Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Φίλιππος δ’ ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ’ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς Ἑλλάδος Βίου· ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει.

ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα. οἰκειώσασθαι δὲ θέλων καὶ τὸ Θετταλῶν
ἔθνος ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισαία Φίλιννα, ἐξ ἧς Ἀρριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι. ἐπὶ πάσαις δ’ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος· νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.᾽ καὶ ὁ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχεν κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ’ εἰς Ἰλλυριούς, καὶ ἡ Κλεοπάτρα δ’ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.
φιλογύνης δ’ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως·
εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς· ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.