Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει (II 90 K) τόνδε τὸν τρόπον·
Δίφιλος δ’ ἐν Ἐλαιωνηφρουροῦσι (II 549 K)·
- μακάριόν ἐστιν ἡ τραγῳδία
- ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
- ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
- πρὶν καί τιν’ εἰπεῖν· ὥσθ’ ὑπομνῆσαι μόνον
- δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ ......
- τὰ δ’ ἄλλα πάντ’ ἴσασιν· ὁ πατὴρ Λάιος,
- μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
- τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
- εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
- πάντ’ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
- τὴν μητέρ᾽, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως
- ἥξει πάλιν τ’ ἄπεισι ..............
- ἔπειθ’ ὅταν μηθὲν δύνωντ’ εἰπεῖν ἔτι,
- κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
v.2.p.2- αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
- καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
- ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
- εὑρεῖν, ὀνόματα καινά, ............
- ............ κἄπειτα τὰ διῳκημένα
- πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
- τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
- Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται·
- Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
- ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη
- Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
- Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
- ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
- ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις (II 453 K)·
- ὦτάν, ἄκουσον, ἤν τί σοι μέλλω λέγειν.
- ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
- καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει.
- παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
- ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
- πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει
- μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
- τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
- ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης
- πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
v.2.p.3- γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.
- ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέων’ ἐσκέψατο·
- ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.
- τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε.
- χωλός τίς ἐστιν, τὸν Φιλοκτήτην ὁρᾷ.
- γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
- ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις
- ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος
- τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.
καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ (3, 83) Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι (II 80 K) παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον·
Ἄλεξις δὲ ἐν Στρατιώτῃ (II 373 K)·
- ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
- ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν
- τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
καὶ ἐν Ἀδελφοῖς (II 299 K)·
- ἀπόλαβε
- τουτί. Β. τί τοῦτο δ’ ἐστίν; Α. ὃ παρ’ ὑμῶν ἐγὼ
- παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
- Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
- ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε
- ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ’ ἐδώκαμεν. Α. τί δαί;
- Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
v.2.p.4
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ (II 265 K)·
- ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι.
- Β. οὐκ, ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν (II 457 K)·
- καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε
- δῷς, ἀλλ’ ἀπόδος. Α. καὶ δὴ φέρουσ’ ἐξέρχομαι.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.
- οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
- τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι.
- καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
- ὀργιζόμενος. Β. ὁ ποῖος ὁ Βριάρεως;
- Α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
- μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
- ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.
ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ’ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ’ ἐκ Πύργων· πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν
- ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας
- εἶναί τι λογοποίημα· πρὸς ἀγορὰν δ’ ὅταν
- ἔλθω, πεπίστευκ᾽· ἐμβλέπων γὰρ αὐτόθι
- τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι·
- ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι
- λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον
- ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.
Ἄλεξις Ἀπεγλαυκωμένῳ (II 303 K)·
- Ἄμφις δ’ ἐν Πλάνῳ (II 244 K)·
- πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις
- μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου
- λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ
- πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ.
- οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν
- παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
- πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε·
- ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ),
- ὡσεὶ προσέχων δ’ οὐδὲν οὐδ’ ἀκηκοὼς
- ἔκρουσε πουλύπουν τιν᾽· ὃ δ’ ἐπρήσθη ....
- ............ καὶ τότ’ οὐ λαλῶν ὅλα
- τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν ‘τάρων
- βολῶν γένοιτ’ ἄν·’ ἡ δὲ κέστρα; ‘κτὼ βολῶν.’
- τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
v.2.p.6
- τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
- ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν,
- οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
- ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
- τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους
- ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς
- ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
- ἐὰν δ’ ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας
- πωλεῖς δύ’ ὄντας,’ ‘δέκ’ ὀβολῶν,’ φησίν. ‘βαρύ.
- ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’
- ‘ὦτάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘τοσουδί; παράτρεχε.’
- ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;
Ξέναρχος Πορφύρᾳ (II 470 K)·
- Δίφιλος Πολυπράγμονι (II 562 K)·
- ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
- εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
- τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
- ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
- ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
- κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
- ὡς φησίν· οὐ διὰ τοῦτό γ᾽, ἀλλ’ ἐστιγμένος
- πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει.
- οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς ‘πόσου
- ὁ λάβραξ’, ‘δέκ’ ὀβολῶν’, οὐχὶ προσθεὶς ὁποδαπῶν.
- ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
- ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ
v.2.p.7- κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
- κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
- οἱ μὲν ποιηταὶ (φησι) λῆρός εἰσιν· οὐδὲ ἓν
- καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
- ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω.
- τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
- οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
- ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία
- ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ,
- εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
- ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
- ἐποίησ’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
- ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι
- δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
- ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις
- ‘ὕδωρ ὕδωρ.’ ὃ δ’ εὐθὺς ἐξάρας πρόχουν
- τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
- κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
- εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων (II 76 K)·
ἐν δὲ Φιλοθηβαίῳ φησίν (II 107 K)·
- οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
- ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
- αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
v.2.p.8- εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
- τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
- σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας
- ἢ τρεῖς. μόλις δ’ ἐάν ποτ’ ὠνητὴν τυφλὸν
- λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
- τούτῳ· κομίσας δ’ ἐξέβαλεν ... οἴκαδε,
- τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν (II 330 K)·
- οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
- πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
- τοῦτον σκυθρωπάζοντά θ’ ἡμῖν προσλαλεῖν,
- ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
- τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν·
- τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά.
- νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα
- τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι
- ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
- φόρους· Β. φόρουσ μόνον; οὐχὶ δεκατεύουσι γὰρ
- τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
- ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;
καὶ προελθὼν δέ φησιν·
- κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής (II 342 K)·
- οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
- Ἀριστονίκου ....................
- ........... τίθησι γὰρ νυνὶ νόμον,
- τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
- ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος
v.2.p.9- ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
- εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδωκότες
- τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας
- σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
- κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
- πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
- οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
- Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γὰρ
- νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ
- νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
- χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
- τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας·
- εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
- καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους
- ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
ἐμφανίζει δ’ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ τὸ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων (II 75 K)·
- εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα,
- οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
- διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;
- Β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους
- καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν
v.2.p.10- οὐκ ἂν γένοιτο. Α. μετά γε μαίας νὴ Δία·
- αὗται δ’ ὑπερβάλλουσι. Β. μετά γε νὴ Δία
- τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος
- μιαρώτατον τοῦτ’ ἐστίν. Α. εἰ μὴ νὴ Δία
- τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν
- .... Β. μετά γε τοὺς τραπεζίτας· ἔθνος
- τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε (II 551 K)·
Ἄλεξις δ’ ἐν Ἑλληνίδι (II 321 K)·
- οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους
- ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
- αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
- πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
- ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
- ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
- γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
- ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
ἐξ ὀνόματος δ’ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως (I 684 K)·
- ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα
- τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία.
- ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
- ληφθῇ νέων τις, καταπεπώκασ’ εὐθέως.
- αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
- τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
- τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
- ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
v.2.p.11
καὶ Ἄλεξις δ’ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει (II 322 K).
- Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
- Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
- καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν· παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα (II 146 K)·
- τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
- ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται·
- αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
- ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.
- ἐπὶ τίνα δ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
- τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ
- ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
- ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν,
- ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
- εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
- φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
- ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον
- ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
- τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
- τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
v.2.p.12- ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
- ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας,
- ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.
πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ (II 322 K)·
Δίφιλος δ’ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον (II 549 K)·
- ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ
- ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ,
- τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
- γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ,
- τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·
- ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον
- παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
- ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ (ib. 445) ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ’ ἢ καὶ τρεῖς. Λυγκεὺς δ’ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέργαψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται.
- νόμιμον τοῦτ’ ἐστί, βέλτιστ᾽, ἐνθάδε
- Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεὶ
- λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
- ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
- ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
- ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον·
- ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
- ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι.
- ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν.
- ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
- τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
- Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
v.2.p.13- τοῦτον, συνιεῖς, ἀλλ’ ἀναγκαίως ἔχει
- ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν
- ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν
- ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν
- ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
- Β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί;
- Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας
- οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ’ ὑπερηφάνως.
- οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν,
- συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν,
- περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις.
- λαγώς τις εἰσελήλυθ᾽· εὐθὺς ἥρπακας.
- πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκέτι
- ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν,
- τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς ‘εἰ ἔχομεν’, ἔφη, ‘δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ· Od. 16.49
Ἀριστοφάνης ὁ Βυζάντιος (p. 31 N) νεώτερόν φησιν
- τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,
ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’
- δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις· τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως (I 173 K)·
καὶ ἐν Πέρσαις ὁ αὐτός (I 182 K)·
- ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.
Φιλωνίδης δ’ ἐν Κοθόρνοις (I 255 K)·
- ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.
καὶ πάλιν·
- ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις,
Εὔβουλος δ’ ἐν Ὀρθάννῃ (II 191, 7 K)·
- ὀσφρομένην τῶν τηγάνων.
καὶ πάλιν·
- ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
- θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ ἐν Τιτᾶσι (II 203 K)·
- πᾶσα δ’ εὔμορφος γυνὴ
- ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς (I 384 K)·
- προσγελῶσά τε
- λοπὰς παφλάζει βαρβάρῳ λαλήματι·
v.2.p.15- πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί (I 181 K)·
- ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
Ἡγήσανδρος δ’ ὁ Δελφὸς (FHG IV 420) Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον· διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ·
- σὺ δ’ ἀποτηγανίζεις.
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων (fr. 26 B)· ‘χεῖρά τ’ ἐν ἠγάνῳ βαλεῖν’.
- τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον (II 391 K)·
μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας (FHG III 472). μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ’ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ’ ἦν τὸ
- ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
- ὁ τοῖς μαγείροις.
Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως (ib. IV 425) — πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βιβλία — Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ τῷ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί (v. 812)·
Πλάτων δ’ ἐν Πρέσβεσι (I 633 K)·
- ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
- χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
- τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν.
- ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
Σώφρων δ’ ἐν γυναικείοις μίμοις φησί (fr. 19 Bo)· ‘τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.’
- κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
- παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
- ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
Φιλιππίδης δ’ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων (IV 469 M)·
Ἄλεξις δ’ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα (II 297 K)·
- ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
- ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
- ἐλευθέρους, μαστιγίας δ’ ἀπ’ ἀργυροῦ
- πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
- δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου
- καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
- ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
- πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
- ἐργῶδες ἀμέλει. Β. τοῦτο μὲν καὶ νῦν ἔτι·
- ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν
- τοῖς παισί τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν)
- τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
- θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα
- ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
- ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου
- λεπτότερον. —
- ἀλλὰ ταῦθ’ ὅλως
- πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν’ ἦν.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.
- λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον,
- τῆς εὐπαρύφου λεπτότερον.
καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί (II 70 K)·
καὶ Σώπατρος δ’ ὁ παρῳδὸς ἐν Ὀρέστῃ·
- παρετέθη τρίπους
- πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,
- ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν·
- σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς (FHG I 325) περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν· ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’ Δίφιλος δ’ ἐν Ζωγράφῳ (II 555 K)·
- ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει
- δρακοντομίμοις ὀργάνων τορεύμασιν,
- οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου
- μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
Φιλήμων Ἰατρῷ (II 487 K)·
- ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
- εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη
- παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
- ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου,
- τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ (IV 111 M)·
- καὶ γυλιόν τιν’ ἀργυρωμάτων.
καὶ ἐν Ὑμνίδι (IV 210 M)·
- λουτρόν, θεραπαίνας, ... ἀργυρώματα.
Λυσίας δ’ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος (fr. 148 Tur)· ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ’ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’
- ἀλλὰ τἀργυρώματα
- ἥκω λαβεῖν βουλόμενος.
τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη· ‘σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ὁ ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος (FHG II 470) φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ’ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλειῶν μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης (FHG II 41) ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ’ ὁ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις
καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη· καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ’ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ’ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ’ Ἱέρωνος τὰ ὅμοια. λέγει δ᾽ οὕτως ὁ Θεόπομπος