Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

εἰς τοσοῦτον δ’ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ᾽ ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ’ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ’ ὀνόματός τινας κατέλεξε. ταῦτα δ’ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνί τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας.

ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ
Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος ἄλλοι τε πλείους. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἱ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δ’ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἰπὼν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.

οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφιν
πίνουσ’ ἑκάστης ἡμέρας δι’ ἡμέρας,
διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον
κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον,
πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς περὶ χαρακτήρων εἴρηκεν, κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες,
χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.
Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ πρὸς ταῖς κ τῶν Εὐρωπιακῶν
Γνώσιππον, φησίν, ἄσωτον γενόμενον ἐν τῇ Σπάρτῃ ἐκώλυον οἱ ἔφοροι συναναστρέφεσθαι τοῖς νέοις.
παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν, Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ’ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν.