Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, ι Ἀρχύτας, Ἀκέστιος, Ἀκεσίας, Διοκλῆς, Φιλιστίων. τοσούτους γὰρ οἶδα γράψοντας Ὀψαρτυτικά. καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ

τρεῖς· οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. γίνεσθαι δ᾽· αὐτόν φησιν ὁ Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. μνημονεύει δ’ αὐτοῦ Ἄλεξις ἐν Παννυχίδι ἢ Ἐρίθοις· μάγειρος δ’ ἐστὶν ὁ προσδιαλεγόμενος
ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. β. κάνδαυλον; οὐκ ἐδήδοκα κάνδαυλον οὐδ’ ἀκήκο’ οὐδεπώποτε. α. θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δ’ ἐγὼ ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους αὐτῷ γε χαίρων, χόρια μὲν ποιήσομεν β. ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπ᾽ εἰς ---α. εἶτ’ ἀντακαῖον ἰχθύων τάριχος ἢ κρεῶν, βατανίων εὐθέως --- δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον, πῦον, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν, βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ
γλυκὺν τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται. β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου, τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ βατάνια. πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.
μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως·
τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠόθριον ἐν στενῷ. τί γὰρ τούτων διάπτωμ’ ἐγένετ’ ἢ ἁμάρτημα τί;
καὶ Νικόστρατος ἐν Μαγείρῳ·
ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον.
καὶ Μένανδρος Τροφωνίῳ·
Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. καὶ Λακεδαιμόνιοι δὲ μετ’ αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους, καθάπερ Κρῆτες μετὰ λύρας.

Ἡρακλείδης δ’ ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τοῖς ἐπιγραφομένοις Παρασκευαστικοῖς εἰπὼν ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα

οὗτος δ’ ὑπερβάλλει τῇ τρυφῇ καὶ
ῥᾳθυμίᾳ, διατρίβει τε γὰρ αἰεὶ ἐν τοῖς βασιλείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲ ἓν πρᾶγμα αὐτὸς οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς ἐπειδὰν αἴσθηται εἰσκαλεῖ καὶ αὐτὸς δικάζει, καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνῄσκουσιν ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. τὰ δ’ ἀναλώματα λέγεται τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαβυλώνια.

παρὰ δὲ Τυρρηνοῖς ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίμαιος ἐν τῇ αʹ ὅτι αἱ θεράπαιναι γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται. Θεόπομπος δὲ ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Ἱστοριῶν καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δὲ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετ’ ἀνδρῶν, ἐνίοτε δὲ καὶ πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἶναι αὐταῖς φαίνεσθαι γυμναῖς, δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρ’ οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς

ὄψεις πάνυ καλάς. τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία, οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δ’ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ’ οὐδὲ πάσχοντας φαίνεσθαι, ἐπιχώριον γὰρ καὶ τοῦτο παρ’ αὐτοῖς ἐστι. καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα. ἐπειδὰν δὲ συνουσιάζωσι καθ’ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως· πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρ’ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας· ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοὶ ἐκείνοις. ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι εἰσιν ἐκ ῥάβδων, ἐπιβέβληται δ’ ἄνωθεν ἱμάτια, καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις. καὶ γὰρ γίνονται παρ’ αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα, πάντες δὲ οἱ πρὸς ἑσπέραν
οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρ’ ἡμῖν οἱ κουρεῖς. παρ’ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας. χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν Ἑλλήνων τῶν τὴν Ἰταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσσαπίων. ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυρρηνοί, ὡς Ἄλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσιν καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν.

διαβόητοι δ’ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ’ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων. περὶ δὲ Συβαριτῶν τί δεῖ καὶ λέγειν; παρ’ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους, πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ’ οὐδ’ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι.

ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων
αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.
ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ’ αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἐν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν.

ἔθος δὲ παρ’ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρ’ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκωπαίους, ὥς φησιν ὁ Τίμαιος,

τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους·
παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία;
παιδίοις γὰρ ἔχαιρεν ὁ Μασσανάσσης καὶ εἶχεν παρ’ αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως, καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν μεθ’ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. τὰ δὲ αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως·
καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν ἄνθρωπον ἔστ’ ἄνθρωπον, ἂν ἔχῃ βίον, ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν.
καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. ἀλλ’ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.

ἐφόρουν δ’ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα ἀφ’ ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ, ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ’ ἕωθεν τοὺς Ἴωνας ὅτι τρυφῇ προσεῖχον. οἱ δ’ ἱππεῖς τῶν Συβαριτῶν ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν ἄντρα τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. οἱ δ’ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι’ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν,

προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν ἐν οἷς στεφανοῦσθαι καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα - διασκευάσαντας. παρὰ Συβαρίταις δ’ εὑρέθησαν καὶ πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο. πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια, καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις.

δοκεῖ δὲ μέγα τῆς εὐδαιμονίας αἴτιον· εἶναι ὅτι ἐκ τῆς χώρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων, ὅ τε τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι πρὸς ὑγίειαν διαφέρειν τοὺς πότους· ὅθεν καὶ ῥηθῆναι ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς

χρησομένους, ὧν ἦν εἷς Ἄμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι. καὶ ἡ Πυθία ἔφη·
εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ ἐν θαλίῃσιν ἔσῃ, τιμῶν γένος αἰὲν ἐόντων. εὖτ’ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετ’ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς. εἶτα μετ’ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν τῆς ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.

εἰς τηλικοῦτον δ’ ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. τοῦτ’ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ

διὰ τῆς Πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ ῝ Ὥρων γράφων οὕτως·
Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν. ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν ὁ Νάρις. οὗτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτεὺς ἐγένετο. Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ’ αὐτούς, καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες. καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων. οἱ δὲ Καρδιηνοὶ πάντες τοὺς ἵππους ἐδίδαξαν ἐν τοῖς συμποσίοις ὀρχεῖσθαι ὑπὸ τῶν αὐλῶν, καὶ ἐπὶ τῶν ὀπισθίων ποδῶν ἱστάμενοι τοῖς προσθίοις ὥσπερ χειρονομέοντες ὠρχοῦντο ἐξεπιστάμενοι τὰ αὐλήματα. ταῦτ’ οὖν ἐπιστάμενος ὁ Νάρις ἐκτήσατο ἐκ τῆς Καρδίης
αὐλητρίδα , καὶ ἀφικομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς· μεθ’ ὧν δὴ καὶ στρατεύεται ἐπὶ τὴν Καρδίην. καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο. καὶ ἐπεὶ ἤκουσαν οἱ ἵπποι τοῦ αὐλοῦ, ἔστησαν ἐπὶ τῶν ὀπισθίων ποδῶν καὶ πρὸς ὀρχησμὸν ἐτράποντο· τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.
Συβαριτῶν δέ τις εἰς Κρότωνά ποτε διαπλεῦσαι βουληθεὶς ἐκ τῆς Συβάρεως ἰδιόστολον ἐναυλώσατο πλοῖον, ἐφ’ ᾧ οὔτε ῥαντισθήσεται οὔτ’ ἐμβήσεται ἕτερος καὶ ἐφ’ ᾧ τὸν ἵππον ἀναλήψεται. τοῦ δ’ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν. ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ, ὁ δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.

Φύλαρχος δ’ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ’ ἀνθινὰ φορεῖν μηδ’ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας

παρυφάς ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ’ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος.
Συβαρῖται,
φησίν,
ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις. εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ᾽ἴδιον εὕροι βρῶμα καὶ περιττόν, ἐξουσίαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ ἀλλ’ αὐτῷ τῷ εὑρόντι, τὸν χρόνον τοῦτον ὅπως ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. ὡσαύτως δὲ μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς τὴν πορφύραν τὴν θαλαττίαν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν.

πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν τὸ τελευταῖον παρὰ Κροτωνιατῶν πρεσβευτῶν ἡκόντων ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. αὕτη δ’ αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου. ἔδοξαν γοῦν μετ’ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί· τὴν γὰρ Ἥραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολὴν ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς, καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.
ʽ Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν
Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντες ---καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. διόπερ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες. καθ’ ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.

καὶ Κροτωνιᾶται δ᾽, ὥς φησι Τίμαιος, μετὰ τὸ
ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφὴν ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ, ὑποδεδεμένον λευκὰς κρηπῖδας. οἱ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρὸν ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, Ὀροίτου τὸν Πολυκράτη ἀποκτείναντος. θεραπεύσας δ’ ὁ Δημοκήδης Ἄτοσσαν τὴν Δαρείου μὲν γυναῖκα, Κύρου δὲ θυγατέρα, τὸν μαστὸν ἀλγήσασαν, ᾔτησε ταύτην δωρεὰν καταπεμφθῆναι εἰς τὴν Ἑλλάδα ὡς ἐπανελευσόμενος· καὶ τυχὼν ἧκεν εἰς Κρότωνα, βουλομένου τε αὐτόθι καταμένειν, ἐπιλαβομένου τινὸς τῶν Περσῶν καὶ λέγοντος ὅτι βασιλέως εἴη δοῦλος, ἐκεῖνον μὲν ἀφείλαντο οἱ Κροτωνιᾶται, ἐκδύσαντες δὲ τὴν στολὴν τοῦ Πέρσου ἐνέδυσαν τὸν ὑπηρέτην τοῦ πρυτανεύοντος, ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως· οὐ τρυφῆς χάριν οὐδὲ ὕβρεως, ἀλλ’ ἐπηρείας τῆς εἰς τοὺς Πέρσας τοῦτο πράττοντες. ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες
ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. οἱ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.

Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. ἐφόρουν δέ, φησίν, καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. ὕστερον δ’ ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν Κάρβιναν, ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες εἰς τὰ τῶν Καρβινατῶν ἱερὰ καὶ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαντας ἐκεραύνωσεν πάντας. καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας. πρὸ τῶν θυρῶν ἐφ’ αἷς καθ’ ὃν ἀπώλοντο χρόνον οὔτ’ οἰκτίζονται τοὺς
ἀποιχομένους οὔτε τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.

Ἰαπύγων τε αὖ τὸ γένος ἐκ Κρήτης ὄντων κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, οἱ μετὰ τούτους λήθην λαβόντες τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοῦτο· τρυφῆς, εἶθ’ ὕστερον ὕβρεως ἦλθον ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περιθετά λαβόντες στολὰς μὲν ἀνθινὰς φορῆσαι, τὸ δὲ ἐργάσασθαι καὶ πονεῖν αἴσχιον νομίσαι. καὶ τοὺς μὲν πολλοὺς αὐτῶν καλλίονας τὰς οἰκίας ποιῆσαι τῶν ἱερῶν, τοὺς δ’ ἡγεμόνας τῶν Ἰαπύγων ἐφυβρίζοντας τὸ θεῖον πορθεῖν ἐκ τῶν ἱερῶν τὰ τῶν θεῶν ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην διέδοσαν τὴν φήμην. ἐμφανῆ γὰρ ἦν μέχρι πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν καὶ πάντες οἱ ἀπ’ ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ πένθιμον στολὴν ἀμπεχόμενοι ζῶσιν, πάντων τῶν πρὶν ὑπαρξάντων ἀγαθῶν σπανίζοντες.

Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. Μασσαλιῶται δ’ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε
πλεύσειας εἰς Μασσαλίαν.
καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δὲ Κολοφώνιοι, ὥς φησι Τίμαιος καὶ Ἀριστοτέλης, εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ’ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δ’ ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν
οὐ γάρ τι καλὸς χῶρος οὐδ’ ἐφίμερος οὐδ’ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
ὠνομάσθη δ’ ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δεσμώτιδι Μελανίππῃ, ἀπὸ γυναικὸς
τινος Σίριδος· ὡς δ’ Ἀρχίλοχος, ἀπὸ ποταμοῦ, οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων, διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.

Μιλήσιοι δ’ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφ’ Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δὲ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ Ἀριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπ’ αὐτῶν
πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν
ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας· οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς. στασιαζόντων γὰρ τῶν τὰς οὐσίας ἐχόντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας συναγαγὼν, βουσὶ συνηλοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν
τέκνων κατεπίττωσαν. ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην ἀναφθῆναι. διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν
καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.
Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ’ ὀνειδιζομένους λέγειν ἑαυτοῖς·
οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.