Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος (FHG I 368) καὶ Φιλόχορος ἄλλοι τε πλείους. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἳ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δ᾽ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν Ἅιδου εἰπὼν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.

οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφιν (II 248 K)·

  1. πίνουσ’ ἑκάστης ἡμέρας δι’ ἡμέρας,
διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον (ib. 577) ‘κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον,’ ‘πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς περὶ χαρακτήρων (FHG III 164) εἴρηκεν, κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί
v.1.p.379
περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.’ Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ πρὸς ταῖς κʹ τῶν Εὐρωπιακῶν (ib. 193) ‘Γνώσιππον, φησίν, ἄσωτον γενόμενον ἐν τῇ Σπάρτῃ ἐκώλυον οἱ ἔφοροι συναναστρέφεσθαι τοῖς νέοις.’ παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν (ib. 265), Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ᾽ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν (I p. 7a).

Διογένης δ’ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας ‘τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων. καὶ ὁπότε ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ‘ὦ καταισχύνας τὸ γένος.’ πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνιχίας· ἐφ’ ᾧ πάλιν ὑπὸ πάντων ἐπερραπίζετο. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν καὶ αὐτὸς εἰς τὴν ἐκκλησίαν ἔφη ‘ἐπιδίδωμι κἀγώ’, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν ‘εἰς ἀκολασίαν.’ ἦν δ’ ὁ Φῶκος καὶ φιλοπότης. νικήσαντος γοῦν αὐτοῦ ἵπποις Παναθήναια ὡς ὁ πατὴρ εἱστία τοὺς ἑταίρους, συνελθόντων εἰς τὸ

v.1.p.380
δεῖπνον λαμπρὰ μὲν ἦν ἡ παρασκευὴ καὶ τοῖς εἰσιοῦσι προσεφέροντο ποδονιπτῆρες οἴνου δι’ ἀρωμάτων. οὓς ἰδὼν ὁ πατὴρ καλέσας τὸν Φῶκον ‘οὐ παύσεις, ἔφη, τὸν ἑταῖρον διαφθείροντά σου τὴν νίκην;’ οἶδα δὲ καὶ ἄλλους ἀσώτους πολλούς, περὶ ὧν ὑμῖν καταλείπω ζητεῖν, πλὴν Καλλίου τοῦ Ἱππονίκου, ὃν καὶ οἱ τῶν παίδων οἴδασι παιδαγωγοί. περὶ δὲ τῶν ἄλλων ὧν φθάνω προβεβληκὼς εἴ τι λέγειν ἔχετε, ‘ἀναπεπταμένας ἔχω τῶν ὤτων τὰς πύλας.’ ὥστε λέγετε· ἐπιζητῶ γὰρ καὶ ὅπερ ὁ Μάγνος εἴρηκε (p. 164a) τὸ ἐπεσθίειν καὶ τὸ ἐπιφαγεῖν.’

καὶ ὁ Αἰμιλιανὸς ἔφη· ‘τὸ μὲν ἀσώτιον ἔχεις παρὰ Στράττιδι ἐν Χρυσίππῳ λέγοντι οὕτως (I 726 K)·

  1. εἰ μηδὲ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται
  2. μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν
  3. αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.

ΜΑΓΕΙΡΙΚΑ δὲ ΣΚΕΥΗ καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως (IV 465 M)·

  1. ζωμήρυσιν φέρ᾽, οἶσ’ ὀβελίσκους δώδεκα,
  2. κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
  3. στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας.
  4. οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,
  5. τὸ λεβήτιον, τἀκ τοῦ νίτρου· πάλιν ὑστερεῖς;
  6. καὶ τὴν κύβηλιν τὴν ταγηνιστηρίαν.
    v.1.p.381
τὴν χύτραν δ’ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως (I 515 K)·
  1. τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
κἀν Δαιταλεῦσι (ib 445)·
  1. κἄγειν ἐκεῖθεν κακκάβην.
Ἀντιφάνης δ’ ἐν Φιλοθηβαίῳ (II 105 K)·
  1. πάντ’ ἔστιν ἡμῖν· ἥ τε γὰρ συνώνυμος
  2. τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
  3. μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
  4. χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
βατάνιον δ’ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ (ib. 49)·
  1. ἔπειτα πουλύπους τετμημένος
  2. ἐν βατανίοισιν ἑφθός.
Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ (ib. 306)·
  1. οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς
  2. περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
  3. δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποιῶ
  4. ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
πατάνιον δὲ διὰ τοῦ π Ἀντιφάνης ἐν Γάμῳ (ib. 40)·
  1. πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,
  2. κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
Φιλέταιρος Οἰνοπίωνι (ib. 234)·
  1. ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.
καὶ πάλιν·
  1. πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
  2. ἕξειν Πατανίων.
    v.1.p.382
ἐν δὲ Παρασίτῳ ὁ Ἀντιφάνης καὶ τάδε εἴρηκεν (ib. 85)·
  1. ἄλλος ἐπὶ τούτῳ μέγας
  2. ἥξει τις ἰσοτράπεζος εὐγενήσ — Β. τίνα
  3. λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων —
  4. Β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω·
  5. σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽. Β. ἐμοὶ δὲ τοὔνομα
  6. οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
  7. χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
  8. πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.
Εὔβουλος δ’ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις (ib. 177)·
  1. τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
  2. λοπάδια καὶ πατάνια πυκινὰ ταρβα καὶ
  3. οὐδ’ ἂν λέγων λέξαιμι.