Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐστὶν δ’ ὁ σκινδαψὸς τετράχορδον ὄργανον, ὡς ὁ παρῳδός φησι Μάτρων ἐν τούτοις·

  1. οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
  2. σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
μνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ·
  1. σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων,
  2. οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος·
καὶ Ἀναξίλας ἐν Λυροποιῷ (II 267 K)·
  1. ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας,
  2. κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.
Σώπατρος δ’ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστάκου θητίῳ δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως·
  1. πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ
  2. δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.
τῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως (p. 249 L)·
  1. Σεμέλα δὲ χορεύει·
    v.1.p.400
  2. καὶ ὑπᾴδει σφιν σοφὸς κιθάρᾳ παριαμβίδας· ἃ δὲ
  3. γεγάθει
  4. πυκινῶν κρεγμῶν ἀκροαζομένα.
τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ’ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ’ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δ’ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.

Ἀλέξανδρος δὲ ὁ πολίτης μου (οὗτος δ’ οὐ πρὸ πολλοῦ τετελεύτηκε) δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα. μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως (fr. 375 N)·

  1. πολὺς δὲ Φρὺξ τρίγωνος ἀντίσπαστά τε
  2. Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,
καὶ ἐν Θαμύρᾳ (fr. 219). Ἀριστοφάνης δ’ ἐν Δαιταλεῦσι (I 454 K) καὶ Θεόπομπος ἐν Πηνελόπῃ (ib. 746), Εὔπολις δ’ ἐν Βάπταις φησίν (ib. 276)·
v.1.p.401
  1. ὃς καλῶς μὲν τυμπανίζει
  2. καὶ διαψάλλει τριγώνοις.
τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μέν, ὡς προείρηται (p. 182 e), καὶ Πρωταγορίδης ἐν βʹ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ’ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ’ ὁ Χῖος ἐν Τρωικοῖς (FHG III 205) σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ’ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν (fr. 33 M) τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ’ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.

ταῦτα ἔχεις παρ’ ἡμῶν τῶν Ἀλεξανδρέων, Οὐλπιανὲ ὀνοματοθήρα, τῶν περὶ τοὺς μοναύλους ἐσπουδακότων. οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα (FHG IV 451) ἔτι τε Ἄνδρωνα ἐν τοῖς Χρονικοῖς (FHG II 352) τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου Πτολεμαῖον, τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον

v.1.p.402
Κακεργέτην. οὗτος γὰρ πολλοὺς τῶν Ἀλεξανδρέων ἀποσφάξας, οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ ἐφηβησάντων ἐποίησε πλήρεις τάς τε νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδοτριβῶν τε καὶ ἰατρῶν καὶ ἄλλων πολλῶν τεχνιτῶν· οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκεύασαν ἄνδρας ἐλλογίμους.

ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς· διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθ’ ἑαυτὸν ἔτι Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου. Δοῦρις δ’ ἐν τῷ περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενος δὲ καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον αὐλεῖν μαθεῖν παρὰ Ὀλυμπιοδώρῳ καὶ Ὀρθαγόρᾳ. καὶ τῶν Πυθαγορικῶν δὲ πολλοὶ τὴν αὐλητικὴν ἤσκησαν, ὡς Εὐφράνωρ τε καὶ Ἀρχύτας Φιλόλαός τε ἄλλοι τε οὐκ ὀλίγοι. ὁ δ’ Εὐφράνωρ καὶ σύγγραμμα περὶ αὐλῶν κατέλιπεν· ὁμοίως δὲ καὶ ὁ Ἀρχύτας. ἐμφανίζει δὲ καὶ ὁ Ἀριστοφάνης ἐν τοῖς Δαιταλεῦσι τὴν περὶ τὸ πρᾶγμα τοῦτο σπουδὴν ὅταν λέγῃ (I 448 K)·

  1. ὅστις δ’ αὐτὴν αὐλοῖς καὶ λύραισι κατατέτριμμαι
  2. χρώμενος,
  3. εἶτά με σκάπτειν κελεύεις;
    v.1.p.403
Φρύνιχος Ἐφιάλτῃ (ib. 370)·
  1. οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ
  2. αὐλεῖν τ’ ἐδίδαξας;
καὶ τὴν Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐν Μούσαις (p. 238 L) ἐπαυλῆσαι τοῖς Διοσκόροις τὸν ἐνόπλιον. Ἴων δ’ ἐν Φοίνικι ἢ Καινεῖ (p. 573 N) ἀλέκτορα τὸν αὐλὸν καλεῖ ἐν τούτοις·
  1. ἐπὶ δ’ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.
ἐν δὲ Φρουροῖς τὸν ἀλεκτρυόνα Ἰδαῖον εἴρηκε σύριγγα διὰ τούτων (fr. 45)·
  1. ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.
ἐν δὲ τῷ βʹ Φοίνικι ὁ αὐτὸς Ἴων φησίν (fr. 42)·
  1. ἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,
οὕτω λέγων τῷ Φρυγίῳ· βαρὺς γὰρ οὗτος· παρ’ ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.’ —
  1. ἐπὶ τούτοις τέλος ἐχέτω καὶ ἥδε ἡ βίβλος, ἑταῖρε
Τιμόκρατες, ἱκανὸν εἰληφυῖα μῆκος.