Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας
τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ᾽ ὦ καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ,᾽ καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν ᾽εἰς ἀκολασίαν ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις
Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων, οὓς ἰδὼν ὁ πατήρ καλέσας τὸν Φῶκον ᾽ οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; ᾽ οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί, περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ᾽ ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας ὥστε λέγετε ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.
καὶ ὁ Αἰμιλιανὸς ἔφη·
τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως
εἰ μηδέ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

μαγειρικὰ δὲ σκευή καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως ·

ζωμήρυσιν φέροις, ὀβελίσκους δώδεκα, κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, τὸ λεβήτιον, τἀκ τοῦ νίτρου πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν·
τὴν χύτραν δ’ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως
τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου;
κἀν Δαιταλεῦσι·
κἄγειν ἐκεῖθεν κακκάβην.
Ἀντιφάνης δ’ ἐν Φιλοθηβαίῳ·
πάντ’ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
βατάνιον δ’ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ·
ἔπειτα πουλύπους τετμημένος ἐν βατανίοισιν ἑφθός.
Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ ·
οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ,
πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
Φιλέταιρος Οἰνοπίωνι·
ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.
καὶ πάλιν
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων.
ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν
ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής β. τίνα λέγεις; α. Καρύστου θρέμμα, γηγενής, ζέων β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. α. κάκκαβον λέγω· σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽ . β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον, πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα;
Εὔβουλος δ’ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις·
τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ λοπάδια καὶ πατάνια ποικιλόθροα καὶ οὐδ’ ἂν λέγων λέξαιμι.

ἡδυσμάτων δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως ---

μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’
οὐκ ἔχω.
β. ἀλλὰ λέγ’ ὅτου δεῖ, λήψομαι γὰρ πάντ’ ἐγώ. α. ὀρθῶς γε· πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. β. ἀλλ’ ἔστιν ἔνδον. α. ἀσταφίδα κεκομμένην, μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, σκόροδον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις· μάγειρον δὲ ποιεῖ λέγοντα·
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ ἤδη παρελθών; οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ· οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
κἀν Πονήρᾳ·
τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν τὸ τρίμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ, πυκνῷ πατάξας.
ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως·
τυρίον ἐπεσθίοντα.
ἐπιφαγεῖν δ’ Εὔπολις Ταξιάρχοις·
ἐπιφαγεῖν μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.
καὶ Ἀριστοφάνης Πλούτῳ·
πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.