Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (Litt. e). ὁ δ’ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε (II 366 K)·
ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι (ib. 301)·
- ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
- καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
- ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον
- ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
- ... τάριχος πρῶτον ὡραῖον τοδί·
- διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα.
v.1.p.269- εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
- ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας
- ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ
- μυελὸν ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ.
- παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δ’ ὡς,
- χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
- Β. δίκαιος ὁ λόγος. ἀβάκιον, ψῆφον. Α. λέγε.
- Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον.
- Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω,
- λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι.
- Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε;
- Α. ναί·
- χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς.
- Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου.
- Α. ονεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν.
- Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
- κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες.
- Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
- Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
- γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον.
- Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ,
- ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει.
v.1.p.270- Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
- ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.
Ἱκέσιος δ’ ἐν βʹ περὶ ὕλης πηλαμύδας κύβια εἶναί φησι μεγάλα. κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ (IV 519 M). Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ’ οὗπερ καὶ ἁλίκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν λεπτηνὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης. θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ’ οὓς τοὺς περὶ Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην· καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι· καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια. μνημονεύει δὲ τῶν μύλλων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσι (I 499 K)·
- σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.’
v.1.p.271
ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὔαρος· ‘ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται (II 43 K)·
καὶ ἐν Παρασίτῳ (ib. 87)·
- τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ
- Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
- εὐφροσύναις ὀσμαῖσι χαίρει.
Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ (II 220 K)·
- τάριχος ἀντακαῖον ἐν μέσῳ
- πῖον, ὁλόλευκον, θερμόν.
καὶ προελθών·
- Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
- Γαδειρικόν θ’ ὑπογάστριον παρεισίτω
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη· ‘μήποτ’ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ’ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ’ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν
- ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί,
- ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
- τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
- ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
- τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα·
- ὑπερμέγεθες γάρ ἐστιν.’
καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει·
- ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας
- Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρ’ Ἀττικοῖς· παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.’
- Μενδήσιός θ’ ὡραῖος ἀκρόπαστος εὖ
- ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη· ‘Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ (I 24 K)·
Πλάτων Διὶ κακουμένῳ (ib. 613)·
- ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 441)·
- ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω.
Κράτης Θηρίοις (ib. 135)·
- οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
- πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.
ἰδίως δ’ ἐσχημάτισται παρ’ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι (ib. 228)·
- καὶ τῶν ῥαφάνων ἕψειν χρὴ,
- ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους,
- ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι.
v.1.p.273
Σοφοκλῆς τ’ ἐν Φινεῖ (fr. 641 N)·
- καὶ τάριχος πίονα.
ὑποκοριστικῶς δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ (563)·
- νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
καὶ Κηφισόδωρος ἐν Ὑί (I 802 K)·
- ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις (ib. 151)·
- κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
καὶ Ἐπίχαρμος δ’ ἀρσενικῶς εἴρηκεν (p. 282 L) ὁ τάριχος. Ἡρόδοτος δ’ ἐν θʹ οὕτως (c. 120)· ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι·
- ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν
- ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον.
Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς (I 5 K)·
- τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
- σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
- οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν (V 14 M)·
- ἆρ’ ἂν φάγοιτ’ ἂν καὶ ταρίχους, ὦ θεοί;
καὶ ἐπὶ αἰτιατικῆς (IV 121 M)·
- ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ σ.
- ἐπέπασα
- ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως (II 322 K)·
μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ (fr. 185 Bl). Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως (II 63 K)·
- τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι
- εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
- ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
- ἐν τοῖς Σατύροις εἶναι.
Φειδίππου δὲ — καὶ γὰρ οὗτος ταριχοπώλησ — Ἄλεξις ἐν Ἱππίσκῳ (II 299 K) κἀν Σωράκοις (ib. 377)·
- ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,
- παρ’ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ,
- Εὔθυνος ... ἀπολογίζων αὐτόθι
- χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν.
- Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.
ἐσθιόντων δ’ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε· ‘Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι,
Δίφιλος δ’ ὁ Σίφνιός φησι· ‘τὰ
μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς
- ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
τὸ δὲ ὠμοτάριχον, φησὶν ὁ Δίφιλος, κητεμε τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι δὲ καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ὁ ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων· σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα. γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν, ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ’ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονές εἰσιν.’ Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘οἱ ἁλυκοί, φησίν, καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δ’ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μέν εἰσιν οὐρητικοί, λύουσι δ’ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας· οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις ....’ Ξενοφῶν δὲ ὁ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι (1, 22)· ‘τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ
ἐπὶ τούτοις λεχθεῖσιν ὁ Κύνουλκος πιεῖν ᾔτησε δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασι. πρὸς ὃν ὁ Οὐλπιανὸς σχετλιάσας καὶ τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη· ‘μέχρι πότε βαρβαρίζοντες οὐ παύσεσθε; ἢ ἕως ἂν καταλιπὼν τὸ συμπόσιον οἴχωμαι, πέττειν ὑμῶν τοὺς λόγους οὐ δυνάμενος;’ καὶ ὅς· ‘ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίῳ κέχρημαι κατὰ τὴν συνήθειαν φωνῇ. καὶ γὰρ παρὰ τοῖς ἀρχαίοις ποιηταῖς καὶ συγγραφεῦσι τοῖς σφόδρα ἑλληνίζουσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάνδας ἢ ἀγγάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον· μέτρον δ’ ἐστὶ τοῦτο ὁδοῦ μέχρι νῦν οὕτως παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντάς τ’ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. βέλτιον δ’ ἦν μοι (Ar. eq. 83)
ἢ εἰς σὲ ἐμπεσεῖν. οὐ γὰρ ἂν εἴποιμι Ταύρειον ὕδωρ πιεῖν, ὅπερ σὺ οὐκ οἶσθα τί ἐστιν· οὐδὲ γὰρ ἐπίστασαι ὅτι καὶ παρὰ τοῖς ἀρίστοις τῶν ποιητῶν καὶ συγγραφέων εἴρηταί τινα καὶ φαῦλα. Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν πρὸς Ἀριστοτέλην λέγει ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ μὲν Ἀρχιλόχῳ (fr. 124 B4) τὸ πάντ’ ἄνδρ’ ἀποσκολύπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ τε τὸ τὴν γλῶτταν ὀμωμοκέναι φάναι (Hipp. 612) καὶ Σοφοκλεῖ τὸ ἐν Αἰθίοψιν εἰρημένον (fr. 25 N)·
- αἷμα ταύρειον πιεῖν,
- ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,
v.1.p.279
καὶ ἀλλαχοῦ δ’ ὁ αὐτὸς ἔφη (El. 61) μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν· Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι τῷ Διὶ καὶ τὸν Ἄρη μοιχεύειν· ἐφ’ οἷς πάντες κατηγοροῦσιν αὐτῶν.
- τοιαῦτά τοί σοι πρὸς χάριν τε κοὐ βίᾳ
- λέγω, σὺ δ’ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν
- δίκαι’ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.
εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν (fr. 6 B)
Ἀντιφάνης τ’ ἐν Ἀλκήστιδι ἔφη (II 22 K)·
- οὐκ ἀείδω τὰ παλαιά· τὰ γὰρ ἀμὰ κρείσσω.
- νέος ὁ Ζεὺς βασιλεύει· τὸ πάλαι δ’ ἦν
- Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά.
ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω. κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα (I 194 K)
- ἐπὶ τὸ καινουργεῖν φέρου,
- οὕτως, ἐκείνως, τοῦτο γινώσκων ὅτι
- ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,
- πολλῶν παλαιῶν ἐστι χρησιμώτερον.
‘ἀλλὰ μὴ φθονήσῃς, ἔφη ὁ Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι· τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.’ καὶ ὁ Κύνουλκος ‘ἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν (διψᾷς γὰρ λόγων) παρ᾽ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης (II 370 K)·
- εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ...
- ἐγὼ δ’ ἂν ἀντείποιμι ‘μὴ πολυπραγμόνει,
- ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.’
τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ (fr. 20 N) ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ’ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται.
- ὕδατος ἀπέφθου κύαθον· ἂν δ’ ὠμὸν πίῃ,
- βαρὺ καὶ κοπῶδες.
ἐπίστανται δ’ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ’ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο
Ἀντιφάνης δ’ ἐν Ὀμφάλῃ (II 84 K)·
- τὸ χαλκίον
- θέρμαινέ θ’ ἡμῖν καὶ θύη πέττειν τινὰ
- κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα.
ἐν δ’ Ἀλειπτρίᾳ — φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδοσ — (ib. 19)·
- ἐν χύτρᾳ δέ μοι
- ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι.
- οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ᾽. ἐὰν δ’ ἄρα
- στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν,
- παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.
Πλάτων δ’ ἐν δʹ Πολιτείας (p. 437 d)· ‘πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ ἢ πολλοῦ ἢ ὀλίγου ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ’ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ,
- ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον,
- κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην
- ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος
- ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι
- ἐλευθέριον.
καὶ Φιλήμων ἐν Κορινθίᾳ (ib. 488). Ἄμφις δ’ ἐν Βαλανείῳ (ib. 237)·
- αἱ δὲ παῖδες παρέχεον
- ἣ μὲν τὸ θερμόν, ἣ δ’ ἑτέρα τὸ μετάκερας.
- ἀνεβόησ’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.’
μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ ὁ Ποντιανὸς ἔφη· ‘οἴδασιν, ὦ φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί (II 364 K)·
ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι (I 234 K) φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις (II 348 K)·
- καὶ γὰρ βούλομαι
- ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἔστι μοι μέγα
- φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
Δεξικράτης δ’ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ’ ἑαυτῶν πλανώμενοί φησιν (IV 571 M)·
- εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
- ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
- ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
- ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
- ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς.
- τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν
- γλιχόμεθα· τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
- ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
- τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
- καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
- τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ, διασύρομεν.
- καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
- ἐπὶ ταῖς ἀβυρτάκαισι δ’ ἐκβακχεύομεν.
- οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
- τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ αἰεί,
- ἐπὰν γένηται δ᾽, ὡς τάχιστ’ ἔχειν τέλος.
Εὐθυκλῆς δ’ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ (I 805 K)·
- εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
- ἐπίσταμ’ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ ...
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν (2, 1, 30). Χάρης δ’ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις (fr. 11 M)
- πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ’ ὠνία·
- πρῶτον δ’ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.
ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς (I 728 K)·
καὶ ὁ Λύσιππος ἐν Βάκχαις (I 700 K)·
- οἶνον γὰρ πιεῖν
- οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
- ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
Δίφιλος δ’ ἐν Μνηματίῳ φησίν (II 559 K)·
- Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; Β. τί δ’ ἄλλο γ’ ἢ
- ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
- ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
Πρωταγορίδης δ’ ἐν βʹ τῶν κωμικῶν ἱστοριῶν (FHG IV 484) τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις· ‘τὴν γὰρ ἡμέραν ἡλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι’ ὅλης
- ψῦξον τὸν οἶνον, Δῶρι.
καὶ πάλιν·
- ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτί γέ σοι
- νόμιζ’ ὑπάρχειν.
Ἀπολλόδωρος δ’ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως (IV 438 M)·
- ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλ’ ἐμόν.
- ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
- λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
- τὰς ἱμονιὰς πεποίηκας.’
τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη· ‘ἐγὼ δ’ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.’ καὶ ὁ Οὐλπιανὸς ‘κεῖται μὲν ὁ φιλοτάριχος, ἔφη, παρ’ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως (II 84 K)·
Ἄλεξις δ’ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις (ib. 312)·
- οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.
τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.’ ‘οὐ γὰρ
- ὁ δὲ Κίλιξ
- ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.
πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός· ‘ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;’ ‘τὰ μὲν οὖν τοῦ Ἀσίου,’ ἔφη ὁ Μυρτίλος, ‘ἔπη ταῦτ’ ἐστί (II 23 B4)·
- τήν ῥά ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν
- ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης·
- ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη
- ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη·
- ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε
- θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.’
ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως (II 446 K)·
- χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
- ἦλθεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
- ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν
- ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις (ibid)·
- ὀψοφάγος εἶ καὶ κνισολοιχός.
τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ (ib. 37). ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ (ib. 317)·
- ὁ πορνοβοσκὸς γὰρ μ᾽ ὑπὸ κνισολοιχίας
- χορδήν τιν’ αἱματῖτιν αὑτῷ σκευάσαι
- ἐκέλευσε ταυτηνί με.
- εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
- ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
- ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
- οὔτε φιάλῃ· μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.’
ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη· ‘ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ’ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.’ καὶ ὁ Οὐλπιανὸς ‘ἀλλ’ ἐμοὶ μέν, ἔφη, ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ’ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.’ καὶ κομισθέντος ‘δότε, ἔφη, μυστίλην· οὐ γὰρ ἂν εἴποιμι μύστρον .... παρ’ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.’ ‘ἐπιλήσμων εἶ, ἔφη, ὦ θαυμάσιε,’ ὁ Αἰμιλιανός. ‘οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι
διὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος. τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ’ ἔλαιον αὐτοῖς ἀναφύρασον, ἡνίκ’ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ’ αὐτὸν ἀπ’ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα· τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ. τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς
- ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
- ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
- χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
- ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
- ζωμὸν δὲ βρομέοντα καταντλας . . . . .
- . . . . . . . . . . . πνῖγε δὲ πῶμα
- ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
- ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ᾽ ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ‘ἄκικύς εἰμι κὠλιγοδρανέω.’
- μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
- ἰσχαδοπώλαις, διφθεροπώλαις,
- ἀλφιτοπώλαις, μυστριοπώλαις,
- βιβλιοπώλαις, κοσκινοπώλαις,
- ἐγκριδοπώλαις, σπερματοπώλαις.
τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ‘ὁ δὲ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός;’ ὅθεν καὶ Μυρτίλος ἐστίν.’ καὶ ὁ Οὐλπιανὸς ‘παύομαι, ἔφη, ἐσθίων, ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.’ καὶ ὁ Αἰμιλιανὸς ἔφη· ‘ἀλλ’ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν
τὸ δ’ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις (ib. 368)·
- ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστιν, φίλτατε;
- Β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός.
- Α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
- Β. ..... τῆς .. Φοινίκης ..
- σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη.
χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως (I 442 K)·
- καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
καὶ σεμιδάλεως δὲ μέμνηται, εἰ καὶ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ (I 712 K) καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ (II 328 K). τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω (l. s)·
- ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
- ἐδίδου ῥοφεῖν ἄν.
τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί (II 45 K)·
- τῶν δὲ διδύμων ἐκγόνων
- σεμιδάλιδος ...
ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφήν. ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα. — οὐ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. — ἀλλ’ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα.
- ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων
- πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας
- ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
- ἴσως ἐλεφάντων τεττάρων.
Ἱππόλοχος ὁ Μακεδών, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ Λυγκέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐρεσίου μαθητάς, συνθήκας δ’ εἶχε ταύτας πρὸς τὸν Λυγκέα, ὡς ἐκ τῶν αὐτοῦ μαθεῖν ἔστιν ἐπιστολῶν, πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγκέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος ἐμφανίζοντος δεῖπνον Ἀθήνησι γενόμενον Δημητρίῳ τῷ βασιλεῖ, ἐπίκλην δὲ Πολιορκητῇ (ἐρωμένη δ’ ἦν ἡ Λάμια τοῦ Δημητρίου), τοῦ δ’ Ἱππολόχου τοὺς Καράνου τοῦ Μακεδόνος ἐμφανίζοντος γάμους. καὶ ἄλλαις δὲ περιετύχομεν τοῦ
ἐν Μακεδονίᾳ, ὡς ἔφην (III 126 e), τοῦ Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἄνδρες ἦσαν εἴκοσιν· οἷς καὶ κατακλιθεῖσιν εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά. προεστεφανώκει δὲ καὶ ἕκαστον πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε χρυσῶν ἑκάστῃ δ’ ἦν τὸ τίμημα. ἐπεὶ δ’ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν σὺν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δ’ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ’ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ‘ἐπεδώκαμεν οὖν, φησί, καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν βρώσεως ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσηνέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσί τε χρυσαῖ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ.’ ἐπὶ δὲ τούτοις εἰπὼν ὁ Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ,
‘ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλοτριωμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ μουσουργοὶ καὶ σαμβυκίστριαί τινες Ῥόδιαι, ἐμοὶ μὲν γυμναὶ δοκῶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας, ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτ’ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου, πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος ὥστε δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη οὖσαν πολλῶν ἀγαθῶν· ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι καὶ νῆτται καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι καὶ ὄστρεα καὶ κτένες· καὶ ἑκάστῳ πεπυρωμένα αὐτοῖς πίναξιν ἐδόθη. μετὰ δὲ ταῦτα πιόντες ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ’ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. ὁρῶν οὖν τὴν δυσχωρίαν ὁ Κάρανος κελεύει σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα διὰ ἱμάντων ἐλεφαντίνων πεπλεγμένα δοθῆναι, ἐφ’ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς
ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ὁ Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος ἐξέπιεν ἐπειπών·
καὶ ὁ Κάρανος ἔφη· ‘ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας.’ ἐφ’ οἷς λεχθεῖσιν
- ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
οἱ δ’ ἐννέα πάντες ἀνέστανIl. 7.161 ἁρπάζοντες κἄλλος ἄλλον φθάνοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα.