Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων (II 384 K), ἑταῖρε Τιμόκρατες·
κἀμοὶ δ’ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· ἀλλ’ ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας ...
- κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,
- πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι καὶ δέκα
v.3.p.127- ἅρματα συνωρίδες τε πεντεκαίδεκα·
- τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν,
- ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
ἡ γὰρ ἀπόλαυσις δήπου μετ’ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθ᾽ ἡδονῆς. καίτοι Σοφοκλῆς γ’ ὁ ποιητής, τῶν ἀπολαυστικῶν γε εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς δεσπότου (Plat. rep. I p. 329 c). ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ’ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι (mem. 2, 1). κατὰ γὰρ τὸν Ἐμπεδοκλέα (v. 405 St)·
καὶ Μένανδρος δ’ ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί (fr. 285 K)·
- οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς
- οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,
- ἀλλὰ Κύπρις βασίλεια.
- τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
- γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις
v.3.p.128- σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,
- ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.
- φιλόμουσον εἶν’ αὐτὸν πάνυ
- ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ αἰεί.
καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. διόπερ Ὅμηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπ᾽ αὐτῆς. ὅσα μὲν γὰρ ἀγρυπνῶν ὁ Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτ’ ἀπώλεσεν μεθ’ ἡμέραν ὑφ’ ἡδονῆς κρατηθείς. καὶ ὁ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτ’ ἦλθον αὐτὸν θεασόμενοι δεδεμένον· Od. 8.329
‘οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλλου.
- οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
- ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
- ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι,
- χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ ζωάγρι’ ὀφέλλει.
Πλάτων δ’ ἐν τῷ Φιλήβῳ φησίν (p. 65c)· ‘ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὥσπερ καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.’ ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας ὁ αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν Ἐπικουρείων θρυλούμενον (cf Epic. fr. 456 Us. adn), ὅτι ‘τῶν ἐπιθυμιῶν αἳ μέν εἰσι φυσικαὶ καὶ ἀναγκαῖαι, αἳ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, αἳ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι’, γράφων οὕτως (p. 559a)· ‘ἆρ᾽ οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; ἡ μέν γέ που τοῦ σίτου κατ’ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε παῦσαι
Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς τάδε λέγει· ‘οἱ τύραννοι καὶ οἱ βασιλεῖς πάντων ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὸ τρυφᾶν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν· διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. καὶ ἡ Ἀθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ’ ὑπέδυνον χιτῶνας, κορύμβους δ᾽ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν· ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν.
Πίνδαρος δὲ παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι (fr. 126 B4)·
- τίς γὰρ ἁδονᾶς ἄτερ θνητῶν βίος ποθεινὸς ἢ ποία
- τυραννίς;
- τᾶς δ᾽ ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών.
καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν (Od. 9.5) εἶναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας (Z 138) — τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνωσ — ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.’
- μηδ’ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· πολύ τοι
- φέριστον ἀνδρὶ τερπνὸς αἰών.
διόπερ καὶ Μεγακλείδης (FHG IV 443) ἐπιτιμᾷ τοῖς μεθ’ Ὅμηρον καὶ Ἡσίοδον ποιηταῖς ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει· ‘ὃς μεθ᾽ ἡδονῆς πλείστης τὸν μετ’ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος. εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· ‘πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε,
ὁ δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν· Od. 9.5
ὁ δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα
- οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι
- ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
- δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ
- ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
- σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων
- οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
- τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ ἂν διαμαρτεῖν. τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί (Pind. fr. 43 B4)·
- αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
- εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ (fr. 286 N)·
- ὦ τέκνον,
- ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον
- προσφέρων πάσαις πολίεσσιν ὁμίλει·
- τῷ παρεόντι δ’ ἐπαινήσαις ἑκὼν
- ἄλλοτ’ ἀλλοῖα φρόνει.
καὶ ὁ Θέογνις (v. 215 Z)·
- νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως
- πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος.
εἰσὶ δ’ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ᾽ ἡδονήν, λέγοντα· Il. 4.1
- πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.
καὶ ὁ Μενέλαος δὲ παρ’ αὐτῷ φησιν (Od. 4.178)·
- οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
- χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
- νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
- δειδέχατ’ ἀλλήλους.
καί· Od. 9.162
- οὐδέ κεν ἡμέας
- ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται.
- ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.
διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων ἀνθρώπων ΠΕΡΣΑΙ, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. κληθῆναι δὲ τὰ Σοῦσά φησιν Ἀριστόβουλος καὶ Χάρης (scr. h. Al. M. p. 99. 116) διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ εἶναι τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον. ἐν Περσεπόλει δὲ διατρίβουσι τὸ φθινόπωρον καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δὲ ἐν Βαβυλῶνι, ...... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ’ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. ‘κατεσκευάζετο γάρ, ὥς φησι Δίνων (FHG II 92), ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. εὐῶδες δ’ ἐστὶν ἡ λάβυζος καὶ πολυτιμότερον τῆς σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι, φησί, βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ’ αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ τούτῳ ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο.’ ‘φυλάσσουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος
Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων (FHG II 304) προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνων ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. καὶ προελθὼν δὲ γράφει· ‘τοῖς γοῦν
Ξενοφῶν δὲ ἐν ὀγδόῳ Παιδείας (8, 15) ‘ἐχρῶντο, φησίν, ἔτι τότε τῇ ἐκ Περσῶν
ΛΥΔΟΙ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς ὡς καὶ πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας
πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε ὁ Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, Ἀρχύτας, Ἀκέστιος Ἀκεσίας, Διοκλῆς, Φιλιστίων.
μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως (II 493 K)·
- ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
- παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα
- κάνδαυλον οὐδ’ ἀκήκο’ οὐδεπώποτε.
- Α. θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δ’ ἐγὼ
- ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
- αὐτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν —
- Β. ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπεις ...
- Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων,
- κρεῶν, βατανίων εὐθέως ....
- δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον,
- πῦον, μέλιτος ὀξύβαφον, ἀποταγηνιῶ
- τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν
- βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ
- γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος
- ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται.
- Β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀλλ᾽ ἀπαλλάγηθί μου
- .... κανδαύλους λέγων καὶ χόρια καὶ
- βατάνια πᾶσαν .... τὴν ἡδονήν.
v.3.p.141
καὶ Νικόστρατος ἐν Μαγείρῳ (ib. 224)·
- τοὺς ἐν τῇ πόλει
- μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ,
- κάνδαυλον, ᾠά, θρῖον ἐνστενω. τί ...
- τούτων διάπτωμ’ ἐγένετ’ ἢ ἁμάρτημα τί;
καὶ Μένανδρος Τροφωνίῳ (fr. 462 K)·
- ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
- θρῖον δὲ καὶ κάνδαυλον.
καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος (1, 17). καὶ Λακεδαιμόνιοι δὲ μετ’ αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους, καθάπερ Κρῆτες μετὰ λύρας.
- Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶν,
- κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
Ἡρακλείδης δ’ ὁ Κυμαῖος ὁ τὰ Περσικὰ συγγράψας ἐν τοῖς ἐπιγραφομένοις Παρασκευαστικοῖς (FHG II 97) εἰπὼν ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα· ‘οὗτος δ’ ὑπερβάλλει τῇ τρυφῇ καὶ ῥᾳθυμίᾳ. διατρίβει τε γὰρ αἰεὶ ἐν τοῖς βασιλείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲ ἓν πρᾶγμα αὐτὸσ οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει
παρὰ δὲ ΤΥΡΡΗΝΟΙΣ ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίμαιος ἐν τῇ αʹ (FHG I 196) ὅτι αἱ θεράπαιναι γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται. Θεόπομπος δὲ ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Ἱστοριῶν (ib. 315) καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δ’ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετ’ ἀνδρῶν, ἐνίοτε δὲ καὶ πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἶναι αὐταῖς φαίνεσθαι γυμναῖς. δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρ’ οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία, οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δ᾽ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ’ οὐδὲ πάσχοντας .... ἐπιχώριον γὰρ καὶ τοῦτο παρ’ αὐτοῖς ἐστι. καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν
διαβόητοι δ’ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ’ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων (FHG II 307). περὶ δὲ ΣΥΒΑΡΙΤΩΝ τί δεῖ καὶ λέγειν; παρ’ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δ’ οὐδ’ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι. ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος (FHG I 205) ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων ‘αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.’ ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν.
ἔθος δὲ παρ’ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρ’ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκοπαίους, ὥς φησιν ὁ Τίμαιος (om. FHG), τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων (FHG III 188), ζητοῦσιν συνωνεῖσθαι πιθήκους· ‘παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία;’ παιδίοις γὰρ ἔχαιρεν ὁ Μασσανάσσης καὶ εἶχεν παρ’ αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως. καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν· μεθ’ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. τὰ δ’ αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως (II 205 K)·
καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. ἀλλ’ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.
- καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν
- ἄνθρωπον ἔστ’ ἄνθρωπον, ἂν ἔχῃ βίον,
- ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα
- ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν.
v.3.p.146
ἐφόρουν δ’ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα· ἀφ’ ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ (FHG I 205). ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ’ ἔξωθεν τοὺς Ἴωνας, ὅτι τρυφῇ προσεῖχον. οἱ δ’ ἱππεῖς τῶν Συβαριτῶν ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν λουτρὰ τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. οἱ δ’ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν μεταβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι’ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ
δοκεῖ δὲ μέγα τῆς εὐδαιμονίας αἴτιον εἶναι ὅτι ἐκ τῆς χώρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων, ὅ τε τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον· ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι πρὸς ὑγίειαν διαφέρειν τοὺς πότους· ὅθεν καὶ ῥηθῆναι ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς Ἄμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι. καὶ ἡ Πυθία ἔφη·
τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετ’ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολή, ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν καὶ τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς. εἶτα μετ’ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν καὶ ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.
- εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ
- ἐν θαλίῃσιν ἔσῃ, τιμῶν γένος αἰὲν ἐόντων.
v.3.p.148- εὖτ’ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς,
- τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
εἰς τηλικοῦτον δ’ ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. τοῦτ’ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ διὰ τῆς Πολιτείας αὐτῶν (fr. 533 R), ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς
Φύλαρχος δ’ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 347) εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ’ ἀνθινὰ φορεῖν μηδ’ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς, ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ’ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδοσ — ‘Συβαρῖται, φησίν, ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν παρασκευὴν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμενοι τοῦ χρόνου τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις. εἰ δέ τις τῶν