Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων. ὁ γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ’ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος (FHG III 257), ὑποδοχὰς ποιούμενος καθ᾽ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασι πλήθη. καὶ ἄλλος δ’ Ἀντίοχος βασιλεὺς ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς ὁ αὐτός φησι Ποσειδώνιος (ib. 263)· ‘τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ᾽ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν
ἐπαινῶ δ’ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. ὁ δ’ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, διὸ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον· περὶ οὗ ἱστόρησεν ὁ ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων (FHG III 657). τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης ὁ Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, ἀποδοχῆς δ’ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι.
ἀλλὰ φίλη γάρ, φασίν, ἡ ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο (FHG III 266).
- εἰς μὲν φράσω τἀληθές, οὐχί σ’ εὐφρανῶ·
- εἰ δ’ εὐφρανῶ τί σ᾽, οὐχὶ τἀληθὲς φράσω.
διέτριβέ τις Ἀθηνίων προσκαρτερῶν τοῖς λόγοις· ὅστις Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. ταύτης οὖν εἴτ’ ἐξ αὐτοῦ τεκούσης, εἴτ’ ἐξ ἄλλου τινος, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο. γράμματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. καὶ σοφιστεύσας ἐν Μεσσήνῃ κἀν Λαρίσῃ τῇ Θετταλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς. διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι’ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλημάτων ἀπολυθέντας ἂν ἐν ὁμονοίᾳ ζῆν,
- ‘ἐν τῇ Ἐρυμνέως τοῦ περιπατητικοῦ σχολῇ
ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυρόπουν. ἀλλ᾽ εἰσῄειν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ’ ἀργυρόποδος κατακομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες γυναῖκες, γέροντεσ παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. ὑπήντησαν δ’ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται, τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν διευς οἰκίαν τοῦ τότε πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου
ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ’ ἀναβλέψας ‘ἄνδρες Ἀθηναῖοι, ἔφη, τὰ πράγματα μὲν βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με.’ ἁθρόως δ’ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν, ‘λέγω τοίνυν, ἔφη, τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας. καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν
μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προηγγελμένων τρίψας τε τὸ μέτωπον ‘τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας, ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως ἂν αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκλῃμένα, αὐχμῶντα δὲ τὰ γυμνάσια, τὸ δὲ θέατρον
καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα τὸ περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν (FHG I 288) καὶ Ἕρμιππος ὁ Καλλιμάχειος (ib. III 41), εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν — παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν ‘μὴ παιδὶ μάχαιραν’
καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ’ ἤδη καὶ τὰ τῶν ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ ἐκ Δήλου τοῦ θεοῦ χρήματα. ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον· ὅτε μὲν γὰρ ἐφιλοσόφει καὶ τὰ περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνὰς (ἦν γὰρ πολυχρήματος) τά τ’ ἐκ τοῦ Μητρῴου τῶν παλαιῶν αὐτόγραφα ψηφισμάτων ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον. ἐφ’ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἄν, εἰ μὴ ἔφυγεν. καὶ μετ’ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλούς· καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς δὴ ἀπὸ τῆς αὐτῆς αἱρέσεως ὄντι. Ἀθηνίων δ᾽ ἐπιλαθόμενος τῶν δογμάτων τῶν τοῦ περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς
- τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δήλου
- μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,
- τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον,
- κοινὸν Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.’
καὶ Ταρσοῦ δὲ Ἐπικούρειος φιλόσοφος ἐτυράννησε, Λυσίας ὄνομα· ὃς ὑπὸ τῆς πατρίδος στεφανηφόρος αἱρεθείς, τουτέστιν ἱερεὺς Ἡρακλέους, οὐκ ἀπετίθετο τὴν ἀρχήν, ἀλλ’ ἐξ ἱματίου τύραννος ἦν, πορφυροῦν μὲν μεσόλευκον χιτῶνα ἐνδεδυκώς, χλαμύδα δὲ ἐφεστρίδα περιβεβλημένος πολυτελῆ καὶ ὑποδούμενος λευκὰς Λακωνικάς, στέφανον δάφνης χρυσοῦν
τοιοῦτοί εἰσιν οἱ ἀπὸ φιλοσοφίας στρατηγοί. περὶ ὧν Δημοχάρης ἔλεγεν (fr. 3 Tur)· ‘ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην, οὐδ’ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον.’ ὁ γὰρ Πλάτων φησὶν (apol. p. 28 e) τρεῖς στρατείας στρατεύσασθαι Σωκράτη, τὴν μὲν εἰς Ποτίδαιαν, τὴν δὲ εἰς Ἀμφίπολιν, τὴν δὲ εἰς Βοιωτοὺς ὅτε καὶ συνέβη τὴν ἐπὶ Δηλίῳ μάχην γενέσθαι. μηδενὸς δὲ τοῦθ’ ἱστορηκότος αὐτὸς καὶ ἀριστείων φησὶν αὐτὸν τετυχηκέναι πάντων τῶν Ἀθηναίων φυγόντων, πολλῶν δὲ καὶ ἀπολομένων. πάντα δὲ ταῦτα ἐψευδολόγηται. ἡ μὲν γὰρ ἐπὶ Ἀμφίπολιν στρατεία γέγονεν ἐπὶ Ἀλκαίου ἄρχοντος Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, ὥς φησι Θουκυδίδης (V 2). τούτων οὖν τῶν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. τίς οὖν εἶπεν ἱστοριογράφος ἢ ποιητής; ἢ ποῦ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην; ‘τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;’ πότε δὲ καὶ εἰς Ποτίδαιαν ἐστρατεύσατο, ὡς ἐν τῷ Χαρμίδῃ εἴρηκεν ὁ Πλάτων (p. 153 b) φάσκων αὐτὸν καὶ τῶν ἀριστείων τότε Ἀλκιβιάδῃ παραχωρῆσαι (symp. p. 220 e) ;ʼ τοῦτο οὔτε Θουκυδίδου ἀλλ’ οὐδ’ Ἰσοκράτους εἰρηκότος ἐν τῷ περὶ τοῦ ζεύγους. ποίας δὲ καὶ μάχης γενομένης ἔλαβε τὰ ἀριστεῖα Σωκράτης καὶ τί πράξας ἐπιφανὲς καὶ διάσημον; καθόλου μάχης
πάντ’ οὖν ψεύδονται οἱ φιλόσοφοι καὶ πολλὰ παρὰ τοὺς χρόνους γράφοντες οὐκ αἰσθάνονται, καθάπερ οὐδ’ ὁ καλὸς Ξενοφῶν, ὃς ἐν τῷ Συμποσίῳ (c. 1, 2) ὑποτίθεται Καλλίαν τὸν Ἱππονίκου Αὐτολύκου τοῦ Λύκωνος ἐρῶντα καὶ νενικηκότος αὐτοῦ παγκράτιον ἑστίασιν ποιούμενον καὶ σὺν τοῖς ἄλλοις δαιτυμόσι παρόντα αὑτὸν τὸν ἴσως μηδὲ γεννηθέντα ἢ περὶ τὴν παιδικὴν ἡλικίαν ὑπάρχοντα. ἐστὶν δὲ οὗτος ὁ καιρὸς καθ’ ὃν Ἀριστίων ἄρχων ἦν. ἐπὶ τούτου γὰρ Εὔπολις τὸν Αὐτόλυκον διδάξας διὰ Δημοστράτου χλευάζει τὴν νίκην τοῦ Αὐτολύκου. πάλιν ὁ Ξενοφῶν ποιεῖ τὸν Σωκράτην λέγοντα ἐν τῷ Συμποσίῳ ταυτί (c. 8, 32)· ‘καίτοι Παυσανίας γε ὁ Ἀγάθωνος τοῦ ποιητοῦ ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασίᾳ συγκαλινδουμένων εἴρηκεν ὡς καὶ στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν καὶ ἐραστῶν. τούτους γὰρ ἂν ἔφη οἴεσθαι μάλιστα ἂν αἰδεῖσθαι ἀλλήλους ἀπολιπεῖν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου τε ἀφροντιστεῖν καὶ
ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. ὃ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ’ Εὐθύδημον ἄρξαντος· δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος. ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφ’ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. καὶ αὐτὸς δὲ ὁ Πλάτων δηλοῖ τὴν συνουσίαν ταύτην πρὸ πολλοῦ
ὡς ἐν τῷ Γοργίᾳ γράφων φησίν (p. 471 a)· ‘ἄθλιος ἄρα οὗτος ὁ Ἀρχέλαός ἐστι κατὰ τὸν σὸν λόγον. — εἴπερ γε, ὦ φίλε, ἄδικος.’ εἶτα ῥητῶς εἰπὼν ὡς κατέχοντος τὴν Μακεδόνων ἀρχὴν Ἀρχελάου προβὰς γράφει τάδε (p. 503 c)· ‘καὶ Περικλέα τοῦτον τὸν νεωστὶ τετελευτηκότα.’ εἰ δὲ νεωστὶ τετελεύτηκε Περικλῆς, Ἀρχέλαος οὔπω κύριός ἐστι τῆς ἀρχῆς· εἰ δ’ οὗτος βασιλεύει, πρὸ πολλοῦ πάνυ χρόνου ἀπέθανε Περικλῆς. Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης, ἔτη μαʹ, Θεόπομπος δὲ λεʹ, Ἀναξιμένης μʹ, Ἱερώνυμος κηʹ, Μαρσύας δὲ καὶ Φιλόχορος κγʹ. τούτων οὖν διαφόρως ἱστορουμένων λάβωμεν τὸν ἐλάχιστον ἀριθμὸν τὰ κγʹ ἔτη. Περικλῆς δ’ ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος, ἐφ’ οὗ
ἀλλὰ μὴν καὶ ὁ ἐν τῷ Πρωταγόρᾳ διάλογος, μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου μέμνηται παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις (p. 309 d). ὁ δ᾽ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου
κἀν ἄλλοις δ’ ὁ Πλάτων φησὶ (apol. p. 21 a) Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος· καὶ τὴν ἀνελεῖν μηδένα. κἀν τούτοις δὲ μὴ συμφωνῶν Ξενοφῶν φησι (apol. 14)· ‘Χαιρεφῶντος γάρ ποτε ἐπερωτήσαντος ἐν Δελφοῖς ὑπὲρ ἐμοῦ, ἀνεῖλεν ὁ Ἀπόλλων πολλῶν παρόντων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε δικαιότερον μήτε σωφρονέστερον.’ πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου θεοῦ ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι, τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. τίς δ’ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν τὸν θεὸν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ αὑτοῦ λέγων ὡς οὔκ ἐστι σοφός. ‘βλὰξ γάρ τις ἦν τοιαῦτ’ ἐρωτῶν τὸν θεόν,’ ὡς ἂν εἰ καὶ τοιαῦτα, τίνα τῶν Ἀττικῶν ἐρίων ἄλλ’ ἐστὶ μαλακώτερα, εἰ τῶν ἐν Βάκτροις καμήλων εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμότερος; τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτ’ Αἴσωπός ἐστιν ὁ λογοποιὸς ἢ ἄλλος τις,
χλευάζων ἀπεκρίνατο·
- πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ;
- εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.
v.1.p.485
ἀλλὰ μὴν οὐδ’ ὧν ὁ Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθ’ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν (Theaet. p. 149 a) οὔθ’ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ’ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν (symp. p. 219 b). καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ κατὰ Πλάτωνα· οὐ γὰρ ἂν ἐσίγησε τοῦτ’ Ἀριστοφάνης ... ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως (cf. Bergk PL II 288)·
κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ’ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν·
- Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν
- σὴν
- παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ’ ὑπάκουσον,
- εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ’ ἀπιθήσῃς
- ἀγγέλῳ, ἀλλὰ πιθοῦ· καί σοι πολὺ βέλτιον ἔσται.
- κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
- ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
- στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
- ᾗ τόνδ’ αἱρήσεις, ὠσὶν δ’ ἐνίει ποθέουσιν·
- ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή· τῇδε καθέξεις
- αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
v.1.p.486
ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δ’ οὕτως (p. 309a)· ‘πόθεν, ὦ Σώκρατες, φαίνει; ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνὴρ ἔτι· ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. — εἶτα τί δὴ τοῦτ᾽; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη (Od. 10.279) χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει.’
- τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σ’ ἀνακινεῖ
- στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
- παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
- ποιῆσαι.
πεφύκασι δ’ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κακήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει (p. 25 Herm) Κριτόβουλον τὸν Κρίτωνος ἐπ’ ἀμαθείᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ’ ἡμέραν ἡμιωβέλιον κναφεῖ
Ἀντισθένης δ’ ἐν θατέρῳ τῶν Κύρων κακολογῶν Ἀλκιβιάδην καὶ παράνομον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν. συνεῖναι γάρ φησιν αὐτὸν καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ, ὡς Πέρσας. ὁ δὲ πολιτικὸς αὐτοῦ διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀθήνησιν δημαγωγῶν, ὁ δ’ Ἀρχέλαος Γοργίου τοῦ ῥήτορος, ἡ δ’ Ἀσπασία τῶν Περικλέους υἱῶν Ξανθίππου καὶ Παράλου διαβολήν. τούτων γὰρ τὸν μὲν Ἀρχεστράτου φησὶν εἶναι
τοσαῦτα τοῦ Μασουρίου εἰπόντος καὶ ὑπὸ πάντων θαυμασθέντος διὰ σοφίαν ὁ Οὐλπιανὸς σιωπῆς γενομένης ἔφη· ‘δοκεῖτέ μοι, ἄνδρες δαιτυμόνες, σφοδροῖς κατηντλῆσθαι λόγοις παρὰ προσδοκίαν βεβαπτίσθαι τε τῷ ἀκράτῳ·
φησὶν ὁ Βυζάντιος Παρμένων (choliamb. p. 145), ἢ ἀπολελίθωσθε ὑπὸ τῶν προειρημένων Γοργόνων; περὶ ὧν ὡσ ὄντως γεγόνασί τινα ζῷα ἀπολιθώσεως ἀνθρώποις αἴτια, ἱστορεῖ Ἀλέξανδρος ὁ Μύνδιος ἐν δευτέρῳ κτηνῶν ἱστορίας οὕτως· ‘τὴν γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπον. ἐστὶν δέ, ὡς μὲν οἱ πλεῖστοι λέγουσιν ἐκ τῆς δορᾶς σημειούμενοι, προβάτῳ ἀγρίῳ ὅμοιον, ὡς δ’ ἔνιοί φασι, μόσχῳ. ἔχειν δὲ λέγουσιν αὐτὸ τοιαύτην ἀναπνοὴν ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζῴῳ διαφθείρειν. φέρειν δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλμούς, ἣν ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα ἐμβλέψῃ, κτείνει τὸν ὑπ᾽ αὐτῆς θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γιγνομένῃ ἀπὸ τῶν ὀμμάτων φύσεως φορᾷ καὶ
- ἀνὴρ γὰρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος
- Σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γινώσκων·
- κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας,
- κάθυπνος ὡς μήκωνα φάρμακον πίνων,
ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν ὁ Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος
κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην (II 159 K)·
- φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ’ εὐρέα νῶτα θαλάττης
- Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
- γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
- τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
- τοῦθ’ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ
- Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.’
ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.
- ἡδονὴν ἔχει,
- ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
- δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν σοφοὶ
- πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
- εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον φέρειν
- ἅπανθ’ ὅσ’ ἄν τις καινότητ’ ἔχειν δοκῇ.