Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἀλλὰ μὴν οὐδ’ ὧν ὁ Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθ’ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν (Theaet. p. 149 a) οὔθ’ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ’ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν (symp. p. 219 b). καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ κατὰ Πλάτωνα· οὐ γὰρ ἂν ἐσίγησε τοῦτ’ Ἀριστοφάνης ... ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως (cf. Bergk PL II 288)·

  1. Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν
  2. σὴν
  3. παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ’ ὑπάκουσον,
  4. εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ’ ἀπιθήσῃς
  5. ἀγγέλῳ, ἀλλὰ πιθοῦ· καί σοι πολὺ βέλτιον ἔσται.
  6. κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
  7. ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
  8. στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
  9. ᾗ τόνδ’ αἱρήσεις, ὠσὶν δ’ ἐνίει ποθέουσιν·
  10. ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή· τῇδε καθέξεις
  11. αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
    v.1.p.486
κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ’ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν·
  1. τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σ’ ἀνακινεῖ
  2. στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
  3. παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
  4. ποιῆσαι.
ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δ’ οὕτως (p. 309a)· ‘πόθεν, ὦ Σώκρατες, φαίνει; ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνὴρ ἔτι· ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. — εἶτα τί δὴ τοῦτ᾽; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη (Od. 10.279) χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει.’

πεφύκασι δ’ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κακήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει (p. 25 Herm) Κριτόβουλον τὸν Κρίτωνος ἐπ’ ἀμαθείᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ’ ἡμέραν ἡμιωβέλιον κναφεῖ

v.1.p.487
τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς, καὶ τελέσαντα τὸν ῥήτορα οὐ μετρίως διαγελᾷ. ἐν δὲ τῇ Ἀσπασίᾳ (p. 16 H) Ἱππόνικον μὲν τὸν Καλλίου κοάλεμον προσαγορεύει, τὰς δ’ ἐκ τῆς Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας. ὁ δὲ Καλλίας αὐτοῦ (p. 12 H) περιέχει τὴν τοῦ Καλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δ’ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρῳδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν. ἐν δὲ τῷ Ἀξιόχῳ (p. 20 H) πικρῶς Ἀλκιβιάδου κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναῖκας σπουδάζοντος.

Ἀντισθένης δ’ ἐν θατέρῳ τῶν Κύρων κακολογῶν Ἀλκιβιάδην καὶ παράνομον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν. συνεῖναι γάρ φησιν αὐτὸν καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ, ὡς Πέρσας. ὁ δὲ πολιτικὸς αὐτοῦ διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀθήνησιν δημαγωγῶν, ὁ δ’ Ἀρχέλαος Γοργίου τοῦ ῥήτορος, ἡ δ’ Ἀσπασία τῶν Περικλέους υἱῶν Ξανθίππου καὶ Παράλου διαβολήν. τούτων γὰρ τὸν μὲν Ἀρχεστράτου φησὶν εἶναι

v.1.p.488
συμβιωτὴν τοῦ παραπλήσια ταῖς ἐπὶ τῶν μικρῶν οἰκημάτων ἐργαζομένου, τὸν δ’ Εὐφήμου συνήθη καὶ γνώριμον τοῦ φορτικὰ σκώπτοντος καὶ ψυχρὰ τοὺς συναντῶντας. καὶ Πλάτωνα δὲ μετονομάσας Σάθωνα ἀσυρῶς καὶ φορτικῶς τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκε κατ’ αὐτοῦ. τούτοις γὰρ τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγὸς φρόνιμος, οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος ἀλλ’ ἢ Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων συνδιατρίβων καὶ Πίστωνι τῷ θωρακοποιῷ διαλεγόμενος καὶ Θεοδότην διδάσκων τὴν ἑταίραν ὡς δεῖ τοὺς ἐραστὰς παλεύειν, ὡς Ξενοφῶν παρίστησιν ἐν δευτέρῳ Ἀπομνημονευμάτων (III 10, 9. 11, 15). τοιαῦτα γὰρ ποιεῖ αὐτὸν παραγγέλματα τῇ Θεοδότῃ λέγοντα, ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλ’ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασιν πόθων θέλγητρα· οὗτοι γὰρ περὶ ταῦτα ἠσχόληντο περιττῶς. ἐπιλείποι δ’ ἄν μ᾽ ὁ πᾶς χρόνος, εἰ ἐκτίθεσθαι βουληθείην τὰς σεμνὰς τῶν φιλοσόφων μέμψεις. κατὰ γὰρ αὐτὸν δὴ τὸν Πλάτωνα (Phaedr. p. 229d)· ‘ἐπιρρεῖ δὲ ὄχλος μοι τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθει τε καὶ ἀτοπίᾳ τερατολόγων τινῶν φύσεων.’ διόπερ κατασιωπήσομαι.’
v.1.p.489

τοσαῦτα τοῦ Μασουρίου εἰπόντος καὶ ὑπὸ πάντων θαυμασθέντος διὰ σοφίαν ὁ Οὐλπιανὸς σιωπῆς γενομένης ἔφη· ‘δοκεῖτέ μοι, ἄνδρες δαιτυμόνες, σφοδροῖς κατηντλῆσθαι λόγοις παρὰ προσδοκίαν βεβαπτίσθαι τε τῷ ἀκράτῳ·

  1. ἀνὴρ γὰρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος
  2. Σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γινώσκων·
  3. κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας,
  4. κάθυπνος ὡς μήκωνα φάρμακον πίνων,
φησὶν ὁ Βυζάντιος Παρμένων (choliamb. p. 145), ἢ ἀπολελίθωσθε ὑπὸ τῶν προειρημένων Γοργόνων; περὶ ὧν ὡσ ὄντως γεγόνασί τινα ζῷα ἀπολιθώσεως ἀνθρώποις αἴτια, ἱστορεῖ Ἀλέξανδρος ὁ Μύνδιος ἐν δευτέρῳ κτηνῶν ἱστορίας οὕτως· ‘τὴν γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπον. ἐστὶν δέ, ὡς μὲν οἱ πλεῖστοι λέγουσιν ἐκ τῆς δορᾶς σημειούμενοι, προβάτῳ ἀγρίῳ ὅμοιον, ὡς δ’ ἔνιοί φασι, μόσχῳ. ἔχειν δὲ λέγουσιν αὐτὸ τοιαύτην ἀναπνοὴν ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζῴῳ διαφθείρειν. φέρειν δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλμούς, ἣν ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα ἐμβλέψῃ, κτείνει τὸν ὑπ᾽ αὐτῆς θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γιγνομένῃ ἀπὸ τῶν ὀμμάτων φύσεως φορᾷ καὶ
v.1.p.490
νεκρὸν ποιεῖ. ἐγνώσθη δὲ οὕτως. τῶν μετὰ Μαρίου τινὲς ἐπὶ Ἰογόρθαν στρατευσαμένων ἰδόντες τὴν γοργόνα δόξαντές τε διὰ τὸ κάτω νενευκέναι βραδέως τε κινεῖσθαι ἄγριον εἶναι πρόβατον ὥρμησαν ἐπ’ αὐτὸ ὡς κατεργασόμενοι οἷς εἶχον ξίφεσι. τὸ δὲ πτοηθὲν διασεισάμενόν τε τὴν τοῖς ὄμμασιν ἐπικειμένην χαίτην παραχρῆμα ἐποίησε τοὺς ὁρμήσαντας ἐπ’ αὐτὸ νεκρούς. πάλιν δὲ καὶ πάλιν τὸ αὐτὸ ποιησάντων ἑτέρων νεκρῶν τε γενηθέντων, ἀεὶ τῶν προσφερομένων ἀπολλυμένων, ἱστορήσαντές τινες παρὰ τῶν ἐπιχωρίων τὴν τοῦ ζῴου φύσιν, μακρόθεν ἐνεδρεύσαντες αὐτὸ ἱππῆς τινες Νομάδες Μαρίου κελεύσαντος κατηκόντισαν ἧκόν τε φέροντες πρὸς τὸν στρατηγὸν τὸ θηρίον.’ τοῦτο μὲν οὖν ὡς ἦν ἄρα τοιοῦτο ἡ δορὰ ἥ τε Μαρίου στρατεία μηνύει· ἐκεῖνο μέντοι τὸ λεγόμενον ὑπὸ τοῦ ἱστοριογράφου οὔκ ἐστι πιστόν, ὡς εἰσί τινες κατὰ τὴν Λιβύην ὀπισθονόμοι καλούμενοι βόες διὰ τὸ μὴ ἔμπροσθεν αὐτοὺς πορευομένους νέμεσθαι, ἀλλ’ εἰς τοὐπίσω ὑποχωροῦντας τοῦτο ποιεῖν· εἶναι γὰρ αὐτοῖς ἐμπόδιον πρὸς τὴν τοῦ κατὰ φύσιν νομὴν τὰ κέρατα οὐκ ἄνω ἀνακεκυφότα, καθάπερ τὰ τῶν λοιπῶν ζῴων, ἀλλὰ κάτω νενευκότα καὶ ἐπισκοτοῦντα τοῖς ὄμμασι. τοῦτο γὰρ ἄπιστόν ἐστιν, οὐδενὸς ἑτέρου ἐπιμαρτυροῦντος ἱστορικοῦ.’

ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν ὁ Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος

v.1.p.491
εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως· ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, ἐν ᾧ οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν· ‘ὑμεῖς οὖν, ὦ γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες,
  1. φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ’ εὐρέα νῶτα θαλάττης
  2. Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
  3. γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
  4. τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
  5. τοῦθ’ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ
  6. Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.’
κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην (II 159 K)·
  1. ἡδονὴν ἔχει,
  2. ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
  3. δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν σοφοὶ
  4. πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
  5. εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον φέρειν
  6. ἅπανθ’ ὅσ’ ἄν τις καινότητ’ ἔχειν δοκῇ.
ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.
v.2.p.1

Ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει (II 90 K) τόνδε τὸν τρόπον·

  1. μακάριόν ἐστιν ἡ τραγῳδία
  2. ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
  3. ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
  4. πρὶν καί τιν’ εἰπεῖν· ὥσθ’ ὑπομνῆσαι μόνον
  5. δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ ......
  6. τὰ δ’ ἄλλα πάντ’ ἴσασιν· ὁ πατὴρ Λάιος,
  7. μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
  8. τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
  9. εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
  10. πάντ’ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
  11. τὴν μητέρ᾽, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως
  12. ἥξει πάλιν τ’ ἄπεισι ..............
  13. ἔπειθ’ ὅταν μηθὲν δύνωντ’ εἰπεῖν ἔτι,
  14. κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
    v.2.p.2
  15. αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
  16. καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
  17. ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
  18. εὑρεῖν, ὀνόματα καινά, ............
  19. ............ κἄπειτα τὰ διῳκημένα
  20. πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
  21. τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
  22. Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται·
  23. Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
Δίφιλος δ’ ἐν Ἐλαιωνηφρουροῦσι (II 549 K)·
  1. ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη
  2. Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
  3. Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
  4. ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
  5. ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις (II 453 K)·

  1. ὦτάν, ἄκουσον, ἤν τί σοι μέλλω λέγειν.
  2. ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
  3. καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει.
  4. παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
  5. ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
  6. πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει
  7. μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
  8. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
  9. ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης
  10. πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
    v.2.p.3
  11. γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.
  12. ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέων’ ἐσκέψατο·
  13. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.
  14. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε.
  15. χωλός τίς ἐστιν, τὸν Φιλοκτήτην ὁρᾷ.
  16. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
  17. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις
  18. ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος
  19. τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.

καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ (3, 83) Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι (II 80 K) παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον·

  1. ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
  2. ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν
  3. τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
Ἄλεξις δὲ ἐν Στρατιώτῃ (II 373 K)·
  1. ἀπόλαβε
  2. τουτί. Β. τί τοῦτο δ’ ἐστίν; Α. ὃ παρ’ ὑμῶν ἐγὼ
  3. παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
  4. Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
  5. ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε
  6. ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ’ ἐδώκαμεν. Α. τί δαί;
  7. Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
    v.2.p.4
καὶ ἐν Ἀδελφοῖς (II 299 K)·
  1. ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι.
  2. Β. οὐκ, ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ (II 265 K)·
  1. καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε
  2. δῷς, ἀλλ’ ἀπόδος. Α. καὶ δὴ φέρουσ’ ἐξέρχομαι.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν (II 457 K)·
  1. οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
  2. τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι.
  3. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
  4. ὀργιζόμενος. Β. ὁ ποῖος ὁ Βριάρεως;
  5. Α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
  6. μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
  7. ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ’ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ’ ἐκ Πύργων· πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν

v.2.p.5
τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ’ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων· περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν (II 79 K)·
  1. ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας
  2. εἶναί τι λογοποίημα· πρὸς ἀγορὰν δ’ ὅταν
  3. ἔλθω, πεπίστευκ᾽· ἐμβλέπων γὰρ αὐτόθι
  4. τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι·
  5. ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι
  6. λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον
  7. ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

  1. Ἄμφις δ’ ἐν Πλάνῳ (II 244 K)·
  2. πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις
  3. μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου
  4. λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ
  5. πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ.
  6. οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν
  7. παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
  8. πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε·
  9. ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ),
  10. ὡσεὶ προσέχων δ’ οὐδὲν οὐδ’ ἀκηκοὼς
  11. ἔκρουσε πουλύπουν τιν᾽· ὃ δ’ ἐπρήσθη ....
  12. ............ καὶ τότ’ οὐ λαλῶν ὅλα
  13. τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν ‘τάρων
  14. βολῶν γένοιτ’ ἄν·’ ἡ δὲ κέστρα; ‘κτὼ βολῶν.’
  15. τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
    v.2.p.6
Ἄλεξις Ἀπεγλαυκωμένῳ (II 303 K)·
  1. τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
  2. ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν,
  3. οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
  4. ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
  5. τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους
  6. ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς
  7. ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
  8. ἐὰν δ’ ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας
  9. πωλεῖς δύ’ ὄντας,’ ‘δέκ’ ὀβολῶν,’ φησίν. ‘βαρύ.
  10. ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’
  11. ‘ὦτάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘τοσουδί; παράτρεχε.’
  12. ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;

  1. Δίφιλος Πολυπράγμονι (II 562 K)·
  2. ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
  3. εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
  4. τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
  5. ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
  6. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
  7. κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
  8. ὡς φησίν· οὐ διὰ τοῦτό γ᾽, ἀλλ’ ἐστιγμένος
  9. πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει.
  10. οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς ‘πόσου
  11. ὁ λάβραξ’, ‘δέκ’ ὀβολῶν’, οὐχὶ προσθεὶς ὁποδαπῶν.
  12. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
  13. ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ
    v.2.p.7
  14. κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
  15. κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
Ξέναρχος Πορφύρᾳ (II 470 K)·
  1. οἱ μὲν ποιηταὶ (φησι) λῆρός εἰσιν· οὐδὲ ἓν
  2. καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
  3. ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω.
  4. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
  5. οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
  6. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία
  7. ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ,
  8. εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
  9. ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
  10. ἐποίησ’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
  11. ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι
  12. δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
  13. ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις
  14. ‘ὕδωρ ὕδωρ.’ ὃ δ’ εὐθὺς ἐξάρας πρόχουν
  15. τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
  16. κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
  17. εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.

ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων (II 76 K)·

  1. οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
  2. ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
  3. αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
    v.2.p.8
  4. εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
  5. τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
  6. σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας
  7. ἢ τρεῖς. μόλις δ’ ἐάν ποτ’ ὠνητὴν τυφλὸν
  8. λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
  9. τούτῳ· κομίσας δ’ ἐξέβαλεν ... οἴκαδε,
  10. τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ἐν δὲ Φιλοθηβαίῳ φησίν (II 107 K)·
  1. οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
  2. πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
  3. τοῦτον σκυθρωπάζοντά θ’ ἡμῖν προσλαλεῖν,
  4. ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
  5. τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν·
  6. τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν (II 330 K)·
  1. νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα
  2. τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι
  3. ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
  4. φόρους· Β. φόρουσ μόνον; οὐχὶ δεκατεύουσι γὰρ
  5. τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
  6. ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;

  1. κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής (II 342 K)·
  2. οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
  3. Ἀριστονίκου ....................
  4. ........... τίθησι γὰρ νυνὶ νόμον,
  5. τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
  6. ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος
    v.2.p.9
  7. ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
  8. εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδωκότες
  9. τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας
  10. σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
  11. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
  12. πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
καὶ προελθὼν δέ φησιν·
  1. οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
  2. Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γὰρ
  3. νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ
  4. νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
  5. χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
  6. τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας·
  7. εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
  8. καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους
  9. ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

ἐμφανίζει δ’ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ τὸ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων (II 75 K)·

  1. εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα,
  2. οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
  3. διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;
  4. Β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους
  5. καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν
  6. v.2.p.10
  7. οὐκ ἂν γένοιτο. Α. μετά γε μαίας νὴ Δία·
  8. αὗται δ’ ὑπερβάλλουσι. Β. μετά γε νὴ Δία
  9. τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος
  10. μιαρώτατον τοῦτ’ ἐστίν. Α. εἰ μὴ νὴ Δία
  11. τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν
  12. .... Β. μετά γε τοὺς τραπεζίτας· ἔθνος
  13. τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε (II 551 K)·

  1. οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους
  2. ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
  3. αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
  4. πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
  5. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
  6. ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
  7. γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
  8. ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
Ἄλεξις δ’ ἐν Ἑλληνίδι (II 321 K)·
  1. ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα
  2. τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία.
  3. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
  4. ληφθῇ νέων τις, καταπεπώκασ’ εὐθέως.
  5. αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
  6. τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
  7. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
  8. ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
    v.2.p.11
ἐξ ὀνόματος δ’ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως (I 684 K)·
  1. Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
  2. Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
  3. καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
καὶ Ἄλεξις δ’ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει (II 322 K).

εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν· παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα (II 146 K)·

  1. τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
  2. ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται·
  3. αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
  4. ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.
  5. ἐπὶ τίνα δ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
  6. τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ
  7. ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
  8. ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν,
  9. ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
  10. εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
  11. φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
  12. ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον
  13. ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
  14. τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
  15. τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
    v.2.p.12
  16. ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
  17. ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας,
  18. ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.

πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ (II 322 K)·

  1. ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ
  2. ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ,
  3. τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
  4. γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ,
  5. τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·
  6. ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον
  7. παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
  8. ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
Δίφιλος δ’ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον (II 549 K)·
  1. νόμιμον τοῦτ’ ἐστί, βέλτιστ᾽, ἐνθάδε
  2. Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεὶ
  3. λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
  4. ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
  5. ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
  6. ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον·
  7. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
  8. ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι.
  9. ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν.
  10. ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
  11. τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
  12. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
    v.2.p.13
  13. τοῦτον, συνιεῖς, ἀλλ’ ἀναγκαίως ἔχει
  14. ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν
  15. ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν
  16. ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν
  17. ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
  18. Β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί;
  19. Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας
  20. οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ’ ὑπερηφάνως.
  21. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν,
  22. συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν,
  23. περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις.
  24. λαγώς τις εἰσελήλυθ᾽· εὐθὺς ἥρπακας.
  25. πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκέτι
  26. ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν,
  27. τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ (ib. 445) ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ’ ἢ καὶ τρεῖς. Λυγκεὺς δ’ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέργαψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται.

ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς ‘εἰ ἔχομεν’, ἔφη, ‘δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ· Od. 16.49

  1. τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,
Ἀριστοφάνης ὁ Βυζάντιος (p. 31 N) νεώτερόν φησιν
v.2.p.14
εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ὁ ποιητής· Od. 1.141
  1. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’

πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις· τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως (I 173 K)·

  1. ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.
καὶ ἐν Πέρσαις ὁ αὐτός (I 182 K)·
  1. ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.
Φιλωνίδης δ’ ἐν Κοθόρνοις (I 255 K)·
  1. ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις,
καὶ πάλιν·
  1. ὀσφρομένην τῶν τηγάνων.
Εὔβουλος δ’ ἐν Ὀρθάννῃ (II 191, 7 K)·
  1. ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
  2. θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ πάλιν·
  1. πᾶσα δ’ εὔμορφος γυνὴ
  2. ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
καὶ ἐν Τιτᾶσι (II 203 K)·
  1. προσγελῶσά τε
  2. λοπὰς παφλάζει βαρβάρῳ λαλήματι·
    v.2.p.15
  3. πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς (I 384 K)·
  1. ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί (I 181 K)·
  1. σὺ δ’ ἀποτηγανίζεις.
Ἡγήσανδρος δ’ ὁ Δελφὸς (FHG IV 420) Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον· διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ·
  1. τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων (fr. 26 B)· ‘χεῖρά τ’ ἐν ἠγάνῳ βαλεῖν’.

εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον (II 391 K)·

  1. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
  2. ὁ τοῖς μαγείροις.
μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας (FHG III 472). μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ’ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ’ ἦν τὸ
v.2.p.16
πολυτελέστατον· εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ’ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων (ib. 187) περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε· ‘δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ· τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.’