Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τὸ δ’ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ’ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποιίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν ἡ γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δ’

v.1.p.414
εἶχεν ὁ τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο ὅ τε Μενέλαος καὶ ἡ Ἑλένη, μὴ συνέντες, ἀλλ’ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους· Od. 4.3
  1. τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,
προσσυνῆψαν τοιούτους τινὰς στίχους· Od. 4.15
  1. ὣς οἳ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα
  2. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
  3. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  4. φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
  5. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους,
μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας (Il. 18.604) σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ’ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διόπερ ὁ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι (205)·
  1. θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς
  2. Μοῦσαι Πιερίδες,
καὶ ὁ Ἀρχίλοχος (fr. 76 B)·
  1. αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.
καλεῖ δὲ Στησίχορος μὲν (fr. 77 B) τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ’ (Pyth. 1, 4) ἀγησίχορα τὰ προοίμια. Διόδωρος δ’ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν· ‘δοιὼ δὲ κυβιστητῆρε καθ’ αὑτοὺς’ ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ’ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.

ἀλλ’ ὅπερ εἶπον, ἡ τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν

v.1.p.415
ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ οὗ φησιν ἐν Ὁπλοποιίᾳ· Il. 18.590
  1. ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις,
  2. τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ
  3. Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
  4. ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
  5. ὠρχεῦντ᾽, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
τούτοις γὰρ ἐπιβάλλει (603)·
  1. πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
  2. τερπόμενος· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  3. φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
  4. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην· Il. 16.617
  1. Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
  2. ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ ἔβαλόν περ.
ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα (Simon. fr. 31)·
  1. Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ’ ὄργανον Μολοσσόν.
‘οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶν ὁ Τίμαιος (FHG I 201), ἐν τετραγώνοις χοροῖς ᾖδον.’ καθόλου δὲ διάφορος ἦν ἡ μουσικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακοσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δ’ ἄλλο τι. ὁ δ’ Ἀρίσταρχος οὐ μόνον εἰς τὸ τοῦ Μενελάου συμπόσιον ἐμβαλὼν οὓς οὐ προσῆκε στίχους καὶ τῆς Λακώνων παιδείας ἀλλότριον ἐποίησε καὶ τῆς τοῦ βασιλέως σωφροσύνης, ἀλλὰ καὶ τοῦ
v.1.p.416
Κρητικοῦ χοροῦ τὸν ᾠδὸν ἐξεῖλεν, ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον·
  1. πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
  2. τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
  3. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
ὥστ’ ἀνίατον γίνεσθαι παντάπασι τὸ ἐξάρχοντες, μηκέτι δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι.

διότι δὲ οὐ πιθανὸν ἀκρόαμα παρὰ τῷ Μενελάῳ τυγχάνειν δῆλον ἐκ τοῦ δι’ ὁμιλίας ὅλον τὸ συμπόσιον περαίνεσθαι τῆς πρὸς ἀλλήλους, ὄνομα δὲ μηδὲν εἰρῆσθαι τοῦ ᾠδοῦ μηδὲ ᾠδὴν ἣν ᾖδε μηδὲ προσέχειν τοὺς περὶ Τηλέμαχον αὐτῷ, καθάπερ δ’ ἐν σιωπῇ τινι καὶ ἠρεμίᾳ κατανοεῖν μᾶλλον τὸν οἶκον· καίτοι γε πῶς οὐκ ἀπίθανον τοὺς τῶν φρονιμωτάτων υἱέας Ὀδυσσέως καὶ Νέστορος ἐπαριστέρους εἰσάγεσθαι, ὥστε τρόπον ἀγροίκων τινῶν μὴ προσέχειν τοῖς παρεσκευασμένοις ἀκροάμασιν; ὁ γοῦν Ὀδυσσεὺς προσέχει τοῖς τῶν Φαιάκων ᾀσματοποιοῖς· Od. 8.264

  1. αὐτὰρ Ὀδυσσεὺς
  2. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ,
καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν· Od. 8.154
  1. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.
πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἴη ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον (Od. 4.70) καὶ τῶν σκευῶν διατιθέμενος; ἀλλ’ Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι. πεποίηκεν γοῦν
v.1.p.417
ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ (Od. 8.521), τὸν δὲ τῷ Μενελάῳ (Od. 4.113) διὰ δακρύων γνωριζομένους.

ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων· τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ. παρὰ δ’ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια. καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν Od. 4.160

  1. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ’ αὐδῇ.
ὃ δ’ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γιγνομένων· Od. 4.193
  1. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε
  2. τέρπομ’ ὀδυρόμενος μεταδόρπιος.
ὃ δὲ πάλιν· Od. 3.230
  1. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν. πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστ᾽ οἰωνίσασθαι, εἶθ’ ἑξῆς περὶ πυρετῶν. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲ — τὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κινήσας πτάρῃ, παρίημι (p. 185 de)· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν — χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην δὲ
v.1.p.418
παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλ’ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλ᾽ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτ’ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δ’ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον (symp. p. 222 b) καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν ὁ μὲν Πίνδαρος ‘Ἑλλάδος ἔρεισμα’ (fr. 76 B) ἔφη, Θουκυδίδης δ’ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι (AP VII 45) ‘Ἑλλάδος Ἑλλάδα,’ ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. λέγει γὰρ ταῦτα κατ’ ἀρχὰς τοῦ διαλόγου (p. 103a). τὰ δ’ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ (p. 155d), ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ.