Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Πλάτων δ’ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως (p. 174 b)· ‘ἵνα καὶ τὴν παροιμίαν (φησι) διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν.’ Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν (fr. 33 B)·

  1. ἔστη δ’ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον,
  2. ὧδέ τ’ ἔφα·
  3. αὐτόματοι δ’ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται
  4. δίκαιοι
  5. φῶτες.
αἱ δὲ παροιμίαι ἣ μέν φησιν·
  1. αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
ἣ δέ·
  1. αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
    v.1.p.410
οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα (Il. 17.1) καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν (Il. 7.94), καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ’ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν· Il. 2.588
  1. ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.
εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν (Il. 17.588) καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος· Il. 1.255
  1. οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ᾽ ἐλάφοιο.
οὐ γὰρ εἴ τι λέγεται παρ’ Ὁμήρῳ, τοῦθ’ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί. τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι’ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται. τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

πάντα δ’ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης· Od. 8.449

  1. αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν.
ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον· Od. 4.48
  1. ἔς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
    v.1.p.411
‘ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης (fr. 165 R), ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ.’ δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ’ Ἡράκλειτον (fr. 54 Byw). δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής· Od. 4.43
  1. αὐτοὶ δ’ εἰσῆλθον θεῖον δόμον· οἳ δὲ ἰδόντες
  2. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.
  3. ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  4. δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός (1208)·
  1. παῦ᾽· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
  2. ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν (1214)·
  1. ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
  2. ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον.

καὶ πρὸ τοῦ θοινᾶσθαι δὲ ἃ δεῖ ποιεῖν ἡμᾶς διδάσκει πάλιν Ὅμηρος, ἀπαρχὰς τῶν βρωμάτων νέμειν τοῖς θεοῖς. οἱ γοῦν περὶ τὸν Ὀδυσσέα καίπερ ὄντες ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ· Od. 9.231

  1. ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
  2. τυρῶν αἰνύμενοι φάγομεν.
καὶ ὁ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως· Il. 9.219
v.1.p.412
  1. θεοῖσι δὲ θῦσαι ἀνώγει
  2. Πάτροκλον ὃν ἑταῖρον· ὃ δ’ ἐν πυρὶ βάλλε θυηλάς.
καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας (ib. 175)·
  1. κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  2. νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  3. αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽.
ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν (p. 176a) ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι ... παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δ’ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ’ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός (fr. 7, 56),
  1. ἄθυστα δ’ ἱρὰ πολλάκις κατεσθίει ....

τὴν γὰρ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντος διδαχθῆναί φασιν Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν Διονύσου ὀρθοῦ ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται.

  1. οἶνος γὰρ ἀνώγει
  2. ἠλεός, ὅς τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι
  3. καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν
  4. καί τε ἔπος προέηκεν ὅπερ τ’ ἄρρητον ἄμεινον (Od. 14.463).
τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτ’ ἐρρύθμως ποτὲ καὶ πρὸς
v.1.p.413
ὄρχησιν τρεπόμενον· οὐχ οὕτως ἀγροῖκος οὐδ’ ἐπαρίστερός ἐστιν, ἀλλ’ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα ὁ οἶνος ποιεῖ ᾆσαι, ἀλλὰ μάλ’ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν· οὐδέ τι γελάσαι μὰ Δί’ οὐδ’ ὀρχήσασθαι· κοινὸν δ’ ἐπ’ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει·
  1. καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκεν.
παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. ὅρα γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ· οἱ δ’ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι (p. 214a), προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρ’ Ὁμήρῳ·
  1. αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός.
τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν· Od. 1.152
  1. μολπή τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός.