Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐπεὶ δὲ καὶ τοῦτ’ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, καὶ τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν (I 147 K)·

  1. οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ
  2. δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ.
  3. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
  4. ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν (II 137 K)·
  1. οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις,
  2. τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα.
  3. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
  4. εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην
  5. ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει
  6. δαίμων ἑκάστῳ.

Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ (FHG III 257) ‘πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτῳ

v.2.p.86
τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ.’ τάχ᾽ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε (fr. 73 M)·
  1. δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας.
λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος (FHG IV 355), ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ’ ἐν γʹ ἱστοριῶν (FHG I 242)· ‘κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους. Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν (FHG IV 501) ‘τὴν μὲν κοινήν, φησί, δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους.’ τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δʹ Κρητικῶν (FHG IV 399).

Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους,

v.2.p.87
διὰ πολέμου δ’ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἀποχρησάμενος τῇ φωνῇ φησι (I 752 K)·
  1. δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.
Φιλοκράτης δ’ ἐν βʹ Θετταλικῶν (FHG IV 477) (̓εἰ γνήσια τὰ συγγράμματα) καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλικέτας. Ἀρχέμαχος δ᾽ ἐν τῇ τρίτῃ Εὐβοικῶν (FHG IV 314) ‘Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ’ ὁμολογίας, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν· οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.’ καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων (fr. 827 N)·
  1. λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.

Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (FHG I 207) ‘οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι’, γράφων οὕτως· ‘καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη (p. 497 R) διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνων. ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους

v.2.p.88
ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις.’

Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί (p. 776 c)· ‘τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ’ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ’ ὡσ οὐκ εὖ γεγονυῖά ἐστιν· ἐλάττω δὲ ἡ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι τὸ Θετταλῶν τ’ αὖ πενεστικὸν ἔθνος. εἰς ἃ καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν ὑγιὲς πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν· Od. 17.322

  1. ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς
  2. ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ κλοπῶν ἔργα καὶ παθήματα· πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα
v.2.p.89
εἰς δύναμιν, τρέφειν δ’ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ’ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ᾽ οὖν θηλείαις μήτε ἄρρεσιν· ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.’

πρώτους δ’ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν (FHG I 300)· ‘Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις ... Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.’ ὁ μὲν οὖν Θεόπομπος ταῦθ’ ἱστόρησεν· ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον· χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ (FHG II 378) τάδ’ ἱστορεῖ περὶ αὐτῶν· ‘τῶν Χίων οἱ δοῦλοι

v.2.p.90
ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ ὃν μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος. καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ’ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος (τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτη) λέγει πρὸς αὐτοὺς τάδε· ‘ὑμῖν, ὦ Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ’ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.’

σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότι ‘λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ’ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ’ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.’ ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους

v.2.p.91
πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν· καὶ οἱ ὄντες δὲ μετ’ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ’ αὐτῷ τὰ δέοντ’ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ’ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι· καὶ εἴ τινα αἴσθοιτο ἐπιβουλεύοντα αὑτῷ ἢ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο.

εἶτ’ (ἐκήρυξε γὰρ ἡ πόλις χρήματα δώσειν πολλὰ τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι) οὗτος ὁ Δρίμακος πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ εἴς τινα τόπον λέγει αὐτῷ ὅτι ‘ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα· ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστιν; ἄνδρα σε δεῖ γενέσθαι καλὸν καὶ ἀγαθόν· ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑπισχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν.’ ἀντιλέγοντος δὲ τοῦ νεανίσκου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτηκότος

v.2.p.92
ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς· καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ἂν ἕλωνται. φασὶ δὲ καὶ καθ’ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς· καὶ οἷς ἂν ἐπιφανῇ οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ.’

ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν· ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε (VIII 105) περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. Νικόλαος δ’ ὁ περιπατητικὸς (FHG III 415) καὶ Ποσειδώνιος ὁ στωικὸς (ibid. 265) ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν᾽ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία ‘Χῖος δεσπότην ὠνήσατο’, ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις (I 332 K).