Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

σιωπήσαντος δ’ αὐτοῦ ὁ Μασσούριος ἔφη· ‘ἀλλ’ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα (Philox. fr. 6) τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι (FHG IV 475) καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δ᾽ ἐν ἕκτῃ ἱστοριῶν (FHG I 336) καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων. περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων (δοῦλοι δ’ εἰσὶ καὶ οὗτοι) σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν (FHG I 310) λέγων οὕτως· ‘ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ’ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι

v.2.p.103
κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων ἐπὶ τὰς στιβάδας.’ ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν (ibid. 311) παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς (fr. 2 M) κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. ἔτι Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν (FHG I 284) Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας.

οἱ δὲ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις ἐλεύθεροι μέν εἰσιν, οὐ μὴν Λακεδαιμόνιοι. λέγει δὲ περὶ αὐτῶν Φύλαρχος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG I 347) οὕτως· ‘εἰσὶ δ’ οἱ μόθακες σύντροφοι τῶν Λακεδαιμονίων· ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν οἳ μὲν ἕνα, οἳ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὑτῶν. εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μέν, οὐ μὴν Λακεδαιμόνιοί γε, μετέχουσιν δὲ τῆς παιδείας πάσης. τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον δι’ ἀνδραγαθίαν.’ Μύρων δὲ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν (FHG IV 461) ‘πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας, δεσποσιοναύτας δ’ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις ἑτέρους ὄντας τῶν εἱλώτων.’ Θεόπομπος δ’ ἐν ζʹ Ἑλληνικῶν (FHG I 280) περὶ τῶν

v.2.p.104
εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως· ‘τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἳ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δ’ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς.’

Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ — ἐλέγχει δ᾽ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν ἱστοριῶν (c. 6) — οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι (FHG I 207), αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος (οὕτως δ’ αὐτὸν καλεῖ Ἴστρος ὁ Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς) εἰπὼν γὰρ ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων· κἀν τῇ τρίτῃ δὲ τῶν ἱστοριῶν ὁ Ἐπιτίμαιος ἔφη (ib. p. 202) οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· δι’ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ’ ἐν τρίτῃ Χρονικῶν (FHG IV 375) κατὰ τὴν ἑπτακαιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μʹ. Νικίας δ’ ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων (4, 14), χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ’ ᾧ ὀβολὸν ἑκάστου τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δ’ ἐν Αἰγινητῶν

v.2.p.105
πολιτείᾳ (fr. 427 R) καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν (FHG III 194) Δαρδανεῖς φησι δούλους κεκτῆσθαι τὸν μὲν χιλίους, ... τὸν δὲ καὶ πλείους· τούτων δ’ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην.’

πρὸς ταῦτα ἀπαντήσας ὁ Λαρήνσιος ἔφη· ‘ἀλλὰ Ῥωμαίων ἕκαστος (οἶδας δ’ ἀκριβῶς ταῦτα, ὦ καλὲ Μασσούριε) πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ’ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους. καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα· Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν (FHG III 264) αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο· πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας (σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς)· καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν (ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος) κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ

v.2.p.106
ὀλίγον πολλῶν δούλων καθ’ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτόν· καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους.

σώφρονες δ’ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι· Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους συνεπήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος (fr. 166 H) καὶ Ποσειδώνιος (FHG III 255), καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς Βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι (p. 247 ed. min. Pet), ὃ τῇ πατρίῳ ἡμῶν γέγραπται φωνῇ. ἀλλ’ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους· οὗτος δ’ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς (fr. 33 Koepke) (̓τὸ δ’ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται) οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ᾽ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ’ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ’

v.2.p.107
ἠγείρετο, κατ᾽ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενόν ποτε τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ ἐν ταῖς Διαδοχαῖς (FHG IV 464).

τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχον, ἀλλ’ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν, δι’ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, καὶ λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ᾽ ἐκείνοις εἰς μίμησιν· ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἴ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἄχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ’ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν. ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ’ ἄλλων μαθόντες ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι· νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα.

πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὥς φησι Ποσειδώνιος (FHG III 253), καρτερία

v.2.p.108
καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν πρὸς τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δ’ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπιτελοῦμεν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, αὑτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα· καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ μετρεῖται, τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσι.

Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ’ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε· τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείονος τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν· κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων

v.2.p.109
ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὤνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· ὁ μὲν γὰρ Τουβέρων παρὰ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτίλιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυριανοῦ καλουμένου· μέρος δ’ ἐστὶ τοῦτο θαλασσίου κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ’ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο· αὐτοὶ δ’ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παιδείας ὁρμωμένοις μεγάλα· καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς στοᾶς δογμάτων.

τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος ὁ καταναυμαχήσας Μιθριδάτην, ὡς Νικόλαος ὁ περιπατητικὸς ἱστορεῖ (cf. FHG IV 416, 83)· ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν τὴν Μιθριδάτου ἔτι τε τὴν Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέμου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δυεῖν βασιλέων τῶν προειρημένων πλοῦτον. Κάτων δὲ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 24 H), ἐδυσχέραινε καὶ

v.2.p.110
ἐκεκράγει, ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια δ’ εὔμορφα ὑπερβαλλούσης ἀγρῶν τιμῆς. πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες ὥστε καὶ καθ’ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος (FHG III 253), οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δ’ ὅ τι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ τῶν Φιλιππικῶν (FHG I 284), οὐδείς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων, ὅστις οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθ’ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.’

ἐπεὶ δὲ εἰς ἱκανὸν μῆκος προὔβη τὰ τῶν ἀπομνημονευθέντων, αὐτοῦ καταπαύσωμεν τὸν λόγον.