Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ
  2. χευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται (Od. 4.213)
ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘παρὰ τίνι κεῖται τὸ τακερόν;’ ὁ Οὐλπιανὸς ἔφη. ‘καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν (p. 246 L)· ‘ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.’ καὶ ἐν Κύκλωπι (p. 243 L)·
  1. χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
μάθετε δὲ καὶ τοῦτο παρ’ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ’ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ’ ἐν Κωρύκῳ τις ἄλλος κύων (II 66 K)·
  1. τῶν θαλαττίων δ’ ἀεὶ
  2. ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.
  3. ...... ἐπὶ δὲ τούτοις πίνομεν
  4. οἰνάριον, ἧδος νὴ Δί’ οἰκίας τρόπον.
  5. Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει
    v.2.p.301
  6. ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ’ αὑτὸ κατασκευάζονται ὀξύγαρον.’

πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη· ‘Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως (I 486 K)·

  1. Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
καὶ Φερεκράτης Κραπατάλλοις (I 169 K)·
  1. τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
σίνηπυ δ’ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως (v. 921 cf. p. 159 Schn)·
  1. ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
ἐν δὲ τοῖς Γεωργικοῖς (fr. 70, 16 Schn)·
  1. σπέρματά τ’ ἐνδάκνοντα σινήπυος.
καὶ πάλιν (fr. 84 Schn)·
  1. κάρδαμ’ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.
Κράτης δ’ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα·
  1. κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε,
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ’ ὁ στίχος ἐξ Ἱππέων (631) καὶ ἔχει οὕτως· ‘κἄβλεψε νᾶπυ.’ οὐδεὶς δ’ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη (II 472 K)·
v.2.p.302
  1. τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι
  2. κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν
  3. διὰ τῆς ξένης.
ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων (I 429 K)·
  1. καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα;
  2. εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν· σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως (I 609 K)·

  1. ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε (I 611 K)·
  1. Α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. Β. μανθάνω.
  2. Α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες
  3. αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν
  4. ἢ τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες
  5. εἰσ᾽, ἀντιβολῶ σ᾽;
κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι (I 649 K)·
  1. τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι·
  2. βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.
Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)·
v.2.p.303
  1. πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
  2. ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.’

σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ’ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας·

  1. πολλοῖς δ’ ἀντιλέγειν
κατὰ τὸν Πάριον Εὔηνον (II 269 B)
  1. ἔθος περὶ παντὸς ὁμοίως,
  2. ὀρθῶς δ’ ἀντιλέγειν οὐκ ἔτι τοῦτ’ ἐν ἔθει·
  3. καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός·
  4. ‘σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.’
  5. τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
  6. οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε, (προήρπασα γάρ σου τὸν λόγον) Ἀντιφάνης Βοιωτίῳ (II 36 K)·

  1. καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ Ἄλεξις ἐν Ἡσιόνῃ (II 324 K)·
  1. ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
  2. φέροντας εἴσω ποικίλων παροψίδων
  3. κόσμου βρύουσαν, οὐκ ἔτ’ εἰς ἔμ’ ἔβλεπεν.
καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ (I 7 K)·
  1. καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ (fr. 7 N)·
  1. κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων
  2. κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
    v.2.p.304
Σωτάδης δ’ ὁ κωμικὸς Παραλυτρουμένῳ (II 449 K)·
  1. παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·
  2. τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.
ἀμφιβόλως δ’ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας (c. 3, 4). φησὶ γὰρ ὁ φιλόσοφος· ‘προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα.’ καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον (I 191 K) ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως (p. 19 Sch), ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ·
  1. νὴ τὸν Δί’ ... ὥσπερ αἱ παροψίδες
  2. τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων,
  3. οὓς ὁ καλετας ἀξιοῖ τοῦ μηθενός.
Νικοφῶν Σειρῆσιν (I 777 K)·
  1. ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)·
  1. πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
  2. ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Ἑορταῖς (I 609 K)·
  1. ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
περὶ βολβῶν δ’ ἀρτύσεως καὶ σκευασίας τὸν λόγον ποιεῖται. οἱ δ’ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ (I 735 K)·
  1. ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
  2. ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.

καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ (I 269 K)·

v.2.p.305
  1. σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
Εὐριπίδης Σκίρωνι (fr. 678 N)·
  1. οὐδὲ κωλῆνες νεβρῶν.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ (1128)·
  1. οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ ἐν Δαιταλεῦσι (I 450 K)·
  1. καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
ἐν δὲ Πελαργοῖς (I 504 K)·
  1. κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων.
Πλάτων Γρυψίν (I 604 K)· ‘ἰχθῦς, κωλᾶς, φύσκας’. Ἀμειψίας Κόννῳ (I 672 K)·
  1. δίδοται μάλισθ’ ἱερώσυνα,
  2. κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ’ ἀριστερά.
Ξενοφῶν Κυνηγετικῷ (c. 5, 30)· ‘κωλῆν σαρκώδη, λαγόνας ὑγράς.’ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί (II 114 B4)·
  1. πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
  2. ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
  3. τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει,
  4. ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.’

ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν αἰεὶ καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων, οὓς ἵππους τινὲς καλοῦσι, καὶ

v.2.p.306
χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων. περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

ΓΟΓΓΥΛΙΔΕΣ. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων (FHG IV 307) ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 132 Schn) παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας· Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ‘ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.’ τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ’ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δὲ (h. pl. 7, 4, 3) βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δὲ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ᾽ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει (fr. 70 Schn)·

  1. γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος,
  2. ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι.
  3. βουνιὰς ἀλλ’ εἴσω ῥαφάνοις, εἴσω λαθαρωκοι.
  4. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
  5. μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν (I 138 K) οὕτως·
  1. κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
    v.2.p.307
Θεόφραστος δὲ (h. pl. 7, 4, 3) γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ· γίνεσθαι δ’ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG III 262) περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ γογγυλίς, φησί, λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ, φησίν, ἡ βουνιὰς καθέστηκεν· γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ εὐστόμαχος εἶναι καὶ τρόφιμος. ἡ δὲ ὀπτωμένη, φησί, γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.’ ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως (II 165 K)·
  1. ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
καὶ Ἄλεξις ἐν Θεοφορήτῳ (II 325 K)·
  1. λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους.
ἡ δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

ΚΡΑΜΒΗ. Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης· τῇ δ’ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. ‘φύεται δ’ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ· ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν, φησί, χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.’ Θεόφραστος δὲ οὕτως γράφει

v.2.p.308
(h. pl. 7, 4, 4)· ‘τῆς δὲ ῥαφάνου (λέγω δὲ τὴν κράμβην) ἣ μέν ἐστιν οὐλόφυλλος, ἣ δὲ ἀγρία.’ Δίφιλος δ’ ὁ Σίφνιός φησι· ‘κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δ’ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ᾽ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δ’ ἐν Γεωργικοῖς (fr. 85 Schn.)·
  1. λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα
  2. σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
  3. ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
  4. ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
  5. βατραχέη κύμη τε κακόχροος, ἣ μὲν ἔοικε
  6. πέλμασιν, οἷσι πέδιλα παλίμβολα κασσύουσιν·
  7. ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ’ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον (II 475 B)·
  1. ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
  2. τὴν ἑπτάφυλλον, ᾗ θύεσκε Πανδώρη
  3. Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Ἀνάνιος δέ φησι (II 502 B)·
  1. καὶ σὲ πολλὸν ἀνθρώπων
  2. ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
καὶ Τηλεκλείδης Πρυτάνεσιν (I 216 K) ‘ναὶ μὰ τὰς κράμβας’ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L) ‘ναὶ μὰ τὰν κράμβαν’. Εὔπολις Βάπταις
v.2.p.309
(I 275 K) ‘ναὶ μὰ τὴν κράμβην’. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος· καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν (FHG IV 403).