Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως (ib. IV 425) — πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βιβλία — Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ τῷ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί (v. 812)·
Πλάτων δ’ ἐν Πρέσβεσι (I 633 K)·
- ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
- χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
- τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν.
- ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
Σώφρων δ’ ἐν γυναικείοις μίμοις φησί (fr. 19 Bo)· ‘τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.’
- κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
- παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
- ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
Φιλιππίδης δ’ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων (IV 469 M)·
Ἄλεξις δ’ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα (II 297 K)·
- ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
- ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
- ἐλευθέρους, μαστιγίας δ’ ἀπ’ ἀργυροῦ
- πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
- δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου
- καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
- ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
- πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
- ἐργῶδες ἀμέλει. Β. τοῦτο μὲν καὶ νῦν ἔτι·
- ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν
- τοῖς παισί τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν)
- τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
- θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα
- ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
- ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου
- λεπτότερον. —
- ἀλλὰ ταῦθ’ ὅλως
- πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν’ ἦν.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.
- λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον,
- τῆς εὐπαρύφου λεπτότερον.
καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί (II 70 K)·
καὶ Σώπατρος δ’ ὁ παρῳδὸς ἐν Ὀρέστῃ·
- παρετέθη τρίπους
- πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,
- ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν·
- σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς (FHG I 325) περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν· ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’ Δίφιλος δ’ ἐν Ζωγράφῳ (II 555 K)·
- ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει
- δρακοντομίμοις ὀργάνων τορεύμασιν,
- οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου
- μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
Φιλήμων Ἰατρῷ (II 487 K)·
- ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
- εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη
- παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
- ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου,
- τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ (IV 111 M)·
- καὶ γυλιόν τιν’ ἀργυρωμάτων.
καὶ ἐν Ὑμνίδι (IV 210 M)·
- λουτρόν, θεραπαίνας, ... ἀργυρώματα.
Λυσίας δ’ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος (fr. 148 Tur)· ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ’ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’
- ἀλλὰ τἀργυρώματα
- ἥκω λαβεῖν βουλόμενος.
τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη· ‘σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ὁ ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος (FHG II 470) φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ’ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλειῶν μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης (FHG II 41) ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ’ ὁ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις
καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη· καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ’ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ’ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ’ Ἱέρωνος τὰ ὅμοια. λέγει δ᾽ οὕτως ὁ Θεόπομπος
ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων (FHG II 297), ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ’ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν·
ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων·
- θάησαί μ᾽· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ
- ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ·
- καί μ᾽. Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων·
- νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
v.2.p.22
- χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα·
- καί μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς·
- Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
- νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.
Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν (FHG I 275) περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν· ‘Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρῳ γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη·
Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο·
- τιμῆέν μ’ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι·
- καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ
- Ἀμφιάραον ἔκρυψ’ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις·
συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἣ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἣ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης
- πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο
- δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ’ Ἑλένῃ μέγα χάρμα·
- ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.
Πλάτων δὲ ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ’ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ’ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ’ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. Ζήνων δὲ ὁ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών, τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ᾽ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ’ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν .... ἐπείπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἴ γ’ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες
Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος (l. s.), καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου
τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες τὸν ἄργυρον οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους .... ἀφ’ ἧς καὶ τὴν ὁδὸν δι’ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον· ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ᾽ ἦν παρ’ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.’
τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντοσ — ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις· ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη· ‘τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. Πολέμων γοῦν (ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ’ Ἀθηναῖος ὀνομαζόμενος
ἔχεις δὲ κἀκ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες. ἀλλὰ μὴν (περὶ γὰρ τῶν παρασίτων ὁ λόγος) κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται· ‘τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ, τὸ δὲ τοῖς παρασίτοις.’ Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί· ‘καὶ ὁ παράσιτος νῦν ἐπ’ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ’ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. διὸ καὶ ἐν τῷ τοῦ βασιλέως νόμῳ γέγραπται ταυτί· ‘ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων ὅπως ἂν καθιστῶνται καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα. τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῷ ἱερῷ κατὰ τὰ πάτρια.
τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ (p. 225 L) παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων·
καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον·
- ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας,
- τὸν ῥᾳδίως λαψῇ τυ καιτοίνυν γαθην
- εὔωνον ἀείσιτον. Β. ἀλλ’ ἔμπας ὅδε
- ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
- συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον,
- καὶ τῷ γα μὴ λιῶντι, κωὐδὲν δεῖ καλεῖν·
- τηνεὶ δὲ χαρίης τ’ εἰμὶ καὶ ποιέω πολὺν
- γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω.
- καἴ κά τις ἀντίον λίῃ τήνῳ λέγειν,
- τήνῳ κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν.
- κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν
- ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει·
- ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος
- ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις,
- τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι
- οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με.
- ἐπεὶ δέ χ’ εἵκω οἴκαδις καταφθαρείς,
- ἄστρωτος εὕδω· καὶ τὰ μὲν πρῶτ’ οὐ κοῶ,
- ἇς κά μ’ ἄκρατος οἶνος ἀμφέπῃ φρένας.
καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος. ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν (II 561 K)·
πρῶτος δ’ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος (P 575)·
- ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
- οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας,
- οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
- ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
- κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
v.2.p.30- γέγηθα καὶ χαίρω τε καὶ πτερύσσομαι·
- ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
- ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.
τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶν δ’ ὁ Σκήψιος Δημήτριος (fr. 74 Gaede), ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ’ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.
- ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος,
- ἀφνειός τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
- δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ᾽ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα (I 301 K)·
- ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς
- λέξομεν· ἀλλ’ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ
- ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
- ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
- ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω,
- οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
- εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα
- ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί.
v.2.p.31- κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ
- καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
- εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν
- μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
- τὸν κόλακ’ εὐθέως λέγειν ἢ ᾽κφέρεται θύραζε.
- οἶδα δ’ Ἀκέστορ’ αὐτὸ τὸν στιγματίαν παθόντα·
- σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε
- ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων (II 218 K)·
πολὺ δ’ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι (p. 179 c)· φησὶ γάρ· ‘καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.’ παρασίτων δ’ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων (II 338 K)·
- οὐκ ἔσθ’ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε·
- ὁ δ’ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
- δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη,
- ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
- οἱ μέλανες ἡμεῖς. θάτερον ζητῶ γένος,
- σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,
- σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
- ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
- χιλιοταλάντους ἀνακυλῖόν τ’ οὐσίας·
- νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα.
- Α. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
v.2.p.32- τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών·
- ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη
- ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ’ ἐλάττοσι
- εἶθ’ οἳ μὲν εὐποροῦμεν, οἳ δ’ ἀλύομεν.
- ἆρά γε διδάσκων, Ναυσίνικ᾽; Ν. οὐκ ἀστόχως,
- ἀλλ’ ἄν σ’ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.
χαρακτηρίζει δ’ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖός τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως (II 454 K)·
- ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
- κακῶς λέγειν; ἥκιστά γ᾽· οὐδὲν ἔστι γὰρ
- ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.
- εἰ δ’ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,
- ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.
- ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.
- πράσσεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,
- δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
- ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
- χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις·
- τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
- ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
- ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας,
- τεκμήριόν τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν,
- ὁ τῶν παρασίτων ὡς τετίμηται βίος.
- γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
- νικῶσι δίδοται χρηστότητος εἵνεκα,
- σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
- πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.
v.2.p.33
- καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν (II 43 K)·
- ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,
- κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου.
- οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους,
- τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.
- ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ,
- μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών.
- κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα,
- οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,
- ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ·
- ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ·
- πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,
- ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.
κἀν Πυθαγοριστῇ δέ φησι (II 280 K)·
- καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι (II 277 K)·
- βούλομαι δ’ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους·
- ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι
- .... ζωμὸς καλοῦμαι. δεῖ τιν’ ἄρασθαι μέσον
- τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργειον
- μ’ ὁρᾶν.
- προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς
- κλιμάκιον ... Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων·
- κονδύλους πλάττειν δὲ Τελαμών· τοὺς καλοὺς πειρᾶν καπνός.
- πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν
- νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην.
v.2.p.34- ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
- λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
- ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
- πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
- τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν
- κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
- γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.
Δίφιλος δ’ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε (II 561 K)
- Ἀντιφάνης δ’ ἐν Προγόνοις (II 94 K)·
- τὸν τρόπον μὲν οἶσθά μου
- ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις
- τοιοῦτός εἰμι δη τις τύπτεσθαι μύδρος,
- τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή,
- φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
- θύρας μοχλεύειν σεισμὸς, εἰσπηδᾶν ἀκρίς,
- δειπνεῖν ἄκλητος μυῖα, μὴ ᾽ξελθεῖν φρέαρ,
- ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ’ ἂν μόνον
- τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποιεῖν
- ἅπαντα. καὶ καλοῦσί μ’ οἱ νεώτεροι
- διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ’ οὐδὲν μέλει
- τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος
- ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
Εὔβουλος δὲ ἐν Οἰδίποδι (II 189 K)·
- ἀγνοεῖς ἐν ταῖς ἀραῖς
- ὅ τι ἔστιν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδὸν
- ἢ πῦρ ἐναύσει’ ἢ διαφθείρει’ ὕδωρ,
- ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
v.2.p.35
- ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
- δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
- ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον
- καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
- φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.