Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Θεόφραστος δ’ ἐν τῷ πρὸς Κάσανδρον περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπίνικον ἐλεγειακὸν ἐποίησεν) τοὺς Περσῶν φησι (fr. 125 W) βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν ἀργυρίου πλῆθος. Θεόπομπος δ’ ἐν τῇ τριακοστῇ καὶ πέμπτῃ τῶν ἱστοριῶν (FHG I 311) τὸν Παφλαγόνων φησὶ βασιλέα Θῦν ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον ὡς βασιλέα καὶ ἐν φυλακῇ ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ καὶ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν ὅτι οὕτως αὑτῷ δοκοίη ζῆν ὡς ταχέως ἀπολούμενος. ὁ δ’ αὐτὸς Θεόπομπος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Φιλιππικῶν (FHG I 298) ‘ὅταν, φησί, βασιλεὺς εἴς τινας ἀφίκηται τῶν ἀρχομένων, εἰς τὸ δεῖπνον αὐτοῦ δαπανᾶσθαι εἴκοσι τάλαντα, ποτὲ δὲ καὶ τριάκοντα· οἳ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαιοῦ τεταγμένον ἐστίν.’
Ἡρακλείδης δ’ ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν (FHG II 96) ‘καὶ οἱ θεραπεύοντες, φησί, τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες λελουμένοι διακονοῦσιν ἐσθῆτας καλὰς ἔχοντες καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἳ μὲν ἔξω δειπνοῦσιν, οὓς
Ἡρόδοτος δέ φησιν ἐν τῇ ζʹ (c. 118) ὡς οἱ ὑποδεχόμενοι Ἑλλήνων τὸν βασιλέα καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγίνοντο· ὅκου Θασίοισιν ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια
ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνόμασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως (ib. 108)·
- εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν·
- ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
v.1.p.332- δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
- αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας
- ταύτας Θάσιον, ἐγχέλεις, τυρόν, μέλι·
- μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον.
- ὡς θύουσι δ’ οἱ τοιχωρύχοι,
- κοίτας φέροντες σταμνία τ᾽ οὐχὶ τῶν θεῶν
- ἕνεκ᾽, ἀλλ’ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς
- καὶ τὸ πόπανον· τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
- ἅπαν ἐπιτεθέν. οἳ δὲ τὴν ὀσφὺν ἄκραν
- καὶ τὴν χολήν, ὅτι ἔστ’ ἄβρωτα τοῖς θεοῖς
- ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.
Φιλόξενος δ’ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ — εἴπερ τούτου καὶ ὁ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη (I 646 K) καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένου — τοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου (fr. 2 B)·
- εἰς δ’ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν
- ἄμμ᾽, ἑτέραν δ’ ἕτεροις, ἄλλοι δ’ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον.
- ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς
- εὐστέφανοι λεκάναις παροψίσι τ’ ὀξυβάφων πλήρεις, σύν τε χλιδῶσαι
v.1.p.333- παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.
- πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ᾽ ....
- ... ἐπι πρῶτα παρῆλθ’ οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ᾽ ἀλλοπλατεῖς τὸ μέγιστον
- πάντ’ ἔπαθεν λιπαροντεσ εγχελεατινες ἄριστον
- γόγγροιτοιωνητεμων πλῆρες θεοτερπές. ἐπ’ αὐτῷ δ᾽
- ἄλλο παρῆλθε τόσον, βατὶς δ’ ἐνέης ἰσόκυκλος.
- μικρὰ δὲ κακκάβι’ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι,
- ναρκίον ἄλλο ....
- .. παρῆς ἕτερον πίων ἀπὸ τευθιάδα καὶ σηπιοπουλυποδείων
- .. ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν
- ἰσοτράπεζος ὅλος μνηστης συνόδων πυρός ....
- ἔπειτα βαθμοὺς ἀτμίζων· ἐπὶ τῷ δ’ ἐπίπασται
- τευθίδες, ὦ φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον.
- θρυμματίδες δ’ ἐπὶ ταύταις εὐπέταλοι χλοεραί τε δηφαρυγες,
- πυριων τε στεγναι βύσται μέγαθος κακὰ κακκάβου γλυκυου ὀξιος
v.1.p.334- ὀμφαλὸς θοίνας καλεῖται παρά γ’ ἐμὶν καὶ τίν, σαφ᾽ οἶδα.
- εσταδα ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν
- θερμὸν ὅθεν γλυφις τετμημένον εὐθὺς ἐπ’ αὐτὰς
- τὰς ὑπογαστρίδας. διανεκέως ἐπαμυν
- εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ᾽.
- ἀλλ’ ὅθεν ἐλλίπομεν, θοίνα παρέης· ὅτε παλάξαι δύνατ᾽ ἐπικρατέως ἔγωγ’ ἔτι, κοὔ κε λέγοι τις
- πάνθ’ ἃ παρῆν ἐτύμως ὔμμιν, παρέπαισε δὲ θερμὸν
- σπλάγχνον, ἔπειτα δὲ νῆστις
- δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά.
- καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος ἀλεκτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε,
- εἶτα δίεφθ’ ἀκροκώλια σχελίδας τε μετ’ αὐτῶν
- λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.
v.1.p.335- ἑφθά τ’ ἔπειτα κρέ’ ὀπτά τ᾽ ἐρίφων τε καὶ ἀρνῶν,
- ἅ θ’ ὑπερωμόκρεως χορδὰ γλυκίστα
- μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ᾽, ὦ φιλότας, ... ἔσθοις κε· λαγῷά τ’ ἔπειτ’ ἀλεκτρυόνων τε νεοσσοί.
- περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ ...
- καὶ μαλακοπτυχέων ἄρτων. ὁμοσύζυγα δὲ ξανθόν τ᾽ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις
- ἦμεν ἔφασχ’ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δ’ ἤδη
- βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι,
- τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν.
Σωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ ἐμφυλίου πολέμου (FHG III 326) τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δ’ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν Κιλικίᾳ φησιν οὕτως· ‘ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δέ, φησί, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ
εἰς ταῦτα ἔστιν ἀποβλέποντας τὰ ὑπὲρ ἡμᾶς ἀγαπᾶν τὴν Ἑλληνικὴν πενίαν, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος ἐν τῇ πρώτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν (p. 76 M), διηγούμενος καὶ ὅτι ‘ὁ πᾶς αὐτῶν πλοῦτος ηὑρέθη μετὰ τὴν ὑπ’ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησὶν ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος· οἷσι Μαρδόνιον εἱστίασε μετὰ τῶν ἄλλων πεντήκοντα Περσῶν Ἀτταγῖνος ὁ Φρύνωνος, ὅν φησιν Ἡρόδοτος ἐν τῇ ἐνάτῃ (c. 16) μεγάλως πλούτῳ παρεσκευάσθαι. ἡγοῦμαι δ᾽ ὅτι οὐκ ἂν περιεγένοντο οὐδ’ ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλαταιὰς παρατάττεσθαι ἀπολωλόσιν ἤδη ὑπὸ τῶν τοιούτων τροφῶν.’
Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων ὁ Μιλήσιος Ἑκαταῖος ἐν τῇ τρίτῃ τῶν Γενεαλογιῶν (FHG I 28) μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων
ἐν τῷ δευτέρῳ τῶν περὶ τοῦ Γρυνείου Ἀπόλλωνος (FHG II 80), ‘ἐν τῷ πρυτανείῳ δειπνοῦσι γενεθλίοις Ἑστίας Πρυτανίτιδος καὶ Διονυσίοις, ἔτι δὲ τῇ τοῦ Κωμαίου Ἀπόλλωνος πανηγύρει, εἰσιόντες πάντες ἐν στολαῖς λευκαῖς, ἃς μέχρι καὶ νῦν καλοῦσι πρυτανικὰς ἐσθῆτας. καὶ κατακλιθέντες ἐπανίστανται εἰς γόνατα τοῦ ἱεροκήρυκος τὰς πατρίους εὐχὰς καταλέγοντος συσπένδοντες. μετὰ δὲ ταῦτα κατακλιθέντες λαμβάνουσιν ἕκαστος οἴνου κοτύλας δύο πλὴν τῶν ἱερέων τοῦ τε Πυθίου Ἀπόλλωνος καὶ τοῦ Διονύσου· τούτων γὰρ ἑκατέρῳ διπλοῦς ὁ οἶνος μετὰ καὶ τῶν ἄλλων μερίδων δίδοται. ἔπειτα ἑκάστῳ παρατίθεται ἄρτος καθαρὸς εἰς πλάτος πεποιημένος, ἐφ’ ᾧ ἐπίκειται ἄρτος ἕτερος, ὃν κριβανίτην καλοῦσι, καὶ κρέας ὕειον καὶ λεκάριον πτισάνης ἢ λαχάνου τοῦ κατὰ καιρὸν γινομένου ᾠά τε δύο καὶ τυροῦ τροφαλὶς σῦκά τε ξηρὰ καὶ πλακοῦς καὶ στέφανος. καὶ ὃς ἂν ἔξω τι τούτων ἱεροποιὸς παρασκευάσῃ ὑπὸ τῶν τιμούχων ζημιοῦται, ἀλλὰ μὴν
- ‘παρὰ δὲ Ναυκρατίταις,’ ὥς φησιν Ἑρμείας
Λυκέας δ’ ἐν τοῖς Αἰγυπτιακοῖς προκρίνων τὰ Αἰγυπτιακὰ δεῖπνα τῶν Περσικῶν ‘Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὁ Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. ‘εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον.’ καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ ‘κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης
παρὰ δὲ Γαλάταις φησὶ Φύλαρχος ἐν τῇ ἕκτῃ (FHG I 336) ἐπὶ ταῖς τραπέζαις ἄρτους πολλοὺς κατακεκλασμένους παρατίθεσθαι χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται εἰ μὴ πρότερον θεάσηται τὸν βασιλέα εἰ ἥψατο τῶν παρακειμένων. ἐν δὲ τῇ τρίτῃ ὁ αὐτὸς Φύλαρχος Ἀριάμνην φησὶ (ib. 334) τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτὸν καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως. κατὰ τόπους τῆς χώρας καὶ τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς ἐπί τε τούτοις ἐκ χαράκων καὶ τῶν καλάμων τῶν τε οἰσυίνων ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τ’ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος. ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων τε καὶ τῶν λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκευάσθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. ‘καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν
Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως (c. 3, 21) τὸ παρὰ Σεύθῃ διαγράφων συμπόσιον ἐν τούτοις· ‘ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες (τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ), ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο· νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτ’ ἐποίει Σεύθης· ἀνελόμενος τοὺς παρ’ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. καὶ οἱ ἄλλοι δὲ κατὰ τὰ αὐτὰ ἐποίουν, καθ’ οὓς καὶ αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δ’ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει. κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο. ὁ δὲ Ἀρύστας ἐπεὶ παρ’ αὐτὸν φέρων τὸ κέρας ὁ οἰνοχόος ἦν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα· ‘ἐκείνῳ, ἔφη, δός· σχολάζει γὰρ ἤδη, ἐγὼ δ’ οὔπω.’ ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο. ἐπεὶ δὲ προὐχώρει ὁ πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν ‘προπίνω σοι, ὦ Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφ’ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ
Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν ταῖς ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προῄρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων (FHG III 260) ‘Κελτοί, φησί, τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων. ἡ τροφὴ δ’ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ’ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δὲ ᾖ τι δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ
ἔτι ὁ Ποσειδώνιος διηγούμενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς πλοῦτον τοῦ ὑπὸ Ῥωμαίων καθαιρεθέντος, φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ διασπείρειν χρυσίον καὶ ἀργύριον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυριάσι φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν μὲν ληνοὺς πολυτελοῦς πόματος, παρασκευάζειν δὲ τοσοῦτο βρωμάτων πλῆθος ὥστε ἐφ’ ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευασθέντων ἀπολαύειν ἀδιαλείπτως διακονουμένους. ἀφορίσαντος δ’ αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ’ ἀποθρηνεῖν ὅτι ὑστέρηκε, τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δ’ ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ’ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ταῦτα μὲν οὖν ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ ἱστόρησεν.
ἐν δὲ τῇ πέμπτῃ περὶ Πάρθων διηγούμενός φησιν (ib. 254)· ‘ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ’ ὑποκαθήμενος ἐφ’ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν ὑπ’ αὐτοῦ κυνιστὶ σιτεῖται καὶ πολλάκις διὰ τὴν τυχοῦσαν
Μεγασθένης δ’ ἐν τῇ δευτέρᾳ τῶν Ἰνδικῶν (FHG II 423) τοῖς Ἰνδοῖς φησιν ἐν τῷ δείπνῳ παρατίθεσθαι ἑκάστῳ τράπεζαν, ταύτην δ’ εἶναι ὁμοίαν ταῖς ἐγγυθήκαις, καὶ ἐπιτίθεσθαι ἐπ’ αὐτῇ τρυβλίον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχειρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις. Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος ἐν τῇ τριακοστῇ (FHG III 264), ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι. Νικόλαος δ’ ὁ Δαμασκηνός, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Ῥωμαίους ἱστορεῖ (FHG III 416) παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως· ‘τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπί τε ἄλλοις καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν
Ποσειδώνιος δ’ ἐν τρίτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν (FHG III 259) ‘Κελτοί, φησίν, ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γὰρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρχονται. τὸ δὲ παλαιόν, φησίν, ὅτι παρατεθέντων κωλήνων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου. ἄλλοι δ’ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρυσίον, οἳ δὲ οἴνου κεραμίων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει. Εὐφορίων δ’ ὁ Χαλκιδεὺς ἐν ἱστορικοῖς ὑπομνήμασιν (fr. 23 M) οὕτω γράφει· ‘παρὰ δὲ τοῖς Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν
Ἕρμιππος δ’ ἐν αʹ περὶ νομοθετῶν (FHG III 36) τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δ’ ἐν ἕκτῃ ἱστοριῶν (FHG I 261) ‘ἤσκουν, φησί, τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας καθέσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.’ ὅτι δὲ ἀρχαῖον ἦν τὸ περὶ τοὺς μονομάχους καὶ Ἀριστοφάνης εἴρηκεν ἐν Φοινίσσαις οὕτως (I 533 K)·
ἔοικεν δὲ πεποιῆσθαι τὸ ὄνομα οὐκ ἐκ τοῦ μάχη, ἀλλ’ ἐκ ῥήματος τοῦ μάχεσθαι μᾶλλον συγκεῖσθαι. ὁπότε γὰρ τὸ μάχη συντιθέμενον τὸ τέλος εἰς οσ τρέπει, ὡς ἐν τῷ σύμμαχος, πρωτόμαχος, ἐπίμαχος, ἀντίμαχος, ‘φιλόμαχον γένος ἐκ Περσέος’ παρὰ Πινδάρῳ (fr. 164B4), τηνικαῦτα προπαροξύνεται· ὁπότε δὲ παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, ὡς ἐν τῷ πυγμάχος,
- ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
- Ἄρης κατέσκηψ᾽, ἔς τε μονομάχου πάλης
- ἀγῶνα νῦν ἑστᾶσιν.
ὁ δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν (IV 520 M)·
ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ’ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν. Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν (FHG II 361) ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ’ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.
- ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν·
- τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου (fr. 7 Gaede) ‘παρὰ Ἀντιόχῳ, φησί, τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος τὸν τὰς ἱστορίας γράψαντα ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· ‘πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενόν με θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι;’ κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ’ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι.’ Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ τῶν ἱστοριῶν ιζʹ (FHG II 476) Πολυσπέρχοντά φησιν εἰ
ταῦτ’ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται (Arist. Plut. 254) τῶν Ἑλλήνων πολὺ πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος. ἀκριβῶς δ’ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως (p. 637a)· ‘καὶ οὔτ’ ἂν ἐπ’ ἀγρῶν ἴδοις οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ’ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ’ ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ’ οὐδὲν τοιοῦτον.’
καὶ ὁ Κύνουλκος ‘ἀλλ’ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης· ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ‘ἐγὼ δ’ ὁ τάλας’ κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον (II 558 K)·
ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη (Od. 17.176)·
- κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
καὶ ὁ καλὸς δ’ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη (I 484 K)·
- οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.’ γελασάντων δὲ ἡμῶν ἔφη τις· ‘ἀλλ’ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμῖν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.’ καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη· ‘ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη (II 88 K)·
- ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,
- ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
- ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
- ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,
- ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
- ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
- ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα,
- μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.