Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πόσῳ δὲ κρεῖττον, ὦ Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὕρημα. λέγει δ’ οὕτως·

  1. οὔτε τοῦ Σιδωνίου νάβλα
  2. λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.
καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί·
  1. νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,
  2. ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς
  3. ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις
  4. τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.
Φιλήμων ἐν Μοιχῷ (II 489 K)·
v.1.p.394
  1. ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ
  2. νάβλαν τιν᾽. Β. ὁ δὲ νάβλας τί ἐστιν; ...
  3. Α. .... οὐκ οἶδας, ἐμβρόντητε σύ;
  4. Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
  5. οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;
καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας (FHG III 481) Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα .... σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν αʹ Ὥρων (FHG III 3) εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ’ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.

Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ ὁ φῶτιγξ αὐλὸς παρ’ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως (fr. 221 N)·

  1. οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη,
  2. λύρᾳ μοναύλοις τε χειμωντεως
  3. ναος στέρημα κωμασάσης.
Ἀραρὼς δ’ ἐν Πανὸς γοναῖς (II 217 K)·
  1. ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς
  2. κούφως ἀνήλλετο.
    v.1.p.395
Ἀναξανδρίδης δ’ ἐν Θησαυρῷ (ib. 142)·
  1. ἀναλαβὼν
  2. μόναυλον ηὔλουν τὸν ὑμέναιον.
καὶ ἐν Φιαληφόρῳ (ib. 158)·
  1. .. τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
  2. Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.
Σώπατρος Βακχίδι·
  1. καὶ τὸ μόναυλον μέλος ἤχησε.
Πρωταγορίδης δ’ ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών (FHG IV 484) φησιν· ‘παντὸς δὲ ὀργάνου καταμιτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ, πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει.’ Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε (FHG III 253)· ‘παραζωνίδια καὶ λογχάρι’ ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετάσια δ’ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ’ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.’ οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον. ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα· ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων·
v.1.p.396
  1. τοῦτο Θέων ὁ μόναυλος ὑπ’ ἠρίον ὁ γλυκὺς οἰκεῖ
  2. αὐλητής, μίμων ἡ ᾽ν θυμέλῃσι Χάρις.
  3. τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν,
  4. νήπιον ὅντ’ ἐκάλει Σκίρπαλος Εὐπαλάμου,
  5. ἤειδεν δ’ αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχεν,
  6. πανμαρπᾶν ηδυσμα σημανέων.
  7. ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων
  8. ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην
  9. ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον. ἀλλὰ Θέωνα
  10. τὸν καλαμαυλήτην εἴπατε ‘χαῖρε Θέων.’
ὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ καλάμῃ αὐλοῦντας.

γινώσκειν δὲ βούλομαί σε, ἀνδρῶν λῷστε Οὐλπιανέ, ὅτι Ἀλεξανδρέων μουσικώτεροι ἄλλοι γενέσθαι οὐχ ἱστόρηνται, καὶ οὐ λέγω περὶ κιθαρῳδίαν μόνην, ἧς καὶ ὁ εὐτελέστατος παρ᾽ ἡμῖν ἰδιώτης προσέτι τε καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ παρὰ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι οὐ μόνον τοὺς παρθενίους καλουμένους καὶ παιδικούς, ἀλλὰ καὶ τοὺς ἀνδρείους, οἵτινες καλοῦνται τέλειοί τε καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους δὲ καὶ τοὺς δακτυλικούς. τοὺς γὰρ ἐλύμους αὐλούς, ὧν

v.1.p.397
μνημονεύει Σοφοκλῆς ἐν Νιόβῃ (fr. 409 N) τε κἀν Τυμπανισταῖς (fr. 581), οὐκ ἄλλους τινὰς εἶναι ἀκούομεν ἢ τοὺς Φρυγίους, ὧν καὶ αὐτῶν ἐμπείρως ἔχουσιν Ἀλεξανδρεῖς. οἴδασι δὲ καὶ τοὺς διόπους ἔτι τε μεσοκόπους καὶ τοὺς καλουμένους ὑποτρήτους. τῶν δ’ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις (I 697 K). Ἰόβας δὲ τούτους Φρυγῶν μὲν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλείας, κατ’ ἐμφέρειαν τοῦ πάχους. χρῆσθαι δ’ αὐτοῖς καὶ Κυπρίους φησὶ Κρατῖνος ὁ νεώτερος ἐν Θηραμένῃ (II 290 K). οἴδαμεν δὲ καὶ τοὺς ἡμιόπους καλουμένους, περὶ ὧν φησιν Ἀνακρέων (fr. 20 B)·
  1. τίς ἐρασμίην
  2. τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν
  3. ὀρχεῖται;
εἰσὶ δ’ οἱ αὐλοὶ οὗτοι ἐλάσσονες τῶν τελείων. Αἰσχύλος γοῦν κατὰ μεταφορὰν ἐν Ἰξίονί φησι (fr. 86 N)·
  1. τὸν δ’ ἡμίοπον καὶ τὸν ἐλάσσονα
  2. ταχέως ὁ μέγας καταπίνει.
εἰσὶν δ’ οἱ αὐτοὶ τοῖς παιδικοῖς καλουμένοις, οἷς οὐκ οὖσιν ἐναγωνίοις πρὸς τὰς εὐωχίας χρῶνται. διὸ καὶ τέρενας αὐτοὺς κέκληκεν ὁ Ἀνακρέων.

οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιῳδικῶν καὶ κιθαριστηρίων, ὧν μνημονεύουσιν Ἔφορός τ’ ἐν

v.1.p.398
τοῖς εὑρήμασι (FHG I 276) καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῷ περὶ αὐλῶν, ἔτι δὲ καὶ Ἄλεξις ὧν καὶ αὐτὸς ἐν τῷ περὶ αὐλῶν. ὁ δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται παρὰ τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, ὡς Ἀρτεμίδωρος ἱστορεῖ ὁ Ἀριστοφάνειος ἐν βʹ περὶ Δωρίδος. ὁ δὲ μάγαδις καλούμενος αὐλὸς ὁ καὶ παλαιομάγαδις ὀνομαζόμενος ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησί (II 149 K)·
  1. μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.
οἱ δὲ καλούμενοι λώτινοι αὐλοὶ οὗτοί εἰσιν οἱ ὑπὸ Ἀλεξανδρέων καλούμενοι φώτιγγες. κατασκευάζονται δ’ ἐκ τοῦ καλουμένου λωτοῦ· ξύλον δ’ ἐστὶ τοῦτο γινόμενον ἐν Λιβύῃ. Θηβαίων δ’ εὕρημά φησιν εἶναι Ἰόβας τὸν ἐκ νεβροῦ κώλων κατασκευαζόμενον αὐλόν. ὁ δὲ Τρύφων φησὶ (fr. 112 V) καὶ τοὺς καλουμένους ἐλεφαντίνους αὐλοὺς παρὰ Φοίνιξιν ἀνατρηθῆναι. οἶδα δὲ ὅτι καὶ μάγαδις ὄργανόν ἐστιν ἐντατὸν καθάπερ καὶ κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δὲ ὁ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων (fr. 32 M) ‘οἱ νῦν, φησίν, καλούμενοι ναβλισταὶ καὶ πανδουρισταὶ καὶ σαμβυκισταὶ καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ. τὸν γὰρ βάρωμον καὶ βάρβιτον, ὧν Σαπφὼ (fr. 154) καὶ Ἀνακρέων (fr. 143) μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι. ἐν γοῦν Μιτυλήνῃ μίαν τῶν Μουσῶν πεποιῆσθαι ὑπὸ Λεσβοθέμιδος ἔχουσαν σαμβύκην.’ Ἀριστόξενος δ’ ἔκφυλα ὄργανα καλεῖ
v.1.p.399
φοίνικας καὶ πηκτίδας καὶ μαγάδιδας σαμβύκας τε καὶ τρίγωνα καὶ κλεψιάμβους καὶ σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. Πλάτων δ’ ἐν τρίτῳ Πολιτείας (p. 399 c) φησίν· ‘οὐκ ἄρα, ἦν δ’ ἐγώ, πολυχορδίας γε οὐδὲ παναρμονίου ἡμῖν δεήσει ἐν ταῖς ᾠδαῖς τε καὶ μέλεσιν. οὔ μοι, ἔφη, φαίνεται. τριγώνων ἄρα καὶ πηκτίδων καὶ πάντων ὀργάνων ὅσα πολύχορδα καὶ παναρμόνια ...’