Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῇ μ θ τῶν ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει· ᾽ Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλ’ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτὸν ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δ’ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα δι’ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες· οἱ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἱ δὲ ἐκ Θετταλίας, οἱ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ὢν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγίνετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, τὰ δὲ καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλ’ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως.᾽
Δοῦρις δ’ ἐν ζ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει καὶ τάδε· ᾽ Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι’ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος, ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ’ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ’ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. ᾽
εἰς τοσοῦτον δ’ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ᾽ ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλ’ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ’ ὀνόματός τινας κατέλεξε. ταῦτα δ’ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνί τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας.
ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος ἄλλοι τε πλείους. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἱ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δ’ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἰπὼν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.
οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφινπίνουσ’ ἑκάστης ἡμέρας δι’ ἡμέρας,διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλονκεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον,πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς περὶ χαρακτήρων εἴρηκεν, κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ πρὸς ταῖς κ τῶν ΕὐρωπιακῶνΓνώσιππον, φησίν, ἄσωτον γενόμενον ἐν τῇ Σπάρτῃ ἐκώλυον οἱ ἔφοροι συναναστρέφεσθαι τοῖς νέοις.παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν, Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ’ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν.
Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείαςκαὶ ὁ Αἰμιλιανὸς ἔφη·τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ᾽ ὦ καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ἐπιδίδωμι κἀγώ,᾽ καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν ᾽εἰς ἀκολασίαν ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων, οὓς ἰδὼν ὁ πατήρ καλέσας τὸν Φῶκον ᾽ οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην; ᾽ οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί, περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ᾽ ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας ὥστε λέγετε ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.
τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτωςεἰ μηδέ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.
μαγειρικὰ δὲ σκευή καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως ·
ζωμήρυσιν φέροις, ὀβελίσκους δώδεκα, κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν, στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, τὸ λεβήτιον, τἀκ τοῦ νίτρου πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν·τὴν χύτραν δ’ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως
τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου;κἀν Δαιταλεῦσι·
κἄγειν ἐκεῖθεν κακκάβην.Ἀντιφάνης δ’ ἐν Φιλοθηβαίῳ·
πάντ’ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.βατάνιον δ’ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ·
ἔπειτα πουλύπους τετμημένος ἐν βατανίοισιν ἑφθός.Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ ·
οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ,
πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.Φιλέταιρος Οἰνοπίωνι·
ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.καὶ πάλιν
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων.ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν
ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής β. τίνα λέγεις; α. Καρύστου θρέμμα, γηγενής, ζέων β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. α. κάκκαβον λέγω· σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽ . β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον, πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα;Εὔβουλος δ’ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις·
τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ λοπάδια καὶ πατάνια ποικιλόθροα καὶ οὐδ’ ἂν λέγων λέξαιμι.
ἡδυσμάτων δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως ---
μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις· μάγειρον δὲ ποιεῖ λέγοντα·οὐκ ἔχω.β. ἀλλὰ λέγ’ ὅτου δεῖ, λήψομαι γὰρ πάντ’ ἐγώ. α. ὀρθῶς γε· πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. β. ἀλλ’ ἔστιν ἔνδον. α. ἀσταφίδα κεκομμένην, μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, σκόροδον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ ἤδη παρελθών; οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ· οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.κἀν Πονήρᾳ·
τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν τὸ τρίμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ, πυκνῷ πατάξας.ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως·
τυρίον ἐπεσθίοντα.ἐπιφαγεῖν δ’ Εὔπολις Ταξιάρχοις·
ἐπιφαγεῖν μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.καὶ Ἀριστοφάνης Πλούτῳ·
πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.
τῶν δὲ μαγείρων διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὃ δὲ οὗτοι παρελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ·
προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα τούτῳ προσήκει.ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτὸς ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος·
εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα. τραπεζοποιὸν, δημιουργὸν λήψομαι· ἐπὶ τοῦτ’ ἀπέστειλ’ ἐξ ἀγροῦ μ’ ὁ δεσπότης.ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι·
περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία· τραπεζοποιὸς ἐστ’ ἐπὶ τοῦ διακονεῖν.ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ·
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ’ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων οὑτωσὶ λέγων
διάκονον δ’ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν;παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ ·
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.ὀψώνην δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων
ὡς οὑψώνης διατρίβειν ἡμῖν τἄριστον ἔοικε.παροψωνεῖν δ’ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως ---παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ. εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ’ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει,
ἐκάλουν δέ, φησί, καὶ τοὺς προγεύστας ἐδεάτρους, ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. νῦν δὲ ὁ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας, ἦν δ’ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία. Χάρης γοῦν ἐν τῇ γ τῶν ἱστοριῶν
Πτολεμαῖόν φησι τὸν Σωτῆρα ἐδέατρον ἀποδειχθῆναι Ἀλεξάνδρου, μήποτε δὲ καὶ ὃν νῦν καλοῦσι Ῥωμαῖοι πρωτογεύστην τότε οἱ Ἕλληνες προτένθην ὠνόμαζον, ὡς Ἀριστοφάνης ἐν προτέραις Νεφέλαις διὰ τούτωνστρ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ’ ἕνῃ τε καὶ νέᾳ; φειδ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν ἵν’ ὡς τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο, διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.μνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις·
μὴ θαυμάσῃς· τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ’ οὐκ οἶσθα σύ.καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ·
βούλεσθε δῆτ’ ἐγὼ φράσω τίς εἰμ’ ἐγώ; ἡ τῶν προτενθῶν Δορπία καλουμένη.εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ᾧ ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως·
Φῶκος εἶπεν ὅπως ἂν ἡ βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.ὅτι δ’ εἶχον οἱ ἀρχαῖοι καὶ τοὺς προγεύστας καλουμένους Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ φησιν
ὁ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν.Ἀναξίλας δ’ ἐν Καλυψοῖ φησιν
προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.
τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν. Μένανδρος Ψευδηρακλεῖ· καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν
μάγειρ᾽, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα, πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ’ ἐρωτᾷς, χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, τί σοι διαφέρει τοῦτο; παράθες σήμερον. οὐκ ἔστι κανδύλους ποεῖν οὐδ’ οἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ, πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας τραγήματα. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται, μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ μελίπηκτα ταῖς κίχλαις.ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως·
τέτταρες δ’ αὐλητρίδες ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.Μένανδρος Δημιουργῷ·
τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία, προελήλυθας. β. ναί· πλάττομεν γὰρ πλάσματα, τὴν νύκτα τ’ ἠγρυπνήκαμεν καὶ νῦν ἔτι ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν.πεμμάτων δὲ πρῶτόν φησιν μνημονεῦσαι Πανύασσιν Σέλευκος, ἐν οἷς περὶ τῆς παρ’ Αἰγυπτίοις ἀνθρωποθυσίας διηγεῖται, πολλὰ μὲν ἐπιθεῖναι λέγων πέμματα,
πολλὰς δὲ νοσσάδας ὄρνις,προτέρου Στησιχόρου ἢ Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα
σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας, ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ὁ ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν
ὃς δουρὶ πάντας νίκασε νέους δινάεντα βαλὼν Ἄναυρον ὕπερ πολυβότρυος ἐξ Ἰωλκοῦ· οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς.ὁ γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾄσματι τοῖς Ἄθλοις·
θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν Μελέαγρος.
οὐκ ἀγνοῶν δὲ καὶ περὶ Δηλίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μαγίδες καὶ Γογγύλοι, ἐπειδὴ τὰς μάζας, φησὶν Ἀριστοφάνης, ἐν ταῖς θοίναις δι’ ἡμέρας τρίβοντες παρεῖχον ὥσπερ γυναιξὶ γογγύλας μεμαγμένας. καλοῦνται δὲ καὶ μέχρι νῦν τινες αὐτῶν Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Κρεωκόροι καὶ Ἰχθυβόλοι, τῶν δὲ γυναικῶν Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς
θοίναις. ἐλεὸς δ’ ἐστὶν ἡ μαγειρικὴ τράπεζα. Ὅμηρος·αὐτὰρ ἐπεὶ ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε.ὅθεν καὶ Πολυκράτων ὁ Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο. καὶ ὁ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. Κρίτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Φιλοπράγμονι παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους διὰ τούτων
Φοίνικα μεγάλου κύριον βαλλαντίου ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο, εἰς Δῆλον ἐλθεῖν ἠθέλησ’ ἐκ Πειραιῶς, πάντων ἀκούων διότι παρασίτῳ τόπος οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ, εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ’ ὄχλον, αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.
Ἀχαιὸς δ’ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι τῷ σατυρικῷ καρυκκοποιοὺς καλεῖ τοὺς Δελφοὺς διὰ τούτων
καρυκκοποιοὺς προσβλέπων βδελύττομαι,παρόσον τὰ ἱερεῖα περιτέμνοντες δῆλον ὡς ἐμαγείρευον αὐτὰ καὶ ἐκαρύκκευον. εἰς ταῦτα δὲ ἀποβλέπων καὶ Ἀριστοφάνης ἔφη·
ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν, Φοῖβε, μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.κἀν τοῖς ἑξῆς δ’ ὁ Ἀχαιός φησιν
τίς ὑποκεκρυμμένος μένει, σαραβάκων κοπίδων συνομώνυμε;ἐπισκώπτουσι γὰρ οἱ Σάτυροι τοὺς Δελφοὺς ὡς περὶ τὰς θυσίας καὶ τὰς θοίνας διατρίβοντας. Σῆμος δ’ ἐν δ Δηλιάδος
Δελφοῖς, φησί, παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἅλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.Ἀριστοτέλης δ’ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι περὶ Μαγνήτων λέγων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι τὰς αὐτὰς ἐπιτελοῦντας αὐτοὺς ποιεῖ χρείας τοῖς παραγιγνομένοις τῶν ξένων, λέγων οὕτως·
Μάγνητες οἱ ἐπὶ τῷ Μαιάνδρῳ ποταμῷ κατοικοῦντες ἱεροὶ τοῦ θεοῦ, Δελφῶν ἄποικοι, παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας, ἔλαιον, ὄξος, ἔτι λύχνον, κλίνας, στρώματα, τραπέζας.Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ Τρωικοῦ διακόσμου ἐν τῇ Λακωνικῇ φησιν ἐπὶ τῆς ὁδοῦ τῆς καλουμένης Ὑακινθίδος ἱδρῦσθαι ἥρωας Μάττωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φιδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων, ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον. κἀν Κύπρῳ δέ φησι τιμᾶσθαι Ἡγήσανδρος ὁ Δελφὸς Δία Εἰλαπιναστήν τε καὶ Σπλαγχνοτόμον.
πολλῶν δὲ τοιούτων ἔτι λεγομένων ἐκ τῶν γειτόνων τις ἐξηκούσθη ὑδραύλεως ἦχος πάνυ τι ἡδὺς καὶ τερπνός, ὡς πάντας ἡμᾶς ἐπιστραφῆναι θελχθέντας ὑπὸ τῆς ἐμμελείας. καὶ ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν μουσικὸν Ἀλκείδην
ἀκούεις, ἔφη, μουσικώτατε ἀνδρῶν, τῆς καλῆς ταύτης συμφωνίας, ἥτις ἡμᾶς ἐπέστρεψεν πάντας κατακηληθέντας ὑπὸ τῆς μουσικῆς; καὶ οὐχ ὡς ὁ παρ’ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι πολὺς ὁ μόναυλος ἀλγηδόνα μᾶλλον τοῖς ἀκούουσι παρέχων ἤ τινα τέρψιν μουσικήν.καὶ ὁ Ἀλκείδης ἔφη·
ἀλλὰ μὴν καὶ τὸ ὄργανον τοῦτο ἡ ὕδραυλις, εἴτε τῶν ἐντατῶν αὐτὸ θέλεις εἴτε τῶν ἐμπνευστῶν, Ἀλεξανδρέως ἐστὶν ἡμεδαποῦ εὕρημα, κουρέως τὴν τέχνην Κτησίβιος δ’ αὐτῷ τοὔνομα. ἱστορεῖ δὲ τοῦτο Ἀριστοκλῆς ἐν τῷ περὶ χορῶν οὑτωσί πως λέγων· ζητεῖται δὲ πότερα τῶν ἐμπνευστῶν ἐστιν ὀργάνων ἡ ὕδραυλις ἢ τῶν ἐντατῶν. Ἀριστόξενος μὲν οὖν τοῦτο οὐκ οἶδε· λέγεται δὲ Πλάτωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ οἷον κλεψύδραν μεγάλην λίαν. καὶ τὸ ὑδραυλικὸν δὲ ὄργανον δοκεῖ κλεψύδρα εἶναι. ἐντατὸν οὖν καὶ καθαπτὸν οὐκ ἂν νομισθείη, ἐμπνευστὸν δὲ ἂν ἴσως ῥηθείη διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. κατεστραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ καὶ ἀρασσομένου τοῦ ὕδατος ὑπό τινος
νεανίσκου, ἔτι δὲ διικνουμένων ἀξινῶν διὰ τοῦ ὀργάνου ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι προσηνῆ, ἔοικεν δὲ τὸ ὄργανον βωμῷ στρογγύλῳ, καί φασι τοῦτο εὑρῆσθαι ὑπὸ Κτησιβίου κουρέως ἐνταῦθα οἰκοῦντος ἐν τῇ Ἀσπενδίᾳ ἐπὶ τοῦ δευτέρου εὐεργέτου, διαπρέψαι τέ φασι μεγάλως. τουτονὶ οὖν καὶ τὴν αὑτοῦ διδάξαι γυναῖκα Θαίδα.᾽ Τρύφων δ’ ἐν τρίτῳ περὶ ὀνομασιῶν ἐστὶ δὲ τὸ σύγγραμμα περὶ αὐλῶν καὶ ὀργάνων συγγράψαι φησὶ περὶ τῆς ὑδραύλεως Κτησίβιον τὸν μηχανικόν. ἐγὼ δὲ οὐκ οἶδα εἰ περὶ τὸ ὄνομα σφάλλεται. ὁ μέντοι Ἀριστόξενος προκρίνει τὰ ἐντατὰ καὶ καθαπτὰ τῶν ὀργάνων τῶν ἐμπνευστῶν, ῥᾴδια εἶναι φάσκων τὰ ἐμπνευστά πολλοὺς γὰρ μὴ διδαχθέντας αὐλεῖν τε καὶ συρίζειν, ὥσπερ τοὺς ποιμένας,
καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, Οὐλπιανέ. γιγγραΐνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν ὁ Ξενοφῶν, ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ πῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν
γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ’ ἐν Διθυράμβῳ λέγων οὕτωςἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ᾽, Ἀθήνησιν δὲ κατακεχρημένον ἐν συμποσίοις ἤδη ᾽ στί· β. διὰ τί δ’ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτό; α. διότι φυλὴν περιμένω σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ ὅτι πάντα πράγματ’ ἀνατριαινώσει κρότοις.καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ·οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου ἄμφω νοσοῦσιν, ὥστε τἄλλ’ αὐτοῖς δοκεῖν εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.
πόσῳ δὲ κρεῖττον, ὦ Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὕρημα. λέγει δ’ οὕτως ·
οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί·νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.Φιλήμων ἐν Μοιχῷ·ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν τιν᾽. π. ὁ δὲ νάβλας τί ἐστιν; --- α ---οὐκ οἶδας, ἐμβρόντητε σύ; π. μὰ Δία. α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα ---σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α ῝ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ’ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.
Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι
μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ ὁ φῶτιγξ αὐλὸς παρ’ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως· ·οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη, λύραι μόναυλοί θ’ οἷς ἐχαίρομεν τέως ναούς τ’ ἐρημοῖ πισσοκωνίας Ἄρης.Ἀραρὼς δ’ ἐν Πανὸς γοναῖς·ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο.Ἀναξανδρίδης δ’ ἐν Θησαυρῷ·ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.καὶ ἐν Φιαληφόρῳ· ---τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. β. ποῖον μόναυλον; α. τὸν κάλαμον.Σώπατρος Βακχίδι·καὶ τὸ μόναυλον μέλος ἤχησε.Πρωταγορίδης δ’ ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησινπαντὸς δὲ ὀργάνου κατὰ μίτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ, πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ᾽ ἁρμονίας ἀναμινυρίζει.Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε·παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετάσια δ’ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ’ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.ʼ ᾽ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγωντοῦτο Θέων ὁ μόναυλος ὑπ’ ἠρίον ὁ γλυκὺς οἰκεῖ αὐλητής, μίμων ἡ ʼν θυμέλῃσι Χάρις, τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν, νήπιον ὅντ’ ἐκάλει Σκίρπαλον Εὐπαλάμου, ἀείδων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχεν τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων. ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον, ἀλλὰ Θέωνα τὸν καλαμαυλήτην εἴπατεὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇχαῖρε Θέων.
ῥάππῃ τῇ καλάμῃ αὐλοῦντας.
γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ ὁ εὐτελέστατος παρ’ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς, τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ τε κἀν Τυμπανισταῖς, οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν ἢ τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. οἴδασι δὲ καὶ τοὺς διόπους ἔτι τε μεσοκόπους καὶ τοὺς καλουμένους ὑποτρήτους. τῶν δ’ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις. Ἰόβας δὲ τούτους Φρυγῶν μὲν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλείας, κατ’ ἐμφέρειαν τοῦ πάχους, χρῆσθαι δ’ αὐτοῖς καὶ Κυπρίους φησὶ Κρατῖνος ὁ νεώτερος ἐν Θηραμένει. οἴδαμεν δὲ καὶ τοὺς ἡμιόπους καλουμένους, περὶ ὧν φησιν Ἀνακρέων
τίς ἐρασμίην τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν ὀρχεῖται;εἰσὶ δ’ οἱ αὐλοὶ οὗτοι ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίονί φησι·τὸν δ’ ἡμίοπον καὶ τὸν ἐλάσσονα ταχέως ὁ μέγας καταπίνει.εἰσὶν δ’ οἱ αὐτοὶ τοῖς παιδικοῖς καλουμένοις, οἷς οὐκ οὖσιν ἐναγωνίοις πρὸς τὰς εὐωχίας χρῶνται. διὸ καὶ τέρενας αὐτοὺς κέκληκεν ὁ Ἀνακρέων.
οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιῳδικῶν καὶ κιθαριστηρίων , ὧν μνημονεύουσιν Ἔφορός τ’ ἐν τοῖς εὑρήμασι καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῷ περὶ αὐλῶν, ἔτι δὲ καὶ Ἄλεξις ὧν καὶ αὐτὸς ἐν τῷ περὶ αὐλῶν. ὁ δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται παρὰ τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, ὡς Ἀρτεμίδωρος ἱστορεῖ ὁ Ἀριστοφάνειος ἐν β περὶ Δωρίδος.
ὁ δὲ μάγαδις καλούμενος αὐλός.καὶ πάλιν·οἱ δὲ καλούμενοι λώτινοι αὐλοὶ οὗτοί εἰσιν οἱ ὑπὸ Ἀλεξανδρέων καλούμενοι φώτιγγες. κατασκευάζονται δ’ ἐκ τοῦ καλουμένου λωτοῦ ξύλον δ’ ἐστὶ τοῦτο γινόμενον ἐν Λιβύῃ. Θηβαίων δ᾽ εὕρημά φησιν εἶναι Ἰόβας τὸν ἐκ νεβροῦ κώλων κατασκευαζόμενον αὐλόν. ὁ δὲ Τρύφων φησὶ καὶ τοὺς καλουμένους ἐλεφαντίνους αὐλοὺς παρὰ Φοίνιξιν ἀνατρηθῆναι.ὁ μάγαδις ὀνομαζόμενος ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησί·
μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.οἶδα δὲ ὅτι καὶ μάγαδις ὄργανόν ἐστιν ἐντατὸν καθάπερ καὶ κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δὲ ὁ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων
οἱ νῦν, φησίν, καλούμενοι ναβλισταὶ καὶ πανδουρισταὶ καὶ σαμβυκισταὶ καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ· τὸν γὰρ βάρωμον καὶ βάρβιτον, ὧν Σαπφὼ καὶ Ἀνακρέων μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι, ἐν γοῦν Μιτυλήνῃ μίαν τῶν Μουσῶν πεποιῆσθαι ὑπὸ Λεσβοθέμιδος ἔχουσαν σαμβύκην.Ἀριστόξενος δ’ ἔκφυλα ὄργανα καλεῖ φοίνικας καὶ πηκτίδας καὶ μαγάδιδας σαμβύκας τε καὶ τρίγωνα καὶ κλεψιάμβους καὶ σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. Πλάτων δ’ ἐν τρίτῳ Πολιτείας φησίν·οὐκ ἄρα, ἦν δ’ ἐγώ, πολυχορδίας γε οὐδὲ παναρμονίου ἡμῖν δεήσει ἐν ταῖς ᾠδαῖς τε καὶ μέλεσιν. οὔ μοι, ἔφη, φαίνεται. τριγώνων ἄρα καὶ πηκτίδων καὶ πάντων ὀργάνων ὅσα πολύχορδα καὶ παναρμόνια ---
ἐστὶν δ’ ὁ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς ὁ παρῳδός φησι Μάτρων ἐν τούτοις·
οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.μνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ·σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων, οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος·καὶ Ἀναξίλας ἐν Λυροποιῷ·ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας, κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.Σώπατρος δ’ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως ·πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως·Σεμέλα δὲ χορεύει· καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάρᾳ παριαμβίδας· ἃ δὲ γεγάθει πυκινῶν κρεγμῶν ἀκροαζομένα.τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ’ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου , ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ’ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δ’ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.