Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΗΔΥΣΜΑΤΩΝ δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως (ib. 343)·

  1. ... μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ ‘οὐκ ἔχω.’
  2. Β. ἀλλὰ λέγ’ ὅτου δεῖ· λήψομαι γὰρ πάντ’ ἐγώ.
  3. Α. ὀρθῶς γε· πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα.
  4. Β. ἀλλ’ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην,
  5. μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
  6. κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
  7. ὀρίγανον, γήτειον, σκόροδον, θύμον,
  8. σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις· μάγειρον δὲ ποιεῖ λέγοντα (ib. 362)·
v.1.p.383
  1. κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
  2. ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
  3. ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω
  4. οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
  5. οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
  6. οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
  7. οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
  8. οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον,
  9. οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
  10. οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ
  11. ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
κἀν Πονήρᾳ (ib. 367)·
  1. τῆς ὀριγάνου
  2. πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
  3. τὸ τρίμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον
  4. ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ
  5. πυκνῷ πατάξας.
ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως (I 215 K)· ‘τυρίον ἐπεσθίοντα.’ ἐπιφαγεῖν δ’ Εὔπολις Ταξιάρχοις (ib. 328)·
  1. ἐπιφαγεῖν
  2. μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.
καὶ Ἀριστοφάνης Πλούτῳ (1005)·
  1. πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.

τῶν δὲ ΜΑΓΕΙΡΩΝ διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὅτι δὲ οὗτοι προσελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ (II 73 K)·

v.1.p.384
  1. προσέλαβον ἐλθὼν τουτονὶ
  2. τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους
  3. ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα
  4. τούτῳ προσήκει.
ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτός ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τὸν τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος (IV 554 M)·
  1. εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα.
  2. Β. τραπεζοποιὸν δημιουργὸν λήψομαι·
  3. ἐπὶ τοῦτ’ ἀπέστειλ’ ἐξ ἀγροῦ μ’ ὁ δεσπότης.
ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι (II 493 K)·
  1. περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία·
  2. τραπεζοποιός ἐστ’ ἐπὶ τοῦ διακονεῖν.
ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ (I 622 K)·
  1. ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ’ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων (I, 5, 2) οὑτωσὶ λέγων· ‘διάκονον δ’ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν;’ παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ (IV 217 M)·
  1. φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
ὀψώνην δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων (I 521 K)·
v.1.p.385
  1. ὡς οὑψώνης διατρίβειν
  2. ἡμῖν τἄριστον ἔοικε.
παροψωνεῖν δ’ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις (ib. 41) οὕτως ... παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ (II 318 K). εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ’ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει.

ἐκάλουν δέ, φησί, καὶ τοὺς προγεύστας ἐδεάτρους, ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. νῦν δὲ ὁ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας. ἦν δ’ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία. Χάρης γοῦν ἐν τῇ γʹ τῶν ἱστοριῶν (p. 116 M) Πτολεμαῖόν φησι τὸν Σωτῆρα ἐδέατρον ἀποδειχθῆναι Ἀλεξάνδρου. μήποτε δὲ καὶ ὃν νῦν καλοῦσι Ῥωμαῖοι προγεύστην τότε οἱ Ἕλληνες προτένθην ὠνόμαζον, ὡς Ἀριστοφάνης ἐν προτέραις Νεφέλαις (1196) διὰ τούτων·

  1. ΣΤΡ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
  2. ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ’ ἕνῃ τε καὶ νέᾳ;
  3. ΦΕΙΔ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν·
  4. ἵν’ ὡς τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο,
  5. διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
μνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις (I 147 K)·
  1. μὴ θαυμάσῃς·
  2. τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ’ οὐκ οἶσθα σύ.
καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ (ib. 784)·
  1. βούλεσθε δῆτ’ ἐγὼ φράσω τίς εἰμ’ ἐγώ;
  2. ἡ τῶν προτενθῶν Δορπία καλουμένη.
    v.1.p.386
εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ᾧ ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως· ‘Φῶκος εἶπεν· ὅπως ἂν ἡ βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.’ ὅτι δ᾽ εἶχον οἱ ἀρχαῖοι καὶ τοὺς προγεύστας καλουμένους Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ φησιν (4, 2)· ‘ὁ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν.’ Ἀναξίλας δ’ ἐν Καλυψοῖ φησιν (II 266 K)·
  1. προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.

τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν. Μένανδρος Ψευδηρακλεῖ· καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν (IV 222 M)·

  1. μάγειρ᾽, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.
  2. πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
  3. ἤδη μ’ ἐρωτᾷς. χοιρίδιον ἓν θύομεν,
  4. ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν,
  5. τί σοι διαφέρει τοῦτο; παράθες σημίαν.
    v.1.p.387
  6. οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ
  7. εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,
  8. σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία
  9. νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
  10. πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
  11. μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
  12. ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη
  13. κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας, τραγήματα.
  14. ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται,
  15. μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
  16. δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.
ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως (II 110 K)·
  1. τέτταρες δ’ αὐλητρίδες
  2. ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα
  3. καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.
Μένανδρος Δημιουργῷ (IV 103 M)·
  1. τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία
  2. προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πέμματα
  3. τὴν νύκτα τ’ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι
  4. ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν.
πεμμάτων δὲ πρῶτόν φησιν μνημονεῦσαι Πανύασσιν (fr. 26 Ki) Σέλευκος, ἐν οἷς περὶ τῆς παρ᾽ Αἰγυπτίοις ἀνθρωποθυσίας διηγεῖται, πολλὰ μὲν ἐπιθεῖναι λέγων πέμματα, ‘πολλὰς δὲ νοσσάδας ὄρνις,’ προτέρου
v.1.p.388
Στησιχόρου ἢ Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις (fr. 2 B) εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα
  1. σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας
  2. ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ὁ ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν (fr. 53 B)·
  1. ὡς δουρὶ πάντας
  2. νίκασε νέους ὑπὲρ δινάεντα βαλὼν Ἄναυρον
  3. πολυβότρυος ἐξ Ἰωλκοῦ·
  4. οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς.
ὁ γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾄσματι τοῖς Ἄθλοις (fr. 3 B)·
  1. θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν
  2. Μελέαγρος.