκόσι τρισὶν ἐφ’ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ, καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τάλαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα· καὶ ταῦτ’ ἠριθμήθη πάντα τοῖς οἰκονόμοις διὰ τὴν τῶν στεφανούντων προθυμίαν πρὸ τοῦ τὰς θέας παρελθεῖν. ὁ δὲ Φιλάδελφος Πτολεμαῖος υἱὸς αὐτῶν εἰκόσι χρυσαῖς δυσὶ μὲν ἐφ’ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσι ἕξ.

ποία, ἄνδρες δαιτυμόνες, βασιλεία οὕτως γέγονε πολύχρυσος; οὐ γὰρ τὰ ἐκ Περσῶν καὶ Βαβυλῶνος λαβοῦσα χρήματα ἢ μέταλλα ἐργασαμένη ἢ Πακτωλὸν ἔχουσα χρυσοῦ ψῆγμα καταφέροντα. μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσορόας καλούμενος Νεῖλος μετὰ τροφῶν ἀφθόνων καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον εἰς πᾶσαν γῆν. διόπερ αὐτὸν καὶ ὁ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος

ΑἰγύπτιεΖεῦ, φησί, Νεῖλε.
πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλεν. τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρ’ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες δὲ τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις δεκατέσσαρες, ἐννήρεις λ᾽, ἑπτήρεις λζ᾽, ἑξήρεις ε᾽, πεντήρεις δεκαεπτά· τὰ δ’ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων, τὰ δ᾽. εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις ὧν ἦρχε καὶ τὴν Λιβύην πλείονα ἦν τῶν τετρακισχιλίων , περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ Μουσεῖον συναγωγῆς τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην;

ἐπεὶ δὲ περὶ νεῶν κατασκευῆς εἰρήκαμεν, φέρ’ εἴπωμεν ἀκοῆς γάρ ἐστιν ἄξια καὶ τὰ ὑπὸ τοῦ Φιλοπάτορος βασιλέως κατεσκευασμένα σκάφη. περὶ ὧν ὁ αὐτὸς Καλλίξεινος ἱστορεῖ ἐν τῷ πρώτῳ περὶ Ἀλεξανδρείας οὑτωσὶ λέγων

τὴν τεσσαρακοντήρη ναῦν κατεσκεύασεν ὁ Φιλοπάτωρ τὸ μῆκος ἔχουσαν διακοσίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, ὕψος δὲ ἕως ἀκροστολίου τεσσαράκοντα ὀκτὼ πηχῶν, ἀπὸ δὲ τῶν πρυμνητικῶν ἀφλάστων ἐπὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς τοῖς πεντήκοντα πήχεις, πηδάλια δ’ εἶχε τέτταρα
τριακονταπήχη, κώπας δὲ θρανιτικὰς ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ διὰ τὸ μόλυβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν εὐήρεις ὑπῆρχον ἐπὶ τῆς χρείας, δίπρῳρος δ’ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά· τούτων ἓν μὲν ἡγούμενον, τὰ δ’ ὑποστέλλοντα, τινὰ δὲ κατὰ τὰς ἐπωτίδας. ὑποζώματα δὲ ἐλάμβανε δώδεκα· ἑξακοσίων δ’ ἦν ἕκαστον πηχῶν, εὔρυθμος δ’ ἦν καθ’ ὑπερβολήν. θαυμαστὸς δ’ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νεώς· ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν κατὰ πρύμναν τε καὶ κατὰ πρῷραν, καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο, τὸ δ’ ἔγκωπον ἅπαν μέχρι τῆς τρόπεως κισσίνην φυλλάδα καὶ θύρσους εἶχε πέριξ, πολὺς δ’ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος, ἀνεπλήρου δὲ πάντα τὰ προσδεόμενα τῆς νεὼς μέρη. γενομένης δὲ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους· εἰς δὲ τὸ κατάστρωμα ἐπιβάτας τρισχιλίους ἀποδέοντας ἑκατὸν καὶ πεντήκοντα· καὶ χωρὶς ὑπὸ τὰ ζύγια πλῆθος ἀνθρώπων ἕτερον ἐπισιτισμοῦ, τε οὐκ ὀλίγον. καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ ἐσχαρίου τινός, ὅ φασι παγῆναι πεντήκοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκήν, τάφρον
ὑποστησάμενος ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε. ταύτῃ δὲ τοὺς θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς τετράπηχυν εἰς βάθος τόπον ἀπολειπούσας. καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν.., τὸ ἀνοιχθὲν κατ’ ἀρχὰς ἐμφράξαντας μετεξαντλῆσαι πάλιν τὴν θάλασσαν ὀργάνοις. τούτου δὲ γενομένου ἑδρασθῆναι τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων.

κατεσκεύασεν δ’ ὁ Φιλοπάτωρ καὶ ποτάμιον
πλοῖον, τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δὲ εὖρος ᾗ πλατύτατον λ’ πηχῶν τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν, τὸ δὲ σχῆμα αὐτῆς οὔτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοικός, ἀλλὰ παρηλλαγμένον τι καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος, κάτωθεν μὲν γὰρ ἁλιτενὴς καὶ πλατεῖα, τῷ δ’ ὄγκῳ μετέωρος τὰ δ’ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη καὶ μάλιστα τὰ κατὰ πρῷραν παρέτεινεν ἐφ’ ἱκανόν, τῆς ἀνακλάσεως εὐγράμμου φαινομένης, δίπρῳρος δ’ ἐγεγόνει καὶ δίπρυμνος καὶ πρὸς ὕψος ἀνέτεινε διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι πολλάκις ἐν τῷ ποταμῷ τὸ κῦμα. κατεσκεύαστο δ’ αὐτῆς κατὰ μὲν μέσον τὸ κύτος τὰ συμπόσια
καὶ οἱ κοιτῶνες καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. πέριξ δὲ τῆς νεὼς περίπατοι κατὰ τὰς τρεῖς πλευρὰς ἐγεγόνεσαν διπλοῖ. ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἡ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, τοῦ δ’ ὑπερῴου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένῃ πάντοθεν. πρῶτον δ’ εἰσιόντι κατὰ πρύμναν ἐτέτακτο προστὰς ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἧς ἐν τῷ καταντικρὺ τῆς πρῴρας μέρει προπύλαιον κατεσκεύαστο δι’ ἐλέφαντος καὶ τῆς πολυτελεστάτης ὕλης γεγονός, τοῦτο δὲ διελθοῦσιν ὡσανεὶ προσκήνιον ἐπεποίητο τῇ διαθέσει κατάστεγον ὄν. ᾧ πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστὰς ἑτέρα παρέκειτο ὄπισθεν, καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών, ἐξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες ὑπέκειντο εὐάειαν παρέχουσαι. συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος· περίπτερος δ’ ἦν εἴκοσι κλίνας ἐπιδεχόμενος, κατεσκεύαστο δ’ αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας· αἱ δὲ τῆς περιστάσεως θύραι τὸν ἀριθμὸν εἴκοσι οὖσαι θυίναις κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς κόσμους, ἡ δ’ ἐνήλωσις ἡ κατὰ πρόσωπον αὐτῶν καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει. τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα,
αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς, ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι, τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον ἐφ’ οὗ διάζωσμα ἐφήρμοστο περιφανῆ ζῴδια ἔχον ἐλεφάντινα μείζω πηχυαίων, τῇ μὲν τέχνῃ μέτρια, τῇ χορηγίᾳ δὲ ἀξιοθαύμαστα, ἐπέκειτο δὲ καὶ στέγη καλὴ τῷ συμποσίῳ τετράγωνος κυπαρισσίνη· γλυπτοὶ δ’ αὐτῆς ἦσαν οἱ κόσμοι, χρυσῆν ἔχοντες τὴν ἐπιφάνειαν. παρέκειτο δὲ τῷ συμποσίῳ τούτῳ καὶ κοιτὼν ἑπτάκλινος ᾧ συνῆπτο στενὴ σῦριγξ, κατὰ πλάτος τοῦ κύτους χωρίζουσα τὴν γυναικωνῖτιν. ἐν δὲ ταύτῃ συμπόσιον ἐννεάκλινον ἦν, παραπλήσιον τῇ πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτὼν πεντάκλινος. καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαῦτ’ ἦν,

ἀναβάντων δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ κοιτῶνι κλίμακας οἶκος ἦν ἄλλος πεντάκλινος ὀρόφωμα ῥομβωτὸν ἔχων καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδής, ἐν ᾧ μαρμάρινον ἄγαλμα τῆς θεοῦ. κατεναντίον δὲ τούτου ἄλλο συμπόσιον πολυτελὲς περίπτερον οἱ γὰρ κίονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. παρὰ δὲ καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες, ἀκόλουθον τὴν κατασκευὴν τοῖς προδεδηλωμένοις ἔχοντες, προάγοντι δὲ ἐπὶ τὴν πρῷραν οἶκος ὑπέκειτο Βακχικὸς τρισκαιδεκάκλινος περίπτερος, ἐπίχρυσον ἔχων τὸ γεῖσον ἕως τοῦ περιτρέχοντας ἐπιστυλίου· στέγη δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεία, ἐν δὲ τούτῳ κατὰ μὲν τὴν δεξιὰν πλευρὰν ἄντρον κατεσκεύαστο, οὗ χρῶμα μὲν ἦν ἔχον τὴν
πετροποιίαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένην ἵδρυτο δ’ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἀγάλματα εἰκονικὰ λίθου λυχνέως. ἐπιτερπὲς δ’ ἱκανῶς καὶ ἄλλο συμπόσιον ἦν ἐπὶ τῇ τοῦ μεγίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν ᾧ στέγη μὲν οὐκ ἐπῆν, διατόναια δὲ τοξοειδῆ διὰ ποσοῦ τινος ἐνετέτατο διαστήματος, ἐφ’ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάπλουν ἁλουργεῖς ἐνεπετάννυντο. μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον ᾧ κλῖμάξ τε ἑλικτὴ φέρουσα πρὸς τὸν κρυπτὸν περίπατον παρέκειτο καὶ συμπόσιον ἐννεάκλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. οἱ γὰρ γεγονότες αὐτόθι κίονες ἀνήγοντο στρογγύλοι, διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος, τοῦ δὲ λευκοῦ παράλληλα τιθεμένων. εἰσὶ δ’ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχήματι περιφερεῖς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησία ῥόδοις ἐπὶ μικρὸν ἀναπεπταμένοις ἐστίν, περὶ δὲ τὸν προσαγορευόμενον κάλαθον οὐχ ἕλικες, καθάπερ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περίκειται, λωτῶν δὲ ποταμίων κάλυκες καὶ φοινίκων ἀρτιβλάστων καρπὸς· ἔστι δ’ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένη. τὸ δ’ ὑπὸ τὴν ῥίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλῳ, κιβωρίων ἄνθεσι καὶ φύλλοις ὡσανεὶ καταπεπλεγμένοις ὁμοίαν εἶχε τὴν διάθεσιν. τοὺς μὲν οὖν κίονας οὕτως
Αἰγύπτιοι κατασκευάζουσι· καὶ τοὺς τοίχους δὲ λευκαῖς καὶ μελαίναις διαποικίλλουσι πλινθίσιν, ἐνίοτε δὲ καὶ τοῖς ἀπὸ τῆς ἀλαβαστίτιδος προσαγορευομένης πέτρας, πολλὰ δὲ καὶ ἕτερα κατὰ μέσον τῆς νεὼς τὸ κύτος ἐν κοίλῃ καὶ κατὰ πᾶν αὐτῆς μέρος οἰκήματα ἦν. ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον ἁλουργεῖ παρασείῳ κεκοσμημένον.
πᾶς δ’ ὁ τοῦ βασιλέως τοῦ Φιλαδέλφου πλοῦτος τοσοῦτον χρόνον φυλαχθεὶς κατελύθη ὑπὸ τοῦ τελευταίου Πτολεμαίου τοῦ καὶ τὸν Γαβινιακὸν συστησαμένου πόλεμον, οὐκ ἀνδρὸς γενομένου ἀλλ’ αὐλητοῦ καὶ μάγου.

περὶ δὲ τῆς ὑπὸ Ἱέρωνος τοῦ Συρακοσίου κατασκευασθείσης νεώς, ἧς καὶ Ἀρχιμήδης ἦν ὁ γεωμέτρης ἐπόπτης, οὐκ ἄξιον εἶναι κρίνω σιωπῆσαν, σύγγραμμα ἐκδόντος Μοσχίωνός τινος, ᾧ οὐ παρέργως ἐνέτυχον ὑπογυίως. γράφει οὖν ὁ Μοσχίων οὕτως·

Διοκλείδης μὲν ὁ Ἀβδηρίτης θαυμάζεται ἐπὶ τῇ πρὸς τὴν Ῥοδίων πόλιν ὑπὸ Δημητρίου προσαχθείσῃ τοῖς τείχεσιν ἑλεπόλει, Τίμαιος δ’ ἐπὶ τῇ πυρᾷ τῇ κατασκευασθείσῃ Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ Ἱερώνυμος ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμαμάξης ᾗ συνέβαινε κατακομισθῆναι τὸ Ἀλεξάνδρου σῶμα, Πολύκλειτος δ’ ἐπὶ τῷ λυχνίῳ τῷ κατασκευασθέντι
τῷ Πέρσῃ. Ἱέρων δὲ ὁ Συρακοσίων βασιλεύς, ὁ πάντα Ῥωμαίοις φίλος, ἐσπουδάκει μὲν καὶ περὶ ἱερῶν καὶ γυμνασίων κατασκευάς, ἦν δὲ καὶ περὶ ναυπηγίας φιλότιμος, πλοῖα σιτηγὰ κατασκευαζόμενος, ὧν ἑνὸς τῆς κατασκευῆς μνησθήσομαι. εἰς ὕλην μὲν ξύλωσιν ἐκ τῆς Αἴτνης παρεσκεύαστο ἑξήκοντα τετρηρικῶν σκαφῶν πλῆθος ἐξεργάσασθαι δυναμένην. ὡς δὲ ταῦτα ἡτοιμάσατο γόμφους τε καὶ ἐγκοίλια καὶ σταμῖνας καὶ τὴν εἰς τὴν ἄλλην χρείαν ὕλην τὴν μὲν ἐξ Ἰταλίας, τὴν δ’ ἐκ Σικελίας, εἰς δὲ σχοινία λευκέαν μὲν ἐξ Ἰβηρίας, κάνναβιν δὲ καὶ πίτταν ἐκ τοῦ Ῥοδανοῦ ποταμοῦ καὶ τἄλλα πάντα τὰ χρειώδη πολλαχόθεν. συνήγαγε δὲ καὶ ναυπηγοὺς καὶ τοὺς ἄλλους τεχνίτας καὶ καταστήσας ἐκ πάντων Ἀρχίαν τὸν Κορίνθιον ἀρχιτέκτονα παρεκάλεσε προθύμως ἐπιλαβέσθαι τῆς κατασκευῆς, προσκαρτερῶν καὶ αὐτὸς τὰς ἡμέρας, τὸ μὲν οὖν ἥμισυ τοῦ παντὸς τῆς νεὼς ἐν μησὶν ἓξ ἐξειργάσατο ---καὶ ταῖς ἐκ μολίβου ποιηθείσαις κεραμίσιν ἀεὶ καθ’ ὃ ναυπηγηθείη μέρος περιελαμβάνετο, ὡς ἂν τριακοσίων ὄντων τῶν τὴν ὕλην ἐργαζομένων τεχνιτῶν χωρὶς τῶν ὑπηρετούντων, τοῦτο μὲν οὖν τὸ μέρος εἰς τὴν θάλασσαν καθέλκειν προσετέτακτο, τὴν λοιπὴν κατασκευὴν ἵν’ ἐκεῖ λαμβάνῃ. ὡς δὲ περὶ τὸν καθελκυσμὸν αὐτοῦ τὸν εἰς τὴν θάλασσαν πολλὴ ζήτησις ἦν, Ἀρχιμήδης ὁ μηχανικὸς μόνος αὐτὸ κατήγαγε δι’
ὀλίγων σωμάτων, κατασκευάσας γὰρ ἕλικα τὸ τηλικοῦτον σκάφος εἰς τὴν θάλασσαν κατήγαγε. πρῶτος δ’ Ἀρχιμήδης εὗρε τὴν τῆς ἕλικος κατασκευήν, ὡς δὲ καὶ τὰ λοιπὰ μέρη τῆς νεὼς ἐν ἄλλοις ἓξ μησὶ κατεσκευάσθη καὶ τοῖς χαλκοῖς ἥλοις πᾶσα περιελήφθη, ὧν οἱ πολλοὶ δεκάμνοοι ἦσαν, οἱ δ’ ἄλλοι τούτων ἡμιόλιοι—διὰ τρυπάνων δ’ ἦσαν οὗτοι ἡρμοσμένοι τοὺς σταμῖνας συνέχοντες· μολυβδίναις δὲ κεραμίσιν ἐπεστεγνοῦντο πρὸς τὸ ξύλον, ὑποτιθεμένων ὀθονίων μετὰ πίττησ—ὡς οὖν τὴν ἐκτὸς ἐπιφάνειαν ἐξειργάσατο, τὴν ἐντὸς διασκευὴν ἐξεπονεῖτο. ἦν

δὲ ἡ ναῦς τῇ μὲν κατασκευῇ εἰκόσορος, τριπάροδος δέ· τὴν μὲν κατωτάτω ἔχων ἐπὶ τὸν γόμον, ἐφ’ ἣν διὰ κλιμάκων πυκνῶν ἡ κατάβασις ἐγίνετο· ἡ δ’ ἑτέρα τοῖς εἰς τὰς διαίτας βουλομένοις εἰσιέναι ἐμεμηχάνητο· μεθ’ ἣν ἡ τελευταία τοῖς ἐν τοῖς ὅπλοις τεταγμένοις. ἦσαν δὲ τῆς μέσης παρόδου παρ’ ἑκάτερον τῶν τοίχων δίαιται τετράκλινοι τοῖς ἀνδράσι, τριάκοντα τὸ πλῆθος, ἡ δὲ ναυκληρικὴ δίαιτα κλινῶν μὲν ἦν πεντεκαίδεκα, θαλάμους δὲ τρεῖς εἶχε τρικλίνους, ὧν ἦν τὸ κατὰ τὴν πρύμναν ὀπτανεῖον. ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων, ἐν οἷς ἦν κατεσκευασμένος πᾶς ὁ περὶ τὴν Ἰλιάδα μῦθος θαυμασίως ταῖς τε κατασκευαῖς καὶ ταῖς ὀροφαῖς, καὶ θυρώμασι δὲ πάντα ἦν
ταῦτα πεπονημένα. κατὰ δὲ τὴν ἀνωτάτω πάροδον γυμνάσιον ἦν καὶ περίπατοι σύμμετρον ἔχοντες τὴν κατασκευὴν τῷ τοῦ πλοίου μεγέθει, ἐν οἷς κῆποι παντοῖοι θαυμασίως ἦσαν ὑπερβάλλοντες ταῖς φυτείαις, διὰ κεραμίδων μολυβδινῶν κατεστεγνωμένων ἀρδευόμενοι, ἔτι δὲ σκηναὶ κιττοῦ λευκοῦ καὶ ἀμπέλων, ὧν αἱ ῥίζαι τὴν τροφὴν ἐν πίθοις εἶχον γῆς πεπληρωμένοις, τὴν αὐτὴν ἄρδευσιν λαμβάνουσαι καθάπερ καὶ οἱ κῆποι, αὗται δὲ αἱ σκηναὶ συνεσκίαζον τοὺς περιπάτους, ἑξῆς δὲ τούτων Ἀφροδίσιον κατεσκεύαστο τρίκλινον, δάπεδον ἔχον ἐκ λίθων ἀχατῶν τε καὶ ἄλλων χαριεστάτων ὅσοι κατὰ τὴν νῆσον ἦσαν ` τοὺς τοίχους δ’ εἶχε καὶ τὴν ὀροφὴν κυπαρίττου, τὰς δὲ θύρας ἐλέφαντος καὶ θύου γραφαῖς δὲ καὶ ἀγάλμασιν, ἔτι δὲ ποτηρίων κατασκευαῖς ὑπερβαλλόντως κατεσκεύαστο.

τούτου δ’ ἐφεξῆς σχολαστήριον ὑπῆρχε πεντάκλινον, ἐκ πύξου τοὺς τοίχους καὶ τὰ θυρώματα κατεσκευασμένον, βιβλιοθήκην ἔχον ἐν αὑτῷ, κατὰ δὲ τὴν ὀροφὴν πόλον ἐκ τοῦ κατὰ τὴν Ἀχραδίνην ἀπομεμιμημένον ἡλιοτροπίου, ἦν δὲ καὶ βαλανεῖον τρίκλινον πυρίας χαλκᾶς ἔχον τρεῖς καὶ λουτῆρα πέντε μετρητὰς δεχόμενον ποικίλον τοῦ Ταυρομενίτου λίθου, κατεσκεύαστο δὲ καὶ οἰκήματα πλείω τοῖς ἐπιβάταις καὶ τοῖς τὰς ἀντλίας φυλάττουσι. χωρὶς δὲ τούτων ἱππῶνες
ἦσαν ἑκατέρου τῶν τοίχων δέκα· κατὰ δὲ τούτους ἡ τροφὴ τοῖς ἵπποις ἔκειτο καὶ τῶν ἀναβατῶν καὶ τῶν παίδων τὰ σκεύη, ἦν δὲ καὶ ὑδροθήκη κατὰ τὴν πρῷραν κλειστή, δισχιλίους μετρητὰς δεχομένη, ἐκ σανίδων καὶ πίττης καὶ ὀθονίων κατεσκευασμένη. παρὰ δὲ ταύτην κατεσκεύαστο διὰ μολιβδώματος καὶ σανίδων κλειστὸν ἰχθυοτροφεῖον· τοῦτο δ’ ἦν πλῆρες θαλάττης, ἐν ᾧ πολλοὶ ἰχθύες ἐνετρέφοντο. ὑπῆρχον δὲ καὶ τῶν τοίχων ἑκατέρωθεν τρόποι προεωσμένοι, διάστημα σύμμετρον ἔχοντες· ἐφ’ ὧν κατεσκευασμέναι ἦσαν ξυλοθῆκαι καὶ κρίβανοι καὶ ὀπτανεῖα καὶ μύλοι καὶ πλείους ἕτεραι διακονίαι. ἄτλαντές τε περιέτρεχον τὴν ναῦν ἐκτὸς ἑξαπήχεις, οἳ τοὺς ὄγκους ὑπειλήφεσαν τοὺς ἀνωτάτω καὶ τὸ τρίγλυφον, πάντες ἐν διαστήματι συμμέτρῳ βεβῶτες. ἡ δὲ ναῦς πᾶσα οἰκείαις γραφαῖς ἐπεπόνητο.

πύργοι τε ἦσαν ἐν αὐτῇ ὀκτὼ σύμμετροι τὸ μέγεθος τοῖς τῆς νεὼς ὄγκοις· δύο μὲν κατὰ πρύμναν, οἱ δ’ ἴσοι κατὰ πρῷραν, οἱ λοιποὶ δὲ κατὰ μέσην ναῦν. τούτων δὲ ἑκάστῳ παρεδέδεντο κεραῖαι β᾽, ἐφ’ ὧν κατεσκεύαστο φατνώματα, δι’ ὧν ἠφίεντο λίθοι πρὸς τοὺς ὑποπλέοντας τῶν πολεμίων, ἐπὶ δὲ τῶν πύργων ἕκαστον ἀνέβαινον τέτταρες μὲν καθωπλισμένοι νεανίσκοι, δύο δὲ τοξόται. πᾶν δὲ τὸ ἐντὸς τῶν πύργων λίθων καὶ βελῶν πλῆρες ἦν. τεῖχος δὲ ἐπάλξεις ἔχον καὶ καταστρώματα διὰ νεὼς ἐπὶ κιλλιβάντων κατεσκεύαστο· ἐφ’ οὗ λιθοβόλος ἐφειστήκει, τριτάλαντον λίθον ἀφ’ αὑτοῦ ἀφιεὶς καὶ δωδεκάπηχυ
βέλος, τοῦτο δὲ τὸ μηχάνημα κατεσκεύασεν Ἀρχιμήδης, ἑκάτερον δὲ τῶν βελῶν ἔβαλλεν ἐπὶ στάδιον. μετὰ δὲ ταῦτα παραρρύματα ἐκ τροπῶν παχέων συγκείμενα διὰ ἁλύσεων χαλκῶν κρεμάμενα, τριῶν δὲ ἱστῶν ὑπαρχόντων ἐξ ἑκάστου κεραῖαι λιθοφόροι ἐξήρτηντο β᾽, ἐξ ὧν ἅρπαγές τε καὶ πλίνθοι μολίβου πρὸς τοὺς ἐπιτιθεμένους ἠφίεντο. ἦν δὲ καὶ χάραξ κύκλῳ τῆς νεὼς σιδηροῦς πρὸς τοὺς ἐπιχειροῦντας ἀναβαίνειν κόρακές τε σιδηροῖ κύκλῳ τῆς νεὼς, οἳ δι’ ὀργάνων ἀφιέμενοι τὰ τῶν ἐναντίων ἐκράτουν σκάφη καὶ παρέβαλλον εἰς πληγήν. ἑκατέρῳ δὲ τῶν τοίχων ἑξήκοντα νεανίσκοι πανοπλίας ἔχοντες ἐφειστήκεσαν καὶ τούτοις ἴσοι περί τε τοὺς ἱστοὺς καὶ τὰς λιθοφόρους κεραίας, ἦσαν δὲ καὶ κατὰ τοὺς ἱστοὺς ἐν τοῖς καρχησίοις οὖσι χαλκοῖς ἐπὶ μὲν τοῦ πρώτου τρεῖς ἄνδρες, εἶθ’ ἑξῆς καθ’ ἕνα λειπόμενοι τούτοις δ’ ἐν πλεκτοῖς γυργάθοις διὰ τροχιλίων εἰς τὰ θωράκια λίθοι παρεβάλλοντο καὶ βέλη διὰ τῶν παίδων, ἄγκυραι δὲ ἦσαν ξύλιναι μέν τέτταρες, σιδηραῖ δ’ ὀκτώ. τῶν δὲ ἱστῶν ὁ μὲν δεύτερος καὶ τρίτος εὑρέθησαν εὐχερῶς, δυσχερῶς δὲ ὁ πρῶτος εὑρέθη ἐν τοῖς ὄρεσι τῆς Βρεττίας ὑπὸ συβώτου ἀνδρὸς· κατήγαγε δ’ αὐτὸν ἐπὶ θάλατταν Φιλέας ὁ Ταυρομενίτης μηχανικός, ἡ δὲ ἀντλία καίπερ βάθος ὑπερβάλλον ἔχουσα δι’ ἑνὸς ἀνδρὸς ἐξηντλεῖτο διὰ κοχλίου,
Ἀρχιμήδους ἐξευρόντος. ὄνομα δ’ ἦν τῇ νηὶ Συρακοσία· ὅτε δ’ αὐτὴν ἐξέπεμπεν Ἱέρων, Ἀλεξανδρίδα αὐτὴν μετωνόμασεν. ἐφόλκια δ’ ἦσαν αὐτῇ τὸ μὲν πρῶτον κέρκουρος τρισχίλια τάλαντα δέχεσθαι δυνάμενος· πᾶς δ’ ἦν οὗτος ἐπίκωπος. μεθ’ ὃν χίλια πεντακόσια βαστάζουσαι ἁλιάδες τε καὶ σκάφαι πλείους. ὄχλος δ’ ἦν οὐκ ἐλάττων ---, μετὰ τοὺς προειρημένους ἄλλοι τε ἑξακόσιοι παρὰ τὴν πρῷραν ἐπιτηροῦντες τὰ παραγγελλόμενα, τῶν δὲ κατὰ ναῦν ἀδικημάτων δικαστήριον καθειστήκει ναύκληρος, κυβερνήτης καὶ πρῳρεύς, οἵπερ ἐδίκαζον κατὰ τοὺς Συρακοσίων νόμους.

σίτου δὲ ἐνεβάλλοντο εἰς τὴν ναῦν μυριάδας ἕξ, ταρίχων δὲ Σικελικῶν κεράμια μύρια, ἐρεῶν τάλαντα δισμύρια, καὶ ἕτερα δὲ φορτία δισμύρια. χωρὶς δὲ τούτων ὁ ἐπισιτισμὸς ἦν τῶν ἐμπλεόντων. ὁ δ’ Ἱέρων ἐπεὶ πάντας τοὺς λιμένας ἤκουεν τοὺς μὲν ὡς οὐ δύνατοί εἰσι τὴν ναῦν δέχεσθαι, τοὺς δὲ καὶ ἐπικινδύνους ὑπάρχειν, διέγνω δῶρον αὐτὴν ἀποστεῖλαι Πτολεμαίῳ τῷ βασιλεῖ εἰς Ἀλεξάνδρειαν καὶ γὰρ ἦν σπάνις σίτου κατὰ τὴν Αἴγυπτον. καὶ οὕτως ἐποίησε, καὶ ἡ ναῦς κατήχθη εἰς τὴν Ἀλεξάνδρειαν, ἔνθα καὶ ἐνεωλκήθη. ὁ δ’ Ἱέρων καὶ Ἀρχίμηλον τὸν τῶν ἐπιγραμμάτων ποιητὴν γράψαντα εἰς τὴν ναῦν ἐπίγραμμα χιλίοις πυρῶν μεδίμνοις, οὓς καὶ παρέπεμψεν ἰδίοις δαπανήμασιν εἰς τὸν Πειραιᾶ, ἐτίμησεν. ἔχει δ’ οὕτως τὸ ἐπίγραμμα·
τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο; πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτ’ ἔκαμον τὸ κύτος, ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἢ τινι νάσων ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται, τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς. ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων. πείσμασι δ’ ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον. μανύει στιβαρᾶς κατ’ ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τάνδ’ ἐκύλισε τρόπιν φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ καὶ νάσοις καρπὸν πίονα δωροφορῶν· Σικελίας σκαπτοῦχος ὁ Δωρικός, ἀλλά, Πόσειδον, σῷζε κατὰ, γλαυκῶν σέλμα τόδε ῥοθίων.
παρέλιπον δ’ ἑκὼν ἐγὼ τὴν Ἀντιγόνου ἱερὰν τριήρη, ᾗ ἐνίκησε τοὺς Πτολεμαίου στρατηγοὺς περὶ Λεύκολλαν τῆς Κῴας, ὅπου δὴ καὶ τῷ Ἀπόλλωνι αὐτὴν ἀνέθηκεν ἥτις οὐδὲ τὸ τρίτον, τάχα δὲ οὐδὲ τὸ τέταρτον εἶχε τῆς Συρακοσίας ἢ Ἀλεξανδρίδος ταύτης νεώς.

τοσαῦτ’ οὖν καὶ περὶ τοῦ τῶν νεῶν καταλόγου οὐκ ἀπὸ Βοιωτῶν ἀρξάμενοι κατελέξαμεν, ἀλλ’ ἀπὸ πανηγυρικῶν πομπῶν, καὶ ἐπεὶ τὸν καλὸν Οὐλπιανὸν οἶδα πάλιν προβαλοῦντα ἡμῖν τίς αὕτη ἡ παρὰ τῷ Καλλιξείνῳ ἐγγυθήκη, φαμὲν αὐτῷ ὅτι καὶ λόγος τις εἰς Λυσίαν ἀναφέρεται τὸν ῥήτορα περὶ ἐγγυθήκης ἐπιγραφόμενος, οὗ ἡ ἀρχή·

εἰ μὲν δίκαιον ἔλεγεν ἢ μέτριον, ἄνδρες δικασταί, Λυσιμένης.
ἐν ᾧ προελθών φησιν
οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, ἣ οὔκ ἐστιν ἀξία τριάκοντα δραχμῶν.
ὅτι δὲ χαλκῆ ἦν ἡ ἐγγυθήκη ἑξῆς φησι·
πέρυσιν δὲ ἐπισκευάσαι αὐτὴν βουλόμενος ἐξέδωκα εἰς τὸ χαλκεῖον ἐστὶ γὰρ συνθετὴ καὶ Σατύρων ἔχει πρόσωπα καὶ βουκεφάλια ---, ἄλλο ἔτι μέγεθος τὸ αὐτό. ὁ γὰρ αὐτὸς τεχνίτης πολλὰ σκεύη ταὐτὰ καὶ ὅμοια ἐργάζεται.
ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν, ὡς καὶ ὁ Καλλίξεινος εἴρηκε, λεβήτων αὐτὰς ὑποθήματα εἶναι, οὕτως γὰρ καὶ Πολέμων ὁ περιηγητὴς εἶπεν ἐν γ’ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον ἐξηγούμενος διάθεσιν ἐν Φλιοῦντι κατὰ τὴν πολεμάρχειον στοὰν γεγραμμένην ὑπὸ Σίλλακος τοῦ Ῥηγίνου, οὗ μνημονεύουσιν Ἐπίχαρμος καὶ Σιμωνίδης, λέγων οὕτως·
ἐγγυθήκη καὶ ἐπ’ αὐτῆς κύπελλον.
Ἡγήσανδρος δὲ ὁ Δελφὸς ἐν
τῷ ἐπιγραφομένῳ ὑπομνήματι ἀνδριάντων καὶ ἀγαλμάτων Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Ἀλυάττου· οὗ ὁ ʽ Ἡρόδοτος μνημονεύει ὑποκρητηρίδιον αὐτὸ καλῶν. καὶ ὁ μὲν Ἡγήσανδρος ταῦτα λέγει, εἴδομεν δ’ αὐτὸ καὶ ἡμεῖς ἀνακείμενον ἐν Δελφοῖς ὡς ἀληθῶς θέας ἄξιον διὰ τὰ ἐν αὐτῷ ἐντετορευμένα ζῳδάρια καὶ ἄλλα τινὰ ζῳύφια καὶ φυτάρια, ἐπιτίθεσθαι ἐπ’ αὐτῷ δυνάμενα καὶ κρατῆρας καὶ ἄλλα σκεύη, ἡ δ’ ὑπ’ Ἀλεξανδρέων καλουμένη ἀγγοθήκη τρίγωνός ἐστι, κατὰ μέσον κοίλη, δέχεσθαι δυναμένη ἐντιθέμενον κεράμιον. ἔχουσι δὲ ταύτην οἱ μὲν πένητες ξυλίνην, οἱ δὲ πλούσιοι χαλκῆν ἢ ἀργυρᾶν.