Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν τὸ τελευταῖον παρὰ Κροτωνιατῶν λʹ πρεσβευτῶν ἡκόντων ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. αὕτη δ’ αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου. ἔδοξαν γοῦν μετ᾽ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί· τὴν γὰρ Ἥραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν· ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς· καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας, ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.’ Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν· ‘Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντες ... καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι

v.3.p.152
τὴν τοῦ αἵματος ἀναφοράν. διόπερ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες. καθ’ ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.’

καὶ ΚΡΟΤΩΝΙΑΤΑ δ᾽, ὥς φησι Τίμαιος (FHG I 212), μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν· ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ, ὑποδεδεμένον λευκὰς κρηπῖδας. οἳ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρόν· ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, Ὀροίτου τὸν Πολυκράτη ἀποκτείναντος. θεραπεύσας δ’ ὁ Δημοκήδης Ἄτοσσαν τὴν Δαρείου μὲν γυναῖκα, Κύρου δὲ θυγατέρα, τὸν μαστὸν ἀλγήσασαν, ᾔτησε ταύτην δωρεὰν καταπεμφθῆναι εἰς τὴν Ἑλλάδα ὡς ἐπανελευσόμενος· καὶ τυχὼν ἧκεν εἰς Κρότωνα. βουλομένου τε αὐτόθι καταμένειν, ἐπιλαβομένου τινὸς τῶν Περσῶν καὶ λέγοντος ὅτι βασιλέως εἴη δοῦλος, ἐκεῖνον μὲν ἀφείλαντο οἱ Κροτωνιᾶται, ἐκδύσαντες δὲ τὴν στολὴν τοῦ Πέρσου ἐνέδυσαν τὸν ὑπηρέτην τοῦ πρυτανεύοντος. ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως, οὐ τρυφῆς χάριν οὐδὲ ὕβρεως, ἀλλ’ ἐπηρείας τῆς εἰς τοὺς Πέρσας τοῦτο πράττοντες. ὕστερον δὲ ....

v.3.p.153
καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. οἳ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.

ΤΑΡΑΝΤΙΝΟΥΣ δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων (FHG II 306) ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. ἐφόρουν δέ, φησίν, καὶ παρυφίδα διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. ὕστερον δ’ ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν Κάρβιναν, ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες εἰς τὰ τῶν Καρβινατῶν ἱερὰ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν· καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαντας ἐκεραύνωσεν πάντας. καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν· ἐφ’ αἷς καθ’ ὃν ἀπώλοντο χρόνον οὔτ’ οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.

v.3.p.154

ΙΑΠΥΓΩΝ τε αὖ τὸ γένος ἐκ Κρήτης ὄντων κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, οἱ μετὰ τούτους λήθην λαβόντες τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοῦτο τρυφῆς, εἶθ’ ὕστερον ὕβρεως ἦλθον ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περιθετά τε λαβόντες στολὰς μὲν ἀνθινὰς φορῆσαι, τὸ δὲ ἐργάζεσθαι καὶ πονεῖν αἰσχρὸν νομίσαι. καὶ τοὺς μὲν πολλοὺς αὐτῶν καλλίονας τὰς οἰκίας ποιῆσαι τῶν ἱερῶν, τοὺς δ’ ἡγεμόνας τῶν Ἰαπύγων ἐφυβρίζοντας τὸ θεῖον πορθεῖν ἐκ τῶν ἱερῶν τὰ τῶν θεῶν ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην διέδοσαν τὴν φήμην. ἐφάνη γὰρ ην μέχρι πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν· καὶ πάντες οἱ ἀπ’ ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ πένθιμον στολὴν ἀμπεχόμενοι ζῶσιν, πάντων τῶν πρὶν ὑπαρξάντων ἀγαθῶν σπανίζοντες.

ΙΒΗΡΕΣ δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. ΜΑΣΣΑΛΙΩΤΑΙ δ’ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν καὶ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε ‘πλεύσειας εἰς Μασσαλίαν.’

v.3.p.155

καὶ οἱ τὴν ΣΙΡΙΝ δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ’ ὑπὸ Κολοφωνίων ..., ὥς φησι Τίμαιος (FHG I 206) καὶ Ἀριστοτέλης (fr. 534 R), εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ’ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος (Il. 16.419) τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δ’ ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν (fr. 21 B4)·

  1. οὐ γάρ τι καλὸς χῶρος οὐδ’ ἐφίμερος
  2. οὐδ’ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
ὠνομάσθη δ’ ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δεσμώτιδι ἢ Μελανίππῃ (fr. 496 N), ἀπὸ γυναικός τινος Σίριδος· ὡς δ᾽ Ἀρχίλοχος, ἀπὸ ποταμοῦ. οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.

ΜΙΛΗΣΙΟΙ δ’ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος (FHG I 260), καὶ τάς τε ἐφ’ Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δὲ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ Ἀριστοτέλης

v.3.p.156
(fr. 509 R), καὶ παροιμία τις ἐγεννήθη ἐπ’ αὐτῶν ‘πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.’ Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν· ‘ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας· οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς. στασιαζόντων γὰρ τῶν τὰς οὐσίας ἐχόντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ συναγαγὼν τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας βοῦς εἰσαγαγόντες συνηλοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν. ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην ἀναφθῆναι. διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν·
  1. καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων
  2. πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.
Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων (FHG II 306) ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ᾽ ὀνειδιζομένους λέγειν ἑαυτοῖς· ‘οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.’

καὶ περὶ ΣΚΥΘΩΝ δ’ ἑξῆς ὁ Κλέαρχος (l. s) τάδε ἱστορεῖ· ‘μόνον δὲ νόμοις κοινοῖς πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν· εἶτα πάλιν ἐγένοντο πάντων

v.3.p.157
ἀθλιώτατοι βροτῶν (Eur. Antig. fr. 158 N) διὰ τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίας καὶ πλούτου καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε καὶ διαίτης. τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας· ἀφ᾽ ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον τῶν περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσκαταγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν’ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ’ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ’ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
v.3.p.158

τοὺς δὲ σύμπαντας ΙΩΝΑΣ ἐπισκώπτων Καλίας ἢ Διοκλῆς ἐν Κύκλωψί φησιν (I 695 K)·

  1. τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ’ ὅ τι
  2. πράσσει.
καὶ ΑΒΥΔΗΝΟΙ — Μιλησίων δ’ εἰσὶν ἄποικοι — ἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν Ἕρμιππος ἐν Στρατιώταις (ib. 241)·
  1. χαῖρ’ ὦ διαπόντιον
  2. στράτευμα, τί πράττομεν;
  3. τὰ μὲν πρὸς ὄψιν μαλακῶς
  4. ἔχειν ἀπὸ σώματος,
  5. κόμῃ τε νεανικῇ
  6. σφρίγει τε βραχιόνων.
  7. Β. ᾔσθου τὸν Ἄβυδον ὡς
  8. ἀνὴρ γεγένηται;
καὶ Ἀριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν Ἰώνων (ib. 529)·
  1. ἔπειθ’ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι
  2. ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι·
  3. ‘ὅκως ἔχων τὸν παῖδα πωλήσει ᾽ς Χίον,’
  4. ἕτερος δ’ ‘ὅκως ἐς Κλαζομενάς’, ἕτερος δ’ ‘ὅκως
  5. ἐς Ἔφεσον,’ ὃ δ’ ‘ἐς Ἄβυδον.’ ἦν δ’ ἐκεῖνα πάνθ᾽ ὁδῷ.
περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως (fr. 67 Bl)· ‘ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρ’ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε
v.3.p.159
χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ σαυτοῦ ἔχοις χρῆσθαι αὐτοῖς.’

ἀπώλοντο δὲ καὶ ΜΑΓΝΗΤΕΣ οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς Ἐλεγείοις (cf. Bergk ad fr. 3) καὶ Ἀρχίλοχος (fr. 20)· ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ περὶ αὐτῶν δὲ τῶν ΕΦΕΣΙΩΝ Δημόκριτος ὁ Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε (FHG IV 383)· ‘τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ’ ἴσα διειλημμέναι ζῴοις. καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοί, οἳ δὲ ἁλουργεῖς. καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δ’ αἳ μὲν πορφυραῖ τούτων, αἳ δὲ ἰοβαφεῖς, αἳ δὲ ὑακίνθιναι· λάβοι δ’ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. ἴδοι δ’ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον.’ τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.

περὶ δὲ τῆς ΣΑΜΙΩΝ τρυφῆς Δοῦρις ἱστορῶν (FHG II 480) παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν

v.3.p.160
χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε ‘βαδίζειν εἰσ Ἡραῖον ἐμπεπλεγμένον.’ ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα (fr. 13 Ki)·
  1. οἳ δ’ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
  2. εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,
  3. χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
  4. χρύσειαι δὲ κορύμβαι ἐπ’ αὐτῶν τέττιγες ὥς·
  5. χαῖται δ’ ᾐωρεῦντ’ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς,
  6. δαιδάλεοι δὲ χλιδῶνες ἄρ’ ἀμφὶ βραχίοσιν ἦσαν,
  7. ..........τες ὑπασπίδιον πολεμιστήν.
Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς Σαμίους φησὶ καθ’ ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρολογίαν ὥσπερ Συβαρίτας τὴν πόλιν ἀπολέσαι.

ΚΟΛΟΦΩΝΙΟΙ δ᾽, ὥς φησι Φύλαρχος (FHG I 353), τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν (fr. 3 B4)·

  1. ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
  2. ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
  3. ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες,
  4. οὐ μείους ὥσπερ χίλιοι, εἰς ἐπίπαν
    v.3.p.161
  5. αὐχαλέοι, χαίτῃσιν ἀγαλλομεν εὐπρεπέεσσιν
  6. ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
οὕτω δ’ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφ’ ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ τοιαῦτα τῶν ἀκροαμάτων τὰ μισθώματα λαμβάνειν ἀπὸ πρωὶ μέχρι μεσούσης ἡμέρας καὶ μέχρι λύχνων ἁφῶν· ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν.’ Θεόπομπος δ’ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν (FHG I 299) χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ’ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων. κοινῶς δὲ περὶ πάντων τῶν Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει (II 48 K)·
  1. πόθεν οἰκήτωρ, ἤ τις Ἰώνων
  2. τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς
  3. ὄχλος ὥρμηται;
Θεόφραστος δ’ ἐν τῷ περὶ Ἡδονῆς (om. Wi) καὶ δὴ καὶ τοὺς Ἴωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς ..... ἔτι καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε.
v.3.p.162

καὶ τῶν παρωκεανιτῶν δέ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν (FHG I 287) ἁβροδιαίτους γενέσθαι. περὶ δὲ ΒΥΖΑΝΤΙΩΝ καὶ ΚΑΛΧΗΔΟΝΙΩΝ ὁ αὐτός φησι Θεόπομπος τάδε· ‘ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ’ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύμασι καὶ βίῳ βελτίονι διετέλουν ὄντες, ἐπεὶ δὲ τῆς δημοκρατίας τῶν Βυζαντίων ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφὴν ... καὶ τὸν καθ’ ἡμέραν βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι.’ κἀν τῇ πρώτῃ δὲ πρὸς ταῖς εἴκοσι τῶν Φιλιππικῶν (ib. 302) τὸ τῶν ΟΜΒΡΙΚΩΝ φησὶν ἔθνοσ — ἐστὶν δὲ περὶ τὸν Ἀδρίαν — ἐπιεικῶς εἶναι ἁβροδίαιτον παραπλησίως τε βιοτεύειν τοῖς Λυδοῖς χώραν τε ἔχειν ἀγαθήν, ὅθεν προελθεῖν εἰς εὐδαιμονίαν.

περὶ δὲ ΘΕΤΤΑΛΩΝ λέγων ἐν τῇ τετάρτῃ (ib. 286) φησὶν ὅτι ‘ζῶσιν οἳ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἳ δ’ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.’ ὡμολόγηνται δ’ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί (FHG II 69), πάντων Ἑλλήνων

v.3.p.163
πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. περὶ δὲ ΑΙΤΩΛΩΝ Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν (c. 1, 1) φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. Ἀγαθαρχίδης δ’ ἐν δωδεκάτῃ Ἱστοριῶν (FHG III 192) ‘Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς καὶ ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.’

διαβόητοι δ’ εἰσὶ περὶ τρυφὴν ΣΙΚΕΛΙΩΤΑΙ τε καὶ ΣΥΡΑΚΟΣΙΟΙ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν (I 446 K)·

  1. ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ
  2. μᾶλλον
  3. πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν
  4. Συβαρίτιδάς τ’ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν ...
Πλάτων δ’ ἐν ταῖς Ἐπιστολαῖς (7 p. 326b) φησιν· ‘ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην. ἐλθόντα δέ με ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ’ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ’ οὐδ᾽ ἂν μελλήσαι ποτὲ γενέσθαι.’ κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως (p. 404d)·
v.3.p.164
‘Συρακοσίαν δέ, ὦ φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς· ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας.’

Ποσειδώνιος δ’ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν ΣΥΡΙΑΝ πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα (FHG III 258)· ‘τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ᾽ ἐλαίῳ πολυτελεῖ καὶ μύροις· τοῖς δὲ γραμματείοισ — οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων — ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι.’ Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ πέμπτῃ τῶν Εὐρωπιακῶν (FHG III 194) ‘Ἀρυκανδεῖς, φησί, Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς.’ ἐν δὲ τῇ λαʹ (l. s. s) Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.

Πολύβιος δ’ ἐν τῇ ἑβδόμῃ (c. 1, 1) ΚΑΠΥΗΣΙΟΥΣ

v.3.p.165
τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν παραδεδομένην φήμην. ‘οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν· διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα δεινὰ ἔπαθον. Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκούμενοι ὑπ’ Ἀννίβα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι καὶ ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος Ῥωμαίων παρέδοσαν ἑαυτούς.’

τοὺς δὲ ΚΟΥΡΗΤΑΣ Φύλαρχος διὰ τῆς ιαʹ τῶν Ἱστοριῶν Αἰσχύλον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς προσηγορίας (fr. 313 N)·

  1. χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς·
  2. ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
Ἀγάθων δ’ ἐν τῷ Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ’ ἀπέτυχον τοῦ γάμου (fr. 3 N),
  1. κόμας ἐκειράμεσθα, φησίν, μάρτυρας τρυφῆς,
  2. ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί.
  3. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος
  4. Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός.
καὶ ΚΥΜΑΙΟΙ δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος
v.3.p.166
(FHG IV 434) ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.

περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.

περὶ δὲ τῶν κατ’ ἄνδρα τάδ’ ἤκουσα. Κτησίας ἐν τρίτῃ Περσικῶν (fr. 20 M) καὶ πάντας μέν φησι τοὺς βασιλεύσαντας τῆς Ἀσίας περὶ τρυφὴν σπουδάσαι, μάλιστα δὲ ΝΙΝΥΑΝ τὸν Νίνου καὶ Σεμιράμιδος υἱόν. καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπ’ οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν. τοιοῦτος δ’ ἦν καὶ ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ, ὃν οἳ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱόν, οἳ δὲ Ἀναβαραξάρου. ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ’ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ’ αὐτῶν καθήμενον, τὰς ὀφρῦς ὑπογεγραμμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον — ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούσ — ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν, οἱ μὲν πολλοί, ὧν

v.3.p.167
ἐστι καὶ Δοῦρις (FHG II 473), ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν. Κτησίας δὲ λέγε (fr. 20 M) εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ’ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη ἐνταῦθα αὐτός τε μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις. τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα· ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὥστε μὴ εἶναι ἔξοδον. ἐνταῦθα ἐπέθηκεν μὲν χρυσίου μυριάδας χιλίας, ἀργυρίου δὲ μυρίας μυριάδας ταλάντων καὶ ἱμάτια καὶ πορφύρας καὶ στολὰς παντοδαπάς. ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέραις. οἳ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν· ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. ὁ μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.

Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος (FHG II 305) ὅτι ‘τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα

v.3.p.168
ἆθλα ἐτίθει ... νοῦν οὐκ ἔχων· τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος· ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, ὁ παρ’ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων, ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ ἡ περὶ τὰ λοιπὰ σπουδή. φαίνεται οὖν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος· καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι· ‘Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.’ Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν (scr. Al. M. p. 136) ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει. λέγεσθαι δὲ τὸ χῶμα τοῦτ’ εἶναι Σαρδαναπάλλου τοῦ βασιλεύσαντος Νίνου, ἐφ’ οὗ καὶ ἐπιγεγράφθαι ἐν στήλῃ λιθίνῃ Χαλδαικοῖς γράμμασιν ὃ μετενεγκεῖν Χοιρίλον (epic. I 309 Ki) ἔμμετρον ποιήσαντα. εἶναι δὲ τοῦτο· ‘ἐγὼ δὲ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου τὸ φῶς, ἔπιον, ἔφαγον, ἠφροδισίασα, εἰδὼς τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολὰς καὶ καποπαθείας, καὶ ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.’
v.3.p.169
Κλείταρχος δ’ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον (fr. 2 M) γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς. Ἀριστόβουλος δ’ (fr. 6) ‘ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο. καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ’ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα. ἐπιγεγράφθαι δ’ αὐτῷ Ἀσσυρίοις γράμμασι· ‘Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πῖνε, παῖζε· ὡς τἄλλα τούτου οὐκ ἄξια,’ τοῦ ἀποκροτήματος ἔοικε λέγειν.

οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ ΑΝΔΡΟΚΟΤΤΟΣ ὁ Φρύξ. καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης (FHG III 152). Κλέαρχος δ’ ἐν πέμπτῳ Βίων (FHG II 307) ΣΑΓΑΡΙΝ φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειε, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν (Eur. Hipp. 317)·

  1. χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
Κτησίας δὲ ἱστορεῖ (fr. 52 M) ΑΝΝΑΡΟΝ τὸν βασιλέως
v.3.p.170
ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες. ἔψαλλον δὲ αὗται καὶ ᾖδον ἐκείνου δειπνοῦντος· Φοῖνιξ δ’ ὁ Κολοφώνιος ποιητὴς περὶ ΝΙΝΟΥ λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν (chol. p. 141)·
  1. ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ ᾽κούω,
  2. Ἀσσύριος· ὅστις εἶχε χρυσίου πόντον,
  3. τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·
  4. ὃς οὐκ ἴδ’ ἀστέρ’ οὐδιζωνεδιζητο,
  5. οὐ παρ’ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
  6. ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων·
  7. οὐ μυθηητης, οὐ δικασπόλος κεῖνος,
  8. οὐ λεωλογεῖν ἐμάνθαν᾽, οὐκ ἀμιθρῆσαι,
  9. ἀλλ’ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
  10. κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει.
  11. ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν,
  12. ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ’ ᾄδει·
  13. ‘ἄκουσον, εἴτ’ Ἀσσύριος εἴτε καὶ Μῆδος
  14. εἶς ἢ Κόραξος ἢ ἀπὸ τῶν ἄνω λιμνῶν
  15. Ἰνδὸς κομήτης· οὐ γὰρ ἅλια κηρύσσω·
  16. ἐγὼ Νίνος πάλαι ποτ’ ἐγενόμην πνεῦμα,
  17. νῦν δ’ οὐκ ἔτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι.
    v.3.p.171
  18. ἔχω δ’ ὁκόσον ἔπαισα χὠκόσ’ ἤεισα
  19. ............ χὠκόσ’ ἠράσθην.
  20. τὰ δ’ ὄλβι’ ἡμέων δήιοι συνελθόντες
  21. φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι.
  22. ἐγὼ δ’ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ’ ἵππον
  23. οὔτ’ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
  24. σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.’