Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
αἱ βάλανοι δ’ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ᾽ ὠτάρια — γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ — τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως (p. 174 Wil) τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης. αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα· πολύτροφα δ’ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων (p. 229 R) ‘ὄστρεα, φησίν, πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ’ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ
προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος (p. 546b 18)· ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν· τοῦτο δ’ ἐστὶν οἷον κηρίον, ἀλλ’ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ’ ἀρχόμεναι
Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν προφυρᾶν’ (fr. 60 Bo) φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν ὁ Ἀριστοτέλης (h. a. V p. 547a 13), τοῦ ἔαρος, ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ (ib. p. 547b 3)
αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον διαφθείρονται.’ τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ’ ὁ Σολεὺς ἐκ τοῦ εʹ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς· ‘ἡ πίννη, φησίν, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός. καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἣ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί (ibid. b 18)· ‘πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα
‘τὸν αὐτὸν δὲ τρόπον (ib. p. 548a 22) γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.’ τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ (I 272 K) ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως (ib. p. 534)·
καὶ ἐν Σφηξί (884). Φερεκράτης δ’ ἐν Αὐτομόλοις (I 152 K)·
- ἔχε τὸν πρῶτον πάντων
- ἴφυα φῦναι
- εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως (IV 468 M)·
- κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
τὸ δ’ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται (549)·
- ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι.
ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.
- ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
καὶ περὶ τῶν ἄλλων ὀστρέων ὁ Δίφιλος τάδε φησί· ‘χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μέν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι. οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλοις δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττονες δ’ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ’ ἀνθράκων ὀπτώμενοι.’ — ‘σωληνισταὶ δ’ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος
— ‘αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι.
- λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί (p. 231 L)·
- δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
- τὸν κάτω σπατάγγην.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου (fr. 15 Gaede) Λάκωνά φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν· ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ‘ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖτις ἔτι κα λάβοιμι.’ ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς
- καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοί θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα
- νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δ’ ἐμπορεύονται μόνοι.
- ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
- ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας·
- ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ,
- στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
- κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
‘τῶν δὲ λεπάδων, φησὶν ὁ Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι. τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι. διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασίν τ’ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέοσ ὕδατος ἀμιγῆ μικρά,
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ‘ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὑτοῖς ἔχει κατεξηραμμένας, δι’ ὧν ἔκλυτος ἡ κοιλία γίνεται. τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.’
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει (fr. 83 Schn)·
καὶ Ἀρχέστρατος δ’ ἐν Γαστρονομίᾳ φησί (fr. 50 R)·
- ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
v.1.p.213- νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
- γλίσχραι τ’ ἀλλὰ σύνες τε καὶ αὐτῆς φωλεὰ πίνης.
καὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί (I 785 K)·
- τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος,
- τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη·
- πλείστους δ’ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
- αὐτῶν ....
- Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
- κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
- τήθεα Καλχηδών, τοὺς κήρυκας δ’ ἐπιτρίψαι
- ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
- πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος
- Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις (I 14 K)·
- χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
- Μηθύμνης.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 230 v. 3 L)·
- πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ (p. 250c)· ‘ὀστρέου τρόπον, φησί, δεδεσμευμένοι,’ καὶ ἐν Τιμαίῳ
- ὄστρεια συμπεφυκότα.
περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων — οὐ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν — Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως (c. 36)· ‘τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ’ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.’ Ἀνδροσθένης δ’ ἐν τῷ τῆς Ἰνδικῆς Παράπλῳ (fr. 1 M) γράφει οὕτως· ‘τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ’ ἡμῖν· γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν· ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται. αὕτη δ’ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ᾽
Ἰσίδωρος δ’ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ᾽ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ’ ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς
ἄνευ δὲ τοῦ σ λεκτέον· παρὰ γὰρ τὸ μαρμαίρειν ὠνόμασται τῷ διαυγὴς ὑπάρχειν.
- μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.
μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες ΤΩΝ ΕΞ ΥΔΑΤΟΣ ΚΡΕΩΝ πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. ‘εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ (IV 519 M).’ καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων ὃ μέν τις ἔλεγε· ‘τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι (300)· ‘φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν.’ καὶ ἑξῆς (160)·
καὶ πάλιν (356)·
- τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
- πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν (1178)·
- ἐγὼ δέ γ᾽ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
- καταβροχθίσας κἆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
- λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
σιαγόνος δὲ Κρατῖνος Πλούτοις (I 63 K)·
- ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας
- καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
καὶ Σοφοκλῆς Ἀμύκῳ (fr. 109 N)·
- περὶ σιαγόνος βοείας μαχόμενος.
Πλάτων δ’ ἐν Τιμαίῳ γράφει (p. 75d)· ‘καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.’ καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς (1, 8)· ‘σιαγόνα μικρὰν συνεσταλμένην.’ οἱ δὲ διὰ τοῦ ῡ στοιχείου ἐκφέροντες κατ’ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός. χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν (p. 248 L). Ἀριστοφάνης ἐν Νεφέλαις (455)·
- σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
v.1.p.218
Κρατῖνος ἐν Πυτίνῃ (I 72 K)·
- ἔκ μου χορδὴν
- τοῖς φροντισταῖς παραθέντων.
καὶ Εὔπολις ἐν Αἰξίν (ib. 264). Ἄλεξις δ’ ἐν Λευκαδίᾳ ἢ Δραπέταις (II 344 K)·
- ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος.
Ἀντιφάνης ἐν Γάμοις (ib. 43)·
- χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
- ἐκτεμὼν χορδῆς μεσαῖον.
ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ· τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι (p. 107b), πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ (II 475 K)·
Ἀναξίλας Μαγείροις (II 269 K)·
- ἑφθῶν μὲν σχεδὸν
- τρεῖς μνᾶς, Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
- τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς.
Ἀναξίλας δ’ ἐν Κίρκῃ (ib. 267)·
- τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
- ἰχθύδι’ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια;
v.1.p.219- συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
- ἀκροκώλι’ ἕψειν ... ῥύγχη, πόδας.
καὶ ἐν Καλυψοῖ (ib. 266)·
- δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς
- ῥύγχος, ὦ φίλε Κινησία.
ὠτάρια δ’ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ (ib. 155). Ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν (ib. 415)·
- ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.
Ἀριστοφάνης Προαγῶνι (I 510 K)·
- ζωμὸν ποιῶ
- θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
- συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ
- σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
- τόμον,
- ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
- τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Φερεκράτης Λήροις (ib. 173)·
- ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
- πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν Ϛʹ ἱστοριῶν (c. 59 Hu). Στησίχορός τέ φησιν ἐν Συοθήραις (fr. 14 B)·
- ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ’ ὑός.
ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπ’ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ (I 679 K) κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως·
- κρύψαι δὲ ῥύγχος
- ἄκρον γᾶς ὑπένερθεν.
v.1.p.220
καὶ Ἀραρὼς Ἀδώνιδι (II 215 K)·
- καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν.
- ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.
ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι (II 393 K)·
καὶ ἐν Γηρυτάδῃ (ib. 430)·
- καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα
- ἥψησα τακερά.
Ἀντιφάνης Κορινθίᾳ (I 61 K)·
- ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.
ὅτι δ’ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος (fr. 100h 1 Schn) ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε· ‘Ἀργεῖοι Ἀφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.’ Φερεκράτης δ’ ἐν Μεταλλεῦσι (I 175, 13 K)·
- ἔπειτα κἀκροκώλιον
- ὕειον Ἀφροδίτῃ; γελοῖον. Β. ἀγνοεῖς·
- ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν,
- ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
- τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν.
Ἄλεξις Κυβευταῖς (II 339 K)·
- σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
- ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια.
v.1.p.221
κἀν Παννυχίδι ἢ Ἐρίθοισιν (ib. 363)·
- ἠριστηκότων
- σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός.
τῶν δ’ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ (I 157 K)·
- ἡμίοπτα μὲν
- τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται,
- ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.
Ἀντιφάνης Παρασίτῳ (II 87 K)·
- ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθ’ ἡμῖν.
- Β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
- ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Ἐκφαντίδης δ’ ἐν Σατύροις (I 9 K)·
- χοιρίων
- σκέλη καπύρ᾽. Β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
- ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.
γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων (I 522 K)·
- πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός.
- ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ
- κάπτων.
v.1.p.222- ἀλλὰ φέρετατ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου
- κόλλοπά τιν᾽· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
- σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς
- ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
- χλιαρῶν.
τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς· ‘Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη· ‘κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.’ καὶ ὁ Λεωνίδης· ‘Δήμων ἐν δʹ Ἀτθίδος (FHG I 378) ‘Ἀφείδαντα, φησί, βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ’ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.’
ΜΗΤΡΑ ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς ‘ἄγε δή, ἔφη, ἄνδρες φίλοι, παρὰ τίνι
νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν, ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη (fr. 472 N). πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν Πρωταγόρᾳ (p. 347 c)· ‘τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι.’ τοῦτο δ’ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε· πίνοντες, μᾶλλον δ’ ἐκπίνοντες αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν (p. 21 c), οὐκ
καὶ ὁ Κύνουλκος ὀργισθεὶς ‘γάστρων, ἔφη, καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,
ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα ....· εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην — εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλησ — εἰπών ‘παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην.’ εἰς βαλανεῖον δέ ποτε πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ‘ποῖ δή;’ ‘ἀπολούμενος, ἦν δ’ ἐγώ, ἐπείγομαι;’ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι
- ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
τῆς δ’ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ‘Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ’ οὕτως ἀπολούμεθον.’ ὁ δ’ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι — τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας (FHG III 470) ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων — ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ‘οὐκ εἶδές με, ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.’ τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ‘γενέθλιός ἐστι τῆς ἀλέκτορος
τοιοῦτοί τινές εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς τοῦ θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ’ ἐν αʹ Σικελικῶν (FHG lI 82) τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως (FHG III 169)· ‘Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτ’ ἐπέστειλε·
- τὸ δὲ τυραννεῖν ἐστιν;
- ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
- ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία
- λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ’ ὅτι
- τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν, εἴπερ γίνεται,
- οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται,
- οὐτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται,
- ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω,
- οὐκ ἔστ’ ἕωσπερ γέγονε ὃ δὲ μὴ γέγονέ πω.
- ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ’ οὐκ ἦν ὅθεν,
- πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
- εἰ δ’ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
- κηποι δεποτις εἴη, πόθεν γενήσεται
- τοὐκ ὂν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
- ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι.