Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

᾽ ᾽περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ λελεγμένων τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ’ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς ἡ τοῦ Πατρόκλου ψυχὴ

ἄιδόσδε κατῆλθεν ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.
εἰ δ’ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν’ ἐσχήκαμεν ἀπ’ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτ’ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτ’ αἴσθησις εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης
τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπ’ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. ᾽ νόμος γάρ ἐστιν,᾽ ὥς φησιν Ἀριστοτέλης, ᾽ λόγος ὡρισμένος καθ’ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος, τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν; ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας· εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δ’ ἡμᾶς, τί πλέον; ἔοικεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ’ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν ἃ πείσει· λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.

χωρὶς τοίνυν τούτων εἴ τις διεξίοι τοὺς Τιμαίους αὐτοῦ καὶ τοὺς Γοργίας καὶ τοὺς ἄλλους δὲ τοὺς

τοιούτους διαλόγους, ἐν οἷς καὶ περὶ τῶν ἐν τοῖς μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ περὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν. ἔχει γάρ τις καὶ παρ’ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. καὶ γὰρ Θεόπομπος ὁ Χῖος ἐν τῷ κατὰ τῆς Πλάτωνος διατριβῆς ᾽ τοὺς πολλούς,᾽ φησί, ᾽ τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι· ἀλλοτρίους δὲ τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου ἀλλὰ τὰ κατὰ τὸν ἄνθρωπον ἅπερ ἐπαγγέλλεται καὶ ἡμεῖς ζητοῦμεν ἐκ τῶν ἐκείνου λόγων, οὐχ εὑρίσκομεν, ἀλλὰ συμπόσια μὲν καὶ λόγους ὑπὲρ ἔρωτος εἰρημένους καὶ μάλα ἀπρεπεῖς, οὓς καταφρονῶν τῶν ἀναγνωσομένων συνέθηκεν, ὥσπερ καὶ οἱ πολλοὶ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν.

Εὐφραῖος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος· ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν ἢ φιλοσοφεῖν, ὅθεν, Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν ᾽ Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι. καὶ Κάλλιππος δ’ ὁ

Ἀθηναῖος, μαθητὴς καὶ αὐτὸς Πλάτωνος, ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ εἰς Συρακούσας, ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀποκτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη, Εὐαίων δ’ ὁ Λαμψακηνός, ὥς φησιν Εὐρύπυλος καὶ Δικαιοκλῆς ὁ Κνίδιος ἐνενηκοστῷ καὶ πρώτῳ Διατριβῶν, ἔτι δὲ Δημοχάρης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Σοφοκλέους πρὸς Φίλωνα, δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει ἀφυστερήσας τυραννεῖν ἐβουλεύετο, ἕως συνδραμόντες ἐπ’ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δ’ ὁ Κυζικηνός, ὡς ὁ αὐτὸς Δημοχάρης φησίν, χρήματα καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ διὰ ταῦτα πιστευθεὶς εἶναι χρηστὸς παρὰ τοῖς Κυζικηνοῖς, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πολιτείᾳ δι’ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καὶ γεγηρακώς, ἀτίμως δὲ διαζῶν. τοιοῦτοι δ’ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαικῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν
νῦν εἰσιν περίβλεπτοι· ὥσπερ καὶ Χαίρων ὁ Πελληνεύς, ὃς οὐ μόνῳ Πλάτωνι ἐσχόλακεν, ἀλλὰ καὶ Ξενοκράτει. καὶ οὗτος οὖν τῆς πατρίδος, πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ χρήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴκισεν πρὸς γάμου κοινωνίαν, ταῦτ’ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ τῶν παρανόμων Νόμων.

διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ’ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ’ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο· λέγει δ’ οὕτως·

ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημίας τις ὑποπλατωνικὸς Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψιλογομίσθῳ τέχνῃ συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ἐπισφύρων κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός.᾽

μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.

Ἀνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες·

κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν, ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
κἀμοὶ δ’ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· ἀλλ’ ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας.,,

ἡ γὰρ ἀπόλαυσις δήπου μετ᾽ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθ’ ἡδονῆς. καίτοι Σοφοκλῆς γ’ ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων

ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς ἀγρίου δεσπότου. ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ’ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. κατὰ γὰρ τὸν Ἐμπεδοκλέα·
οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.
καὶ Μένανδρος δ’ ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί
φιλόμουσον εἶν’ αὐτὸν πάνυ ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί.

καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. διόπερ Ὅμηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπ’ αὐτῆς. ὅσα μὲν γὰρ ἀγρυπνῶν ὁ Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτ’ ἀπώλεσεν μεθ’ ἡμέραν ὑφ’ ἡδονῆς κρατηθείς. καὶ ὁ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζηαίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτ’ ἦλθον αὐτὸν θεασόμενοι δεδεμένον·

οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι, χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ ζωάγρι’ ὀφέλλει.
οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σαινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν
Σαρδαναπάλλου. καίτοι κατά γε τὴν δόξαν,
φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θεόφραστος,
οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλ’ οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχεν, τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν νῦν καὶ τοῦτ’ εἰκότως, ὁ μὲν γὰρ ἀκατάσκευος καὶ καθάπερ ἀνεύρετος ἦν, οὔτ’ ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων, ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς.

Πλάτων δ’ ἐν τῷ Φιλήβῳ φησίν·

ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.
ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν Ἐπικουρείων
θρυλούμενον, ὅτι
τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι,
γράφων οὕτως·
ἆρ’ οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; ἡ μὲν γέ που τοῦ σίτου κατ’ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε παῦσαι ζῶντας δυνατή; — ναί. — ἡ δὲ ὄψου, εἲ πῄ τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται; — πάνυ μὲν οὖν. — τί δαί; ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, συνατὴ σὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ· ἀναγκαία ἂν καλοῖτο; — ὀρθότατα μὲν οὖν.

Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς τάδε λέγει·

οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις, ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὴν τρυφὴν
τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις, καὶ ἡ Ἀθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχότατοι ἔτρεφεν ἄνδρας, ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ’ ὑπέδυνον χιτῶνας, κορύμβους δ’ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἶναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων
τίς γὰρ ἁδονᾶς ἄτερ θνατῶν βίος ποθεινὸς ἢ ποία τυραννίς; τᾶσδ’ ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών.
Πίνδαρος δὲ παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι·
μηδ’ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών.
καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως, ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.

διόπερ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ’ Ὅμηρον καὶ Ἡσίοδον ποιηταῖς ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει·

ὃς μεθ’ ἡδονῆς πλείστης τὸν μετ’ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος.
εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους·
πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες ʽ Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς ʽ Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων;
τοῦτον οὖν, φησίν, οἱ νεώτεροι ποιηταὶ κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ ταῦτα πλάσαι
πρῶτον Στησίχορον τὸν Ἱμεραῖον. καὶ Ξάνθος δ’ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν Ὁμηρικήν. πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν Ὀρέστειαν καλουμένην. Ἀντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.

ὁ δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν·

οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
ὁ δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοὺς καιροὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου·
αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ διαμαρτεῖν.
τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί·
ὦ τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει· τῷ παρεόντι δ’ ἐπαινήσαις ἑκὼν ἄλλοτ’ ἀλλοῖα φρόνει.
ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ·
νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος,
καὶ ὁ Θέογνις·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.
εἰσὶ δ’ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ’ ἡδονήν, λέγοντα·
οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ’ ἀλλήλους.
καὶ ὁ Μενέλαος δὲ παρ’ αὐτῷ φησιν
οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
καί·
ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.
διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται,

διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων ἀνθρώπων Πέρσαι , ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. κληθῆναι δὲ τὰ Σοῦσά φησιν Ἀριστόβουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ εἶναι τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον ἐν Περσεπόλει δὲ διατρίβουσι φθινόπωρον καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δὲ ἐν Βαβυλῶνι, ---τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ’ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν.

κατεσκευάζετο γάρ,
ὥς φησι Δίνων,
ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. εὐώδης δ’ ἐστὶν ἡ λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι,
φησί,
βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ’ αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ τούτῳ ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο.
φυλάσσουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ
Κυμαῖος Ἡρακλείδης ἐν αʹ Περσικῶν. αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων χρῆται δὲ αὐταῖς καὶ παλλακίσιν ὁ βασιλεύς ---διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. ἦσαν δὲ οὗτοι τῶν δορυφόρων, καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων, καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ’ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς, ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ’ ἵππον· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. ὁ δὲ θρόνος ἐφ’ ᾧ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ’ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.

Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν

δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. καὶ προελθὼν δὲ γράφει·
τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων· τοῦτο μὲν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος,
Χάρης δ’ ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν
εἰς τοῦτο,
φησίν,
ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. ἦν δ’ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης.
τὴν δ’ ἄμπελον ταύτην Ἀμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους. οὐ
μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου τοῦ Σαμίου ποίημα. Ἀγαθοκλῆς δ’ ἐν τρίτῳ περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἶναι καὶ χρυσοῦν καλούμενον ὕδωρ. εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ’ αὐτοῦ ἢ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων τῶν δ’ ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία.

Ξενοφῶν δὲ ἐν ὀγδόῳ Παιδείας

ἐχρῶντο,
φησίν,
ἔτι τότε τῇ ἐκ Περσῶν παιδείᾳ καὶ τῇ Μήδων στολῇ καὶ ἁβρότητι. νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται, σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ’ ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ’ ὑπείκωσιν αἱ τάπιδες. καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρότερον εὕρητο οὐδὲν αὐτῶν ἀφῄρηται ἄλλα τε καινὰ αἰεὶ ἐπιμηχανῶνται, καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ’ αἱ τῶν δένδρων οὔθ’ αἱ τῶν πετρῶν
σκιαί, ἀλλ’ ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι.
κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί·
νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι ἐπιμέλονται. καὶ τοὺς θυρωροὺς δὲ καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας καὶ τοὺς κοσμητὰς οἳ ὑποχρίουσί τε καὶ ἐντρίβουσιν αὐτοὺς καὶ τἄλλα ῥυθμίζουσιν ---

Λυδοί δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς ὡς καὶ πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας συγγεγραφὼς Διονύσιος δ’ ὁ Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ περὶ Συναγωγῆς Βιβλίων, ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ ὡς παλαιοτέρου ὄντος καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος ὁ δ’ οὖν Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν Ἀδραμύτην φησὶ τὸν· Λυδῶν βασιλέα πρῶτον γυναῖκας εὐνουχίσαντα χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Κλέαρχος δ’ ἐν τῇ τετάρτῃ περὶ Βίων

Λυδοί,
φησί,
διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον. ἡγησάμενοι τὸ μηδ’ ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς
τοῦ ἡλίου αὐγάς. καὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν Ὀμφάλην, ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας, τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖὸν ἐστι βίας· οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν. τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· εἰς τοῦτον οὖν συναθροίσασα μετ’ ἀνάγκης συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας, ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν Γλυκὺν Ἀγκῶνα, οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἐοίκασιν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ
ὁρμήσας καὶ τῇ παρ’ αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπ’ ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου καὶ ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε· τὴν δὲ ---