Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὁ δὲ ʽ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας ἦν γὰρ φιλογύνης ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατὰ διάφορα γιγνόμενος χωρία· ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυγύναιος δ’ ἐγένετο καὶ Αἰγεύς· πρώτην μὲν γὰρ ἔγημε τὴν Ὅπλητος θυγατέρα, μεθ’ ἣν τῶν Χαλκώδοντος μίαν. παραδοὺς δ’ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων, ἔπειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ’ ἣν Μήδειαν. Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην

ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ’ ἐξ ἁρπαγῆς, ἄλλας δ’ ἐκ νομίμων γάμων ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δ’ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι’ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ. μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.