Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις·πρῶτον πάντων ἴφυα φῦναι, εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί, οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ, καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ διὰ τοῦ ἀσφάραγον ὀνομάζει. καὶ Θεόπομποςκἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.Ἀμειψίας·οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός, ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς·κἀξορμενίζει κοὐκ ἔτι σχολάζεται βλάστη.παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγονἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.Ἀριστοφῶνκάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.
κοχλίας. Φιλύλλιος· οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.καὶ πάλινμαινίδες ---, σκόμβροι, κοχλίαι, κορακῖνοι.Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ·ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ, οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας. ᾽Ἀχαιός ·ἦ τοσούσδ’ Αἴτνη τρέφει κοχλίας κεράστας;προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησὶνοἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντωνοἱ κοχλίαι,φησί,φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους, διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος ·τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι, κόγχων δὲ τὸν σέσιλον. β. ἄπαγ’ ἐς τὸν φθόρον.ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν β’ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.
βολβοί. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγωνθερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα. ἃ δ’ εἲς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος ἁλίπαστα τρία.Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι·πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια, τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ---Ξέναρχος ἐν Βουκολίωνι·φθίνει δόμος ἀσυντάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν δυνατὸς ἐστ’ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης πίμπλησι λοπάδος στερροσώματον κύτος. ᾽Ἀρχέστρατος ·βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳβολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.Δίφιλος·οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ’ ἀφροδισίων.ἡ δὲ παροιμία φησὶνοὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ’ οὓς οἱ πυρροί, οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδή, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας τάων φυομένων ἠράσσατο πότνια γαστήρ,
ὅτι Νίκανδροςπεριγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων, ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.Μεγαρῆας βολβοὺςἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζ’ Φυτικῶνἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ.τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας. ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος, ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια, ὡς καὶ Φαινίας φησί,τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί·τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον. αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽ στιν πονηρὸς καὶ πικρός.Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβοὺς φησι·
κίχλαι. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης·
ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο.Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος ·
τὰς τ᾽ ἐλαιοφιλοφάγους κιχήλας.μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις. τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ, ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἱ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας. ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν.
συκαλίδες. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ·
ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος·
ἀγλαὰς συκαλλίδας.καὶ πάλιν
ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ, διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.
σπίνοι. Εὔβουλος· Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
κόψιχοι. Νικόστρατος ἢ Φιλέταιρος·
τί οὖν ἀγοράσω; φράζε γάρ. β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα, ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους, ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά· χάριεν γάρ.Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει·
μέλι, πέρδικες, φάτται, νῆτται, χῆνες, ψᾶρες, κίττα, κολοιός, κόψιχος, ὄρτυξ, ὄρνις θήλεια.πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον. ὅτι τὸ στρουθάριον παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ·
περδίκια λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς, στρουθάριὰ θ’ οἷον ἐντραγεῖν, ἀκανθίδας, καὶ βιττάκους, σπινίδια, κερχνῇδας τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.
ἐγκέφαλοι χοίρειοι. τούτων ἡμᾶς ἐσθίειν οὐκ
εἴων οἱ φιλόσοφοι, φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνονταςἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τεοὐ
τοκήωνμόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων, οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ᾽ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον·
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί·
δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως τείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον φιλήμασὶν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν᾽· αἰσχρὰ μὴ λέγω.ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν
οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,καὶ Ἀριστοφάνης·
ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ’ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ’ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ’ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν
εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.
ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης·
ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ, στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.πάλιν
νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου ζητεῖν.Εὔβουλος·
κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν. ᾽Ὠφελίων·
Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον Πλάτωνος ἐμβρόντητον.Νίκανδρος Θηριακοῖς·
ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης, πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων κάρδαμον.Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ·
τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει·
ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.τοῦτο δ’ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ι λῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.
ἔλαιον. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις·
οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἐστιν μετρητής.Καρικοῦ δὲ ᾽ Ὠφελίων·
ἐλαίῳ Καρικῷ ἀλείφεται.Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι·
φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους,
ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ· ὃς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου, ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν, φάσκων αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων, τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις·
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ..
γάρος. Κρατῖνος· ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου,Φερεκράτης·
ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.Σοφοκλῆς Τριπτολέμῳ·
τοῦ ταριχηροῦ γάρου.Πλάτων
ἐν σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.ὅτι δ’ ἀρσενικὸν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών
καὶ τὸν ἰχθύων γάρον.
ὄξος. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησὶν
ὄξει διέμενος Σφηττίῳ.Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν
ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου ·
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.καὶ Δίφιλος·
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, ὄξους δὲ κοτύλην β. πάξ. α. τί πάξ; β. ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.Φιλωνίδης·
τὰ καταχύσματα αὐτοῖσιν ὄξος οὐκ ἔχει.ὁ δὲ Ταραντῖνος ʽ Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί·
τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ’ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις
κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἔμ’ αὐτίτου σπάσαι ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν
ἐγὼ δ’ ὀξύμελι πίνω.οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ· καὶ βορᾶς ἀρτύματα.καὶ παρ’ Αἰσχύλῳ ·
διαβρέχεις τἀρτύματα.καὶ Θεόπομπος δέ φησι·
πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ·
ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.Κρατῖνος·
γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς.Εὔπολις·
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης·
ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. ὅτι οἴδασιν οἱ παλαιοὶ τὸ Αἰθιοπικὸν καλούμενονκύμινον. ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης ·
ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.Ἴων
αὐτὰρ ὃ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος·
ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας. τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς.
ὅτι τοὺς πέπονας Κρατῖνος μὲν σικύους σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσιν·
ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα φίλον; β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.Πλάτων Λαίῳ·
οὐχ ὁρᾷς ὅτι ὁ μὲν Λέαγρος, Γλαύκωνας ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;Ἀναξίλας·
τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.Θεόπομπος·
μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε.Φαινίας·
βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν, κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων, καὶ μετ’ ὀλίγα·
ὁ πέπων δ’ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς, ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν
ὁ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς ---κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.
θρίδακος ἀπολελεμμένας τὸν καυλόν,θριδακινίδας δ’ εἴρηκε Στράττις·
πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων, χοροὺς ἑλίσσουσαι παρ’ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων.Θεόφραστος δέ φησι·
τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ’ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν β’ Γλωσσῶν βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησὶν
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην,καὶ Καλλίμαχος δέ φησιν ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί·
μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις· ὥστ’ ἐστὶ νεκύων βρῶμα,Κρατῖνος δέ φησι Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν
καλαῖς θριδακίναιςαὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.