Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ι ε τοῦ Τρωικοῦ διακόσμου
παρὰ Ἀντιόχῳ, φησί, τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς, ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος τὸν τὰς
ἱστορίας γράψαντα ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· ᾽ πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενόν ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι; ᾽ κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ’ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι.
Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ τῶν ἱστοριῶν ι ζ Πολυσπέρχοντά φησιν εἰ μεθυσθείη καίτοι πρεσβύτερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν ὀγδόῃ Ἀσιατικῶν ἱστορεῖ ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν· ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δ’ οἰκέται κύριοι, ἐπιλελησμένοι δ’ ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ, ὅτι καὶ Φίλιππος ὁ τοῦ Ἀλεξάνδρου πατήρ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο. Σέλευκος δὲ Θρᾳκῶν φησί τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους, πρὸς ὃν κατὰ κάθετον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσι. διαλαγχάνειν οὖν αὐτοὺς
καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι· παρερχόμενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον καὶ ὁ κρεμάμενος ὑποτρέχοντος τοῦ λίθου, ἐὰν μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι παιδιὰν ἔχοντες τὸν ἐκείνου θάνατον

ταῦτ’ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται τῶν Ἑλλήνων πολὺ. πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος.

ἀκριβῶς δ’ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως·

καὶ οὔτ’ ἂν ἐπ’ ἀγρῶν ᾽ἴδοις οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ’ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ’ ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ’ οὐδὲν τοιοῦτον.

καὶ ὁ Κύνουλκος
ἀλλ’ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης· ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ
φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι.
ἐγὼ δ’ ὁ τάλας
κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη·
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
καὶ ὁ καλὸς δ’ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη ·
ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.
γελασάντων δὲ ἡμῶν ἔφη τις·
ἀλλ’ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμίν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.
καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη·
ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη·
ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν, ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται, ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν. ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

ἀλλ’ ὅ γε Παρμενίσκος οὕτως ὑπήρξατο·
ΠαρμενίσκοςΜόλπιδι χαίρειν. πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρὸς σὲ περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου· προπιὼν δ’ ὑσώπου τὴν ὤραν ἐπάναγε ἐπὶ τὴν ἑστίασιν. Διονυσίων γὰρ ὄντων Ἀθήνησι παρελήφθην πρὸς αὐτό. κατέλαβον δὲ κυνικοὺς μὲν ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δείπνου δὲ χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστόν ἐστιν. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ τῆς Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε ᾽ τὸ κατὰ χειρῶν καὶ τῆς τραπέζης παρατεθείσης ἐδειπνοῦμεν
καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἡ δ’ ἐπεισέρρει.
εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη·
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος φακῶν
καὶ ἄλλος ἑξῆς ἀνεβόησε·
φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι.
ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον, φησὶν δ’ οὗτος ἐν Πελιάσι·
τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα· φακῆς κατ’ ἄνδρα τρυβλίον μεστὸν μέγα. β. πρώτιστον οὐκ ἀνθηρόν. α. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης. β. οὗτος ἱερὸς ἀνθίας, ὃς πολλὰ χαίρειν ταῖς κίχλαις ἤδη λέγει.ʼ
γέλωτος οὖν ἐπιρραγέντος παρῆν ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον αὗται δ’ ἦσαν τῶν οὐκ ἀσήμων ἑταιρίδων. ἀποβλέψασαι οὖν αὗται εἰς τὰ παρακείμενα καὶ θαυμάσασαι ἐγέλων. καὶ ἡ Νίκιον ἔφη· ᾽οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν ἐσθίει; ἢ καθάπερ ὁ πρόγονος ὑμῶν Μελέαγρος ὁ Γαδαρεὺς ἐν ταῖς Χάρισιν ἐπιγραφομέναις ἔφη τὸν Ὅμηρον Σύρον ὄντα τὸ γένος κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς Ἀχαιοὺς δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον; ἢ μόνον ἀνέγνωτε συγγραμμάτων αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρ’ ὑμῖν τῆς φακῆς τὴν σκευὴν εἰς ἣν ἀποβλέπουσα συμβουλεύσαιμ’ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους.᾽ πρὸς ἣν ὁ Καρνεῖος ἔφη· ᾽ Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ
τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης, τούτοις τοῖς δόγμασιν ἡμεῖς πειθόμεθα ᾽ ὑμῖν δὲ φθόνος οὐδὲ εἷς ἑλέσθαι ἕν τι τῶν τριῶν ἔχειν κακῶν, οὐ γάρ ἐπίστασθε, ὦ ταλαίπωροι, ὅτι αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν αὑτῇ εἶναι.`

Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν
φησι·
τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεοφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.
καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους
τί τηνικάδε
; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον. ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρ’ ὑμῶν
λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ ὁ παρὰ Ἀντικλείδῃ ʽ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ β τῶν Νόστων ᾽ μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ’ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, ὁ Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα ʽ Ἡρακλέους ζηλωταί.

τραγικὸν γὰρ ἡ φακῆ ᾽στιν, ἦς καὶ φασιν Ἀγάθαρχὸν ποτὲ γεγραφέναι ῥοφοῦντ’ ᾽ Ὀρέστην τῆς νόσου πεπαυμένον,
φησὶ Σώφιλος ὁ κωμῳδιοποιός. στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη·
καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν,
ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη ·
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου.
καὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγεν
μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς.
Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί·
μηδέποτ’ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί. βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος.
ὁ χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη·
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
καὶ ἐν Ἀμφιαράῳ·
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς,
Ἐπίχαρμος δὲ ἐν Διονύσοις·
χύτρα δὲ φακέας ἥψετο.
Ἀντιφάνης Ὁμοίαις·
εὖ δ’ ἐγίνεθ’ εἰ φακῆν ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.
οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων.

ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας ὁ κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν

ἀλλ’ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, ὦ Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν ἡ πόλις πλήρης ἐστὶ φακίνων ὧν καὶ Σώπατρος ὁ Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως·
οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. ᾽
ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, ᾽ πλὴν δυοῖν μόνον
Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου; ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν. ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ γέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος -
ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης· τὸ δ’ ἄκαιρον ἅπαν --- ὑπερβάλλον τε μὴ προσείμαν.
καὶ ὁ Σωκράτης δ’ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ’ ὅσον οἱ μὲν ζῶσιν ἵν’ ἐσθίωσιν, αὐτὸς δ’ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν ᾽ εἴθ’ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι ὁ δ’ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησὶν
Καπανεὺς ὅδ’ ἐστὶν ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ’ ἄγαν, τἀρκοῦν ἐπαινῶν οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.

οὐκ ἦν γὰρ τοιοῦτος ὁ Καπανεὺς οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν λέγων ὧδε· ᾽ ἐπὶ τοσοῦτόν τινες
ἐκπίπτουσι πρὸς τὸ ἀργύριον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.᾽ οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν
ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι, εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμ’ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ᾽ πρὸς τὸ ἀριθμεῖν.᾽ Διογένης δ’ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους, καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε·
μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεὸν ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
Χρύσιππος δ’ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα, πυνθανομένου δέ τινος αὐτοῦ
ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε·
ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητα δ’ εὐπάτριδ’ οὐδὲ εἷς ὁρᾷ.

ταῦτ’ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς

ἀλλ’ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ·
φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω. β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. α. μή μοι φακούς, μὰ τὸν Δί᾽, οὐ γὰρ ἥδομαι. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.
ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ’ ἡμῖν γε ποίησον δοθῆναι ἄρτων,, μεθ’ ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν ἢ τὸν καλούμενον κόγχον.
γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλιστα
ἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία ἃ μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου τῶν σίλλων. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ β τῶν σίλλων λέγων οὕτως·
οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς.
διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν ὡς καὶ τῶν ἐξ Ἐρετρίας ʽὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι· φησὶν γάρ·
Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον
ʼ καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων ὁ Τίμων τὸν κόγχον.

πρὸς ταῦτα ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη·

ὦ ἄνδρες κύνες οἱ ---κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ἰοκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησὶν
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφὸν ὅταν φακῆν ἕψητε, μὴ ᾽ πιχεῖν μύρον.
καὶ ὁ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως·
ἼθακοςὈδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον, πάρεστι· θάρσει, θυμέ.
Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος· καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν· Ῥωμαϊκῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον, σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε
ʽτούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε ʼ κατὰ τὸν σὸν Τίμωνα εἶναὶ ʽ μοι καλὸς τε μέγας τε οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Ἑορτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως·
κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.
ἑξῆς ἁρπάσας τὸν λόγον ὁ Μάγνος
ὁ μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας,
παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ᾽ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους, τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον· καπνίζων εἶτ’ ἐὰν ὀπτωμένων ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῷ πραθήσεθ’ οὗτος κυρίῳ ἐπ’ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς
Πυθαγορικοὺς ἐκείνους ζηλοῖς περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε·
τῶν Πυθαγοριστῶν δ’ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.
κἀν τῷ κυρίως Κωρύκῳ δ’ ἐπιγραφομένῳ φησί
πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.
Ἄλεξις δ’ ἐν Ταραντίνοις·
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἓν ἔμψυχον, οἶνὸν τ’ οὐχὶ πίνουσιν μόνοι. β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, τῶν Πυθαγορείων εἷς. α. ἀποκτείνας γέ που· οὐκ ἔτι γάρ ἐστ’ ἔμψυχον.
προελθών τέ φησι·
πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφουσ’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε· ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. β. δεσμωτηρίου λέγεις δίαιταν πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που; α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους, ἆρ’ οἶσθ’ ὅτι Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι’ ἡμέρας δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;
καὶ ἐν Πυθαγοριζούσῃ·
ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος τοῖς Πυθαγορείοις. β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.
καὶ μετ’ ὀλίγα·
ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ᾽, ἀλουσίαν.

τούτων δ’ ὑμεῖς, ὦ φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη· οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει·
κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκεσ—κατέφαγε πάμπολλα καὶ παχύτατα,
ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι
τὰς προσφόρους ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν --- ἅπαντα ταῦτ’ ἐστὶν δραχμῆς.
Ἀριστοφῶν δ’ ἐν Πυθαγοριστῇ·
πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις.
οὐκ ἄκαιρον δ’ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων
ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

Ἀρχέστρατός τε ὁ Γελῷος ἐν τῇ Γαστρολογίᾳ ἣν μόνην ὑμεῖς ῥαψῳδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, δι’ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες, ἔτι τε τὴν Σφοδρίου τοῦ κυνικοῦ τέχνην ἐρωτικὴν καὶ τὰς Πρωταγορίδου ἀκροάσεις ἐρωτικὰς Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτικοὺς διαλόγους συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ , ὅπως ἐν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε
αὐτοὺς προσδεκτέον ὡραιζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπ’ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφ’ ἧς ἐπεγέγραπτο
ΠερσαῖονΖήνωνοςΚιτιᾶ,
πεπλανῆσθαι εἶπε τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν
ΠερσαῖονΖήνωνος οἰκετιᾶ.
ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπηντήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιοῦτον ἔχουσι τὸ ἐπίγραμμα, συμποτικῶν διαλόγων

Κτησίβιος δ’ ὁ Χαλκιδεὺς ὁ Μενεδήμου γνώριμος,
ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς βίοις, ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη
ἀσυμβόλως δειπνεῖν.
διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη· δειπνομανές, νεβροῦ ὄμματ’ ἔχων, κραδίην δ’ ἀκύλιστον. ἦν δ’ εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισιν, ἀλλ’ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ὁ Σικυώνιος ἐν ἐπιγράμμασιν
ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
Βάτων δ’ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί·
τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ.
ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.

Ἀρχέστρατος δέ, ὦ Κύνουλκε, ὃν ἀντὶ τοῦ Ὁμήρου προσκυνεῖς διὰ τὴν γαστέρα
ἧς οὐ λαμυρώτερον οὐδέν,
ὁ Τίμων σου—περὶ τοῦ κυνὸς τοῦ θαλαττίου ἱστορῶν γράφει καὶ ταῦτα
ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ’ ἀπόπληκτοι, ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ· ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας τὸν σοφὸν ἐγκρατέως μετ’ ἐκείνου πυθαγορίζειν.
ἦν δ’ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν, ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως ·
Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι
προσποιηθέντος· πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι
τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.
Σωσικράτης δ’ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων.

εἰ δ’ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τὰ τῶν δείπνων εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε
μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι.
ὅτι δ’ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν αἰτῆσαι ἢ ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων ʽ οὐδὲ γὰρ
χαριτογλωσσεῖν
ἡμᾶς θέμισ᾽, δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ, ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ
κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ’ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος·
βιβλίον ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ· ἔπειτ’ ἀναγνώσει πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ. Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν ἐπὶ τί μάλισθ’ ὥρμηκε. ηπ. τουτὶ λαμβάνω. λιν. δεῖξον τί ἐστι πρῶτον, ηπ. ὀψαρτυσία, ὥς φησι τοὐπίγραμμα. λιν. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ηπ. ὁ Σῖμος δ’ ἐστὶ τίς; λιν. μάλ’ εὐφυὴς ἄνθρωπος, ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ᾽ ὀψοποιῶν ὑποκριτής κάκιστός ἐστι τοῖς θεωμένοις.., λιν. βούλιμός ἐσθ’ ἅνθρωπος. ηπ. ὅτι βούλει λέγε· πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη·

εἶδες τὴν Θασίαν ἅλμην οἱ̓͂ ἄττα βαύζει,
ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα. οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη. ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ
μέλη πάραυλα κἀκρότητα κύμβαλα.
καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι·
αἰεὶ γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην καὶ νῦν πορίζεται γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
οὐκ ὀκνεῖ δ’ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ.
καὶ Θεόπομπος δ’ ἐν Ὀδυσσεῖ ἔφη·
Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον, τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.

γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη·
πόθεν δὲ καὶ ἡδυλογία τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;
πρὸς ὃν ὁ Κύνουλκος·
ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλογεῖν διὰ τούτων
ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις, μισάνθρωπον ἄνθος ἥβης· εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες, ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς ἡδυλογοῦσι μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκρούσαντες ἅπαντες γελῶσι.
τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ·
γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι.
πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ·
τίνα δ’ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημόνευσαν ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων. καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ·
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
ἐν δὲ Φαίδρῳ φησί·
σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι·
εἰ μὴ συνήθης, Φαίδιμ᾽, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἂν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναὶ ποτ’ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα κατ’ ἐνιαυτὸν ἕνα.., λίθον ἁμαξιαῖον, καὶ σφόδρ’ εὐτελὲς λέγω.
Τιμοκλῆς δ’ ἐν Δημοσατύροις φησίν
οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
καὶ Μένανδρος δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει·
καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
τάχ’ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ·
ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον, ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως·
ὁ Πυθόδηλος οὑτοσὶ ὁ Βαλλίων προσέρχετ’ ἐπικαλούμενος, μεθύουσά τ’ ἐξόπισθεν ἡ σοφωτάτη Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται,
Πολύευκτον δ’ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν
ὄρνις κεκλήσῃ (φησί). β. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν, ὥσπερ Πολύευκτος ὁ καλός; α. οὐ δῆτ᾽, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
Θεόπομπος δ’ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν, ἀφ’ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες,
ἐν ᾧ ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, ---εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι, τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο· ᾽ καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὁ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὁ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε. Καλλίστρατος δέ, φησίν, ὁ Καλλικράτους δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων ἦν ἐπιμελής περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα καὶ πεντηκοστῇ τῶν ἱστοριῶν γράφει οὕτως· ᾽ ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθ’ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ’ ἤδη βιῶναι