Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ τε λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησίν (I 184 K)·
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων (c. 71)· ‘βασιλεῦ, σὺ δ’ ἐπ᾽ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταί τ’ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ’ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην· πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ᾽ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο οὐθὲν ἀγαθόν.’ Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ιϚʹ τῶν ἱστοριῶν (c. 24, 9 Hu) ‘Φίλιππος, φησίν, ὁ Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.’ καὶ Ἀνάνιος δ’ ὁ ἰαμβοποιὸς ἔφη (fr. 3)·
- ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
- τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
- εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
- καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους,
- γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.’
τοσαῦτα τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη· ‘Φυλότιμος ἐν γʹ περὶ τροφῆς ‘τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει. χυλὸν δ’ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ’ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ’ ὑπερβολήν. ἀδύνατον δ’ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς ὀπώρας ἀλύπως διάγομεν, ἀλλ᾽ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας· τὴν μὲν κολλώδη τε καὶ
Ἡρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει· διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ‘ἡ τοῦ ψυχροῦ, φασί, πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα· διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ
ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν (I 167 K). Ἀριστοφάνης δ’ ἐν Προαγῶνι (I 511 K)·
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι (II 211 K)·
- κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε
- ἔτρωγ᾽, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ’ ἐν Σειρῆσιν (I 777 K)·
- νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,
- φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
- ἐὰν δέ γ’ ἡμῶν σῦκά τις μεσημβρίας
- τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
- ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου·
- κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
Δίφιλος δ’ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει· τὰ δ’ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ τὰ σπάνυδρα δ’ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν·
- σῦκον μετ’ ἰχθύν, ὄσπρεον μετὰ κρέα.
- σῦκα φίλ’ ὀρνίθεσσι, φυτεύειν δ’ οὐκ ἐθέλουσι.
ΜΗΛΑ. ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ (cf. Litt. cd). Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα, προσλαμβάνοντα δ’ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ
κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως (fr. 29 B4)·
καὶ Ἀλκμάν (fr. 143). ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ (I 765 K)·
- πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
- πολλὰ δὲ μύρσινα φύλλα
- καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.
καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ (II 478 K) τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ Ϛʹ τῶν ἱστοριῶν (FHG I 336) τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.’
- κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον (fr. 43 Pr) ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν
διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησίν (p. 44 M)·
μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως (fr. 50 Schn)·
- ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις
- πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας (p. 178 M) καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησίν (p. 170 Wil)·
- αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
- μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
- ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δ’ ἀριμήλων
- πορφυρέων, Ἐφύρῃ τά τ’ ἀέξεται ἠνεμοέσσῃ.
φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως (I 211 K)·
καὶ Θεόπομπος ἐν Θησεῖ (I 738 K). Ἀνδροτίων δ’ ἐν τῷ Γεωργικῷ ‘τὰς δὲ μηλέας, φησί, φαυλίας καὶ
- ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
- φαυλίων μήλων.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.’ Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δʹ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ’ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δʹ Λακωνικῶν (FHG IV 332)· ‘ἔτι δὲ μῆλα καὶ μηλέασ τὰς λεγομένας ἑσπερίδας.’
- μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
- κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
ΠΕΡΣΙΚΑ. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε· ‘ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου,
ΚΙΤΡΙΟΝ. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γὰρ ἔφασκεν, ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ Πλούταρχος ‘ἀλλὰ μὴν ἔγωγε, φησί, διορίζομαι μηδ’ ὅλως τὸν Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι’ αὐτὸ τοῦτ’ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ’ ἔχειν οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου· ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.’ Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι (FHG III 472) μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν
φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως (4, 2)· ‘ἡ δὲ Μηδία χώρα καὶ ἡ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς δάφνης ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ’ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον (δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον) καὶ πρὸς στόματος εὐωδίαν· ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα
ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίῳ (II 35 K)·
Ἔριφος δ’ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει (II 429 K)·
- καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν
- ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε,
- παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ᾽,
- ὦ θεοί·
- νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
- εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
v.1.p.195- Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Φωσφόρον,
- φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
- μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
- καὶ τίμιον.
- Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Ἄρτεμιν,
- φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι; τρία
- μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
- καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
- τίθημι· λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι.
- Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
- δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
- Β. βέρβεαι πολυτίμητε· κᾆτα τρεῖς μόνας
- καὶ τάσδ’ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.
τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν (FHG II 300) ἀκάνθας ἔχειν περὶ τὰ φύλλα. ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.
ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος κατεδίκασέ
τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (FHG I 311) περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς
ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ’ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.
ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων (p. 230 L)·
- ἄγει δὲ παντοδαπὰ κογχύλια,
- λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια,
- .... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
- τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
- εὐμαρέα·
- μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
v.1.p.198- τὰ γλυκέα μέν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα,
- τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
- κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ’ ἰσωνία·
- θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
- ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
- πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
ἐν δὲ Μούσαις γράφεται (p. 238 L) ἀντὶ τοῦ
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ’ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι (p. 274 N) ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή (fr. 51 B4)·
- κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία
- κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
ἧς ἐπὶ τέλει γεγράφθαι·
- πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ’ ἡμῖν
- ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
πάλιν δ’ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι (p. 250 L)·
- ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις
- ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται (fr. 65 Bo)· ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν (fr. 55) χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται (fr. 198 B), τοῦ δ’ ἀναρίτου Ἴβυκος (fr. 22). καλεῖται δ’ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ’ ἐν Συνεργαζομέναις (fr. 2 B)·
- κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
Αἰσχύλος δ’ ἐν Πέρσαις τις ἀνηρει τοὺς ‘νήσους νηριτοτρόφους’ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται (Il. 16.747).
- προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει (ibid)·
- λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως (fr. 302)·
- κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν (II 217 K)·
- ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
- δυναίμεθ’ εὑρεῖν ...
Σώφρων δ’ ἐν Μίμοις (fr. 38 Bo)· ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.’ τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)·
- τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
- κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
- καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι (I 785 K)·
- ἣ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
v.1.p.201
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς (FHG 386. 292) τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.
- πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,
- ὄστρειον,
- χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
- ἐκ Μιτυλήνης·
- αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
- πέρκη, κορακῖνοι.
τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις (I 409 K)·
Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις (I 214 K) κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις (fr. 33 Bo)· ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.’ ἀρσενικῶς δ’ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ (fr. 32 N)·
- ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
- ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Ἀριστώνυμος Θησεῖ (I 668 K)·
- κόγχοι μύες κὤστρεια.
παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος Σατύροις (I 383 K).
- κόγχος ἦν βάπτων ἄλλων ὁμοίως.
Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ λείασ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους,
τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ’ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε τούτων. ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοί τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν· τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι
- ὥρα περαίνειν· ἐγχέλεια, καράβους,
- κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
- πίνας, τραχήλους, μύας.